§3.5.1τῶν δὲ προκειμένων νήσων τῆς Ἰβηρίας τὰς μὲν Πιτυούσσας δύο καὶ τὰς Γυμνησίας δύο (καλοῦσι καὶ Βαλιαρίδας) προκεῖσθαι συμβαίνει τῆς μεταξὺ Ταρράκωνος καὶ Σούκρωνος παραλίας, ἐφʼ ἧς ἵδρυται τὸ Σάγουντον·
在伊比利亚沿海的岛屿中,两座皮图萨伊岛和两座吉姆内西亚伊岛(人们也称之为巴利亚里德斯)恰好位于塔拉科与苏克隆之间的海岸线近海,萨贡图姆就建立在这条海岸线上。
εἰσὶ δὲ καὶ πελάγιαι, * μᾶλλον αἱ Πιτυοῦσσαι καὶ πρὸς ἑσπέραν κεκλιμέναι τῶν Γυμνησίων.
它们也位于远海,其中皮图萨伊岛比吉姆内西亚伊岛更偏向外海,且位置更偏向西方。
καλεῖται δʼ αὐτῶν ἡ μὲν Ἔβουσος πόλιν ἔχουσα ὁμώνυμον· κύκλος δὲ τῆς νήσου τετρακόσιοι στάδιοι, παρώμαλος τὸ πλάτος καὶ τὸ μῆκος·
它们中有一座被称为埃布索斯,拥有一座同名的城市;该岛的周长为四百斯塔迪翁,宽度和长度大致相等。
ἡ δὲ Ὀφιοῦσσα ἔρημος καὶ πολὺ ἐλάττων ταύτης πλησίον κειμένη.
另一座是奥菲乌萨,荒无人烟,比这一座小得多,就坐落在它附近。
τῶν δὲ Γυμνησίων ἡ μὲν μείζων ἔχει δύο πόλεις, Πάλμαν καὶ Πολεντίαν, τὴν μὲν πρὸς ἕω κειμένην τὴν Πολεντίαν, τὴν δʼ ἑτέραν πρὸς δύσιν.
在吉姆内西亚伊岛中,较大的一座有两座城市,帕尔马和波伦提亚,其中波伦提亚坐落在东面,另一座坐落在西面。
μῆκος δὲ τῆς νήσου μικρὸν ἀπολεῖπον τῶν ἑξακοσίων σταδίων, πλάτος δὲ διακοσίων· Ἀρτεμίδωρος δὲ διπλάσιον εἴρηκε καὶ τὸ πλάτος καὶ τὸ μῆκος.
该岛的长度稍低于六百斯塔迪翁,宽度为二百斯塔迪翁;但阿耳特弥多罗斯说其宽度和长度都是这个数值的两倍。
ἡ δʼ ἐλάττων ὡς ἑβδομήκοντα τῆς Πολεντίας διέχει σταδίους· κατὰ μέγεθος μὲν οὖν πολὺ τῆς μείζονος ἀπολείπεται, κατὰ δὲ τὴν ἀρετὴν οὐδὲν αὐτῆς χείρων ἐστίν·
较小的一座距离波伦提亚大约七十斯塔迪翁;因此,在面积上它远不及较大的一座,但在土地肥沃上绝不亚于它。
ἄμφω γὰρ εὐδαίμονες καὶ εὐλίμενοι, χοιραδώδεις δὲ κατὰ τὰ στόματα, ὥστε δεῖν προσοχῆς τοῖς εἰσπλέουσι.
因为两座岛屿都土地肥沃且港口优良,但在港口入口处多有暗礁,以致航行进入的人需要多加小心。
διὰ δὲ τὴν ἀρετὴν τῶν τόπων καὶ οἱ κατοικοῦντες εἰρηναῖοι, καθάπερ καὶ οἱ κατὰ τὴν Ἔβουσον.
由于这些地方的富庶,居民们也爱好和平,正如埃布索斯的居民一样。
κακούργων δέ τινων ὀλίγων κοινωνίας συστησαμένων πρὸς τοὺς ἐν τοῖς πελάγεσι λῃστάς, διεβλήθησαν ἅπαντες, καὶ διέβη Μέτελλος ἐπʼ αὐτοὺς ὁ Βαλιαρικὸς προσαγορευθείς, ὅστις καὶ τὰς πόλεις ἔκτισε.
但由于少数恶徒与公海上的海盗结成了同盟,致使全体居民都蒙受恶名,于是被称为巴利亚里库斯的梅特鲁斯渡海征讨他们,他还建立起了这些城市。
διὰ δὲ τὴν αὐτὴν ἀρετὴν ἐπιβουλευόμενοι, καίπερ εἰρηναῖοι ὄντες, ὅμως σφενδονῆται ἄριστοι λέγονται·
尽管他们爱好和平,但由于同样的土地肥沃而遭到觊觎,他们仍然被说是最优秀的投石手。
καὶ τοῦτʼ ἤσκησαν, ὥς φασι, διαφερόντως ἐξ ὅτου Φοίνικες κατέσχον τὰς νήσους.
据说,自从腓尼基人占领了这些岛屿以来,他们就特别刻苦地操练这一技艺。
οὗτοι δὲ καὶ ἐνδῦσαι λέγονται πρῶτοι τοὺς ἀνθρώπους χιτῶνας πλατυσήμους ἄζωστοι δʼ ἐπὶ τοὺς ἀγῶνας ἐξῄεσαν, αἰγίδα περὶ τῇ χειρὶ ἔχοντες * ἢ πεπυρακτωμένον ἀκόντιον, σπάνιον δὲ καὶ λελογχωμένον σιδήρῳ μικρῷ.
据说腓尼基人还是最先让这些居民穿上宽边宽幅女衬衣的人。 他们不系腰带便上战场,手中拿着山羊皮盾,或者火烧过尖端的投枪,极少数情况下也会拿着装有微小铁制矛头的枪。
σφενδόνας δὲ περὶ τῇ κεφαλῇ τρεῖς μελαγκρανίνας ἢ τριχίνας ἢ νευρίνας, τὴν μὲν μακρόκωλον πρὸς τὰς μακροβολίας, τὴν δὲ βραχύκωλον πρὸς τὰς ἐν βραχεῖ βολάς, τὴν δὲ μέσην πρὸς τὰς μέσας.
他们在头上缠绕着三条投石带,由黑草、毛发或动物腱制成:长索的用于远射,短索的用于近射,中索的用于中等距离。
ἠσκοῦντο δʼ ἐκ παίδων οὕτως ταῖς σφενδόναις ὥστʼ οὐδʼ ἄλλως τοῖς παισὶν ἄρτον ἐδίδοσαν ἄνευ τοῦ τῇ σφενδόνῃ τυχεῖν.
他们从小就如此操练投石,以至于如果不先用投石器击中,他们甚至不会给孩子们面包吃。
διόπερ ὁ Μέτελλος προσπλέων πρὸς τὰς νήσους δέρρεις ἔτεινεν ὑπὲρ τῶν καταστρωμάτων σκέπην πρὸς τὰς σφενδόνας.
因此,当梅特鲁斯乘船前往这些岛屿时,在甲板上方张挂了皮覆物,以防御投石。
εἰσήγαγε δὲ ἐποίκους τρισχιλίους τῶν ἐκ τῆς Ἰβηρίας Ῥωμαίων.
他从居住在伊比利亚的罗马人中引进了三千名移民。
§3.5.2πρὸς δὲ τῇ εὐκαρπίᾳ τῆς γῆς καὶ τὸ μηδὲν τῶν σινομένων θηρίων εὑρίσκεσθαι ῥᾳδίως ἐνταῦθα πρόσεστιν·
除了土地肥沃之外,这里还具有完全不易发现有害野兽的优点。
οὐδὲ γὰρ τοὺς λαγιδεῖς ἐπιχωρίους εἶναί φασιν, ἀλλὰ κομισθέντων ἐκ τῆς περαίας ὑπό τινος ἄρρενος καὶ θηλείας γενέσθαι τὴν ἐπιγονήν, ἣ τοσαύτη κατʼ ἀρχὰς ὑπῆρχεν ὥστε καὶ οἴκους ἀνατρέπειν ἐκ τῆς ὑπονομῆς καὶ δένδρα, καὶ ἐπὶ τοὺς Ῥωμαίους, ὥσπερ εἶπον, ἀναγκασθῆναι καταφυγεῖν τοὺς ἀνθρώπους.
因为据说连兔子都不是本地产的,而是由某人从对岸带走的一公一母繁殖而来的后代;这后代起初数量如此之多,以至于它们通过掘土打洞颠覆了房屋和树木,居民们也被迫如我所说的那样,逃往罗马人那里寻求帮助。
νῦν μέντοι τὸ εὐμεταχείριστον τῆς θήρας ἐπικρατεῖν οὐκ ἐᾷ τὴν βλάβην, ἀλλὰ λυσιτελῶς οἱ ἔχοντες καρποῦνται τὴν γῆν.
然而现在,捕猎的简易使得这种危害不至于蔓延,土地的占有者们得以获利丰厚地收获土地的果实。