§3.4.16καὶ τῶν ῥιζῶν τῶν εἰς βαφὴν χρησίμων πλῆθος.
此外,还有丰产的用于染色的植物根部。
ἐλαίας δὲ πέρι καὶ ἀμπέλου καὶ συκῆς καὶ τῶν παραπλησίων φυτῶν ἡ καθʼ ἡμᾶς Ἰβηρικὴ παραλία πάντων εὐπορεῖ, συχνὴ δὲ καὶ τῶν ἐκτὸς ἡ μὲν παρωκεανῖτις ἡ πρόσβορρος ἀμοιρεῖ διὰ τὰ ψύχη, ἡ δʼ ἄλλη τὸ πλέον διὰ τὴν ὀλιγωρίαν τῶν ἀνθρώπων καὶ τὸ μὴ πρὸς διαγωγὴν ἀλλὰ μᾶλλον πρὸς ἀνάγκην καὶ ὁρμὴν θηριώδη μετὰ ἔθους φαύλου ζῆν· εἰ μή τις οἴεται πρὸς διαγωγὴν ζῆν τοὺς οὔρῳ λουομένους ἐν δεξαμεναῖς παλαιουμένῳ, καὶ τοὺς ὀδόντας σμηχομένους καὶ αὐτοὺς καὶ τὰς γυναῖκας αὐτῶν, καθάπερ τοὺς Καντάβρους φασὶ καὶ τοὺς ὁμόρους αὐτοῖς.
关于橄榄、葡萄、无花果及类似植物,我们这一侧的伊比利亚沿海丰产所有这些,而外侧的大部分地区也是如此;其中临大洋的北部因寒冷而缺少这些,而其余地区的大部分则是因为人们的懒散,以及他们不是为了享受生活,而是为了生存需要和野蛮冲动伴随恶劣习惯而生活,因而也缺少这些;除非有人认为,那些在蓄水池里用陈尿洗澡、并用它刷牙的人—— 无论是他们自己还是他们的妻子,就如人们所说的坎塔布里亚人及其邻人那样——也是为了享受而生活。
καὶ τοῦτό τε καὶ τὸ χαμευνεῖν κοινόν ἐστι τοῖς Ἴβηρσι πρὸς τοὺς Κελτούς.
这一做法以及睡在地上,是伊比利亚人与凯尔特人共有的习惯。
ἔνιοι δὲ τοὺς Καλλαϊκοὺς ἀθέους φασί, τοὺς δὲ Κελτίβηρας καὶ τοὺς προσβόρρους τῶν ὁμόρων αὐτοῖς ἀνωνύμῳ τινὶ θεῷ ταῖς πανσελήνοις νύκτωρ πρὸ τῶν πυλῶν, πανοικίους τε χορεύειν καὶ παννυχίζειν.
有人说卡莱科伊人是不信神的,但凯尔蒂贝里亚人及他们北边的邻人则在满月之夜,全家老小在门前为某位无名神袛跳舞并通宵庆祝。
τοὺς δὲ Ὀυέττωνας, ὅτε πρῶτον εἰς τὸ τῶν Ῥωμαίων παρῆλθον στρατόπεδον, ἰδόντας τῶν ταξιαρχῶν τινας ἀνακάμπτοντας ἐν ταῖς ὁδοῖς περιπάτου χάριν, μανίαν ὑπολαβόντας ἡγεῖσθαι τὴν ὁδὸν αὐτοῖς ἐπὶ τὰς σκηνάς, ὡς δέον ἢ μένειν καθʼ ἡσυχίαν ἱδρυθέντας ἢ μάχεσθαι.
而韦托内斯人,当他们初次来到罗马营地时,看到一些百夫长在路上来回踱步以作散步,便以为那是疯狂之举,并要带路引他们回天幕,仿佛他们要么应当安静地坐着,要么应当战斗。
§3.4.17τῆς δὲ βαρβαρικῆς ἰδέας καὶ τὸν τῶν γυναικῶν ἐνίων κόσμον θείη τις ἄν, ὃν εἴρηκεν Ἀρτεμίδωρος· ὅπου μὲν γὰρ περιτραχήλια σιδηρᾶ φορεῖν αὐτάς φησιν ἔχοντα κόρακας καμπτομένους ὑπὲρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ, κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατασπᾶν τὸ κάλυμμα ὥστε ἐμπετασθὲν σκιάδιον τῷ προσώπῳ παρέχειν, καὶ νομίζειν κόσμον·
作为野蛮习俗的一个例子,人们也可以举出阿特米多鲁斯所描述的某些妇女的服饰:因为他说,在某些地方,她们佩戴着铁制项圈,项圈上带有越过头顶并向前额突出很多的弯曲钩状物;而当她们愿意时,便沿着这些钩状物将面纱拉下来,从而展开来为面部提供遮阳,并且她们认为这是一件饰物。
ὅπου δὲ τυμπάνιον περικεῖσθαι πρὸς μὲν τῷ ἰνίῳ περιφερὲς καὶ σφίγγον τὴν κεφαλὴν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατʼ ὀλίγον·
在另一些地方,她们佩戴着鼓状的小头饰,在后脑勺处呈圆形,紧箍着头部直达耳旁,但在高度和宽度上逐渐向后上方倾斜。
ἄλλας δὲ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον ὥστʼ ἀποστίλβειν τοῦ μετώπου μᾶλλον·
而另一些妇女则把前额的头发剃去,以至于它比前额还要发亮。
τὰς δʼ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρᾳ μελαίνῃ περιστέλλειν.
还有一些妇女在头上立一根约一尺高的矮柱,将头发缠绕在上面,然后用黑色的面纱将其包裹起来。
πρὸς δὲ τῇ ἀηθείᾳ τῇ τοιαύτῃ πολλὰ καὶ ἑώραται καὶ μεμύθευται περὶ πάντων κοινῇ τῶν Ἰβηρικῶν ἐθνῶν, διαφερόντως δὲ τῶν προσβόρρων, οὐ μόνον τὰ πρὸς ἀνδρείαν ἀλλὰ καὶ τὰ πρὸς ὠμότητα καὶ ἀπόνοιαν θηριώδη.
除了此类离奇行为外,关于所有伊比利亚部落——尤其是北部部落——不仅在勇敢方面,而且在残酷和野蛮的狂妄方面,都有许多被观察到和被传说的故事。
καὶ γὰρ τέκνα μητέρες ἔκτειναν πρὶν ἁλῶναι κατὰ τὸν πόλεμον τὸν ἐν Καντάβροις, καὶ παιδίον δὲ δεδεμένων αἰχμαλώτων τῶν γονέων καὶ ἀδελφῶν ἔκτεινε πάντας κελεύσαντος τοῦ πατρὸς σιδήρου κυριεῦσαν, γυνὴ δὲ τοὺς συναλόντας.
因为在坎塔布里亚人的战争中,母亲们在被俘前杀害了她们的孩子,而在父母和兄弟作为俘虏被绑时,一个获得了铁制武器的小孩,在父亲的命令下杀死了所有人,而一名妇女也杀害了与她一同被俘的人。
κληθεὶς δέ τις εἰς μεθυσκομένους ἔβαλεν αὑτὸν εἰς πυράν.
还有一个人被邀请参加饮宴,却将自己投进了火堆。
κοινὰ δὲ καὶ ταῦτα πρὸς τὰ Κελτικὰ ἔθνη καὶ τὰ Θρᾴκια καὶ Σκυθικά, κοινὰ δὲ καὶ πρὸς ἀνδρείαν τήν τε τῶν ἀνδρῶν καὶ τὴν τῶν γυναικῶν.
这些特征与凯尔特、色雷斯和斯基泰诸部落相同,男子和女子的勇敢也是共通的。
γεωργοῦσιν αὗται τεκοῦσαί τε διακονοῦσι τοῖς ἀνδράσιν ἐκείνους ἀνθʼ ἑαυτῶν κατακλίνασαι· ἔν τε τοῖς ἔργοις πολλάκις αὐταὶ καὶ λούουσι καὶ σπαργανοῦσιν ἀποκλίνασαι πρός τι ῥεῖθρον.
妇女们耕作农田,一旦分娩,便伺候她们的丈夫,让丈夫代替自己躺下;甚至在劳动过程中,她们也常常自己走到溪流旁,给婴儿清洗并包上尿布。
ἐν δὲ τῇ Λιγυστικῇ φησὶν ὁ Ποσειδώνιος διηγήσασθαι τὸν ξένον ἑαυτῷ Χαρμόλεων Μασσαλιώτην ἄνδρα, ὅτι μισθώσαιτο ἄνδρας ὁμοῦ καὶ γυναῖκας ἐπὶ σκαφητόν, ὠδίνασα δὲ μία τῶν γυναικῶν ἀπέλθοι ἀπὸ τοῦ ἔργου πλησίον, τεκοῦσα δʼ ἐπανέλθοι ἐπὶ τοὖργον αὐτίκα, ὅπως μὴ ἀπολέσειε τὸν μισθόν· αὐτὸς δὲ ἐπιπόνως ἰδὼν ἐργαζομένην, οὐκ εἰδὼς τὴν αἰτίαν πρότερον ὀψὲ μάθοι καὶ ἀφείη δοὺς τὸν μισθόν· ἡ δʼ ἐκκομίσασα τὸ νήπιον πρός τι κρηνίον, λούσασα καὶ σπαργανώσασα οἷς εἶχε διασώσειεν οἴκαδε.
波塞多尼乌斯说,在利古里亚,他的东道主——马赛人哈尔莫莱奥斯曾向他讲述,他曾一同雇佣男子和妇女来掘土,其中一名妇女因阵痛而离开劳动岗位,走到附近,在分娩后立即回到工作中,以免失去工钱;哈尔莫莱奥斯自己看到她艰难地劳动,起初不知原因,后来才得知,便付了工钱打发她走;而她把婴儿抱到一口小泉旁,洗净并用她所有的东西包好,安全地带回了家。
§3.4.18οὐκ ἴδιον δὲ τῶν Ἰβήρων οὐδὲ τοῦτο σύνδυο ἐφʼ ἵππων κομίζεσθαι, κατὰ δὲ τὰς μάχας τὸν ἕτερον πεζὸν ἀγωνίζεσθαι.
马背上双人共骑、而在战斗中一人下马作为步兵作战,这也不是伊比利亚人所独有的。
οὐδὲ τὸ τῶν μυῶν πλῆθος ἴδιον, ἀφʼ οὗ καὶ λοιμικαὶ νόσοι πολλάκις ἠκολούθησαν.
那里的老鼠数量之多也不是其独有,并常因此引发瘟疫。
συνέβη δʼ ἐν τῇ Κανταβρίᾳ τοῦτο τοῖς Ῥωμαίοις, ὥστε καὶ μισθοὺς ἄρνυσθαι μυοθηροῦντας πρὸς μέτρον ἀποδειχθέν, διεσώζοντο μόλις· προσελάμβανε δὲ καὶ ἄλλων σπάνις καὶ σίτου· ἐπεσιτίζοντο δὲ ἐκ τῆς Ἀκυιτανίας χαλεπῶς διὰ τὰς δυσχωρίας.
这在坎塔布里亚也发生在了罗马人身上,以至于他们甚至要按规定的量捕鼠来获取酬金,却仍勉强求生;此外还加上了其他物资和粮食的短缺;由于地势险峻,他们很难从阿奎丹获取粮食补给。
τῆς δʼ ἀπονοίας καὶ τοῦτο λέγεται τῆς Καντάβρων, ὅτι ἁλόντες τινὲς ἀναπεπηγότες ἐπὶ τῶν σταυρῶν ἐπαιάνιζον.
关于坎塔布里亚人的狂妄,还有这样一种说法:有些被捕并被钉上十字架的人仍在唱着凯歌。
τὰ μὲν οὖν τοιαῦτα τῶν ἠθῶν ἀγριότητός τινος παραδείγματʼ ἂν εἴη· τὰ δὲ τοιαῦτα ἧττον μὲν ἴσως πολιτικά, οὐ θηριώδη δέ, οἷον τὸ παρὰ τοῖς Καντάβροις τοὺς ἄνδρας διδόναι ταῖς γυναιξὶ προῖκα τὸ τὰς θυγατέρας κληρονόμους ἀπολείπεσθαι τούς τε ἀδελφοὺς ὑπὸ τούτων ἐκδίδοσθαι γυναιξίν· ἔχει γάρ τινα γυναικοκρατίαν· τοῦτο δʼ οὐ πάνυ πολιτικόν.
这类习俗可以说是某种野蛮行径的例子;而另一些习俗或许较少文明色彩,但并非野蛮:例如在坎塔布里亚人中,丈夫向妻子赠送嫁妆,女儿被留为继承人,而兄弟由姐妹嫁给妻子;因为这包含了一种妇人治国,而这根本不符合文明政治。
Ἰβηρικὸν δὲ καὶ τὸ ἐν ἔθει παρατίθεσθαι τοξικὸν ὃ συντιθέασιν ἐκ βοτάνης σελίνῳ προσομοίας ἄπονον, ὥστʼ ἔχειν ἐν ἑτοίμῳ πρὸς τὰ ἀβούλητα, καὶ τὸ κατασπένδειν αὑτοὺς οἷς ἂν προσθῶνται, ὥστε ἀποθνήσκειν αὐτοὺς ὑπὲρ αὐτῶν.
此外,在习惯中备有一种不含痛苦的毒药,它是用一种类似于芹菜的草药调配而成的,以便为意料之外的不测做好准备,这也是伊比利亚人的风俗;以及向他们所归顺的人宣誓效忠,乃至为了他们而死。