Humanitext Reader

斯特拉波 · 地理学 §3.3.4-3.3.6

卢西塔尼亚的河流与各部落的风俗

第 104 段,共 577 段 · 希腊语

内容简介

描述了卢西塔尼亚地区大小河流的特征、西北端阿尔塔布罗伊人的神话起源、在罗马征服前该部族掠夺成性的生活方式,以及他们的军事装备和风俗(如斯巴达式的生活和人牲内脏占卜)。

§3.3.4̔η δʼ οὖν χώρα περὶ ἧς λέγομεν εὐδαίμων τέ ἐστι καὶ διαρρεῖται ποταμοῖς μεγάλοις τε καὶ μικροῖς, ἅπασιν ἐκ τῶν ἑωθινῶν μερῶν, παραλλήλοις τῷ Τάγῳ·
无论如何,我们所说的这个地区非常富饶,大小河流纵横交错,它们全部自东方地区流出,并与塔霍斯河平行;其中大多数河流还可通航,并含有大量的砂金。
ἔχουσι δὲ καὶ ἀνάπλους οἱ πλείους καὶ ψῆγμα τοῦ χρυσοῦ πλεῖστον. γνωριμώτατοι δὲ τῶν ποταμῶν ἐφεξῆς τῷ Τάγῳ Μούνδας ἀνάπλους ἔχων μικροὺς καὶ Ὀυακούα ὡσαύτως· μετὰ δὲ τούτους Δούριος μακρόθεν τε ῥέων παρὰ Νομαντίαν καὶ πολλὰς ἄλλας τῶν Κελτιβήρων καὶ Ὀυακκαίων κατοικίας, μεγάλοις τʼ ἀναπλεόμενος σκάφεσιν ἐπὶ ὀκτακοσίους σχεδόν τι σταδίους.
在塔霍斯河之后,最著名的河流是拥有简短航道的穆恩达斯河,以及同样如此的瓦夸河;在它们之后是杜里奥斯河,它从遥远的地方流经努曼蒂亚以及凯尔特伊比利亚人和瓦卡埃人的许多其他定居点,大型船只可逆流而上航行约八百斯塔德。
εἶτʼ ἄλλοι ποταμοὶ καὶ μετὰ τούτους ὁ τῆς Λήθης, ὃν τινὲς Λιμαίαν οἱ δὲ Βελιῶνα καλοῦσι· καὶ οὗτος δʼ ἐκ Κελτιβήρων καὶ Ὀυακκαίων ῥεῖ καὶ ὁ μετʼ αὐτὸν Βαῖνις (οἱ δὲ Μίνιον φασὶ) πολὺ μέγιστος τῶν ἐν Λυσιτανίᾳ ποταμῶν ἐπὶ ὀκτακοσίους καὶ αὐτὸς ἀναπλεόμενος σταδίους.
接着是其他河流,在它们之后是雷特河(忘却之河),有人称之为利米亚斯河,也有人称之为贝里翁河;这条河也流经凯尔特伊比利亚人和瓦卡埃人的土地,紧随其后的是拜尼斯河(有人称之为米尼奥斯河),它是推测卢西塔尼亚诸河中最大的一条,同样可供逆流航行八百斯塔德。
Ποσειδώνιος δὲ ἐκ Καντάβρων αὐτὸν ῥεῖν φησί· πρόκειται δὲ τῆς ἐκβολῆς αὐτοῦ νῆσος καὶ χηλαὶ δύο ὅρμους ἔχουσαι.
而波塞多尼奥斯则说它发源于坎塔布里人的土地;在其河口前有一个岛屿和两个突堤,形成了港口。
ἐπαινεῖν δʼ ἄξιον τὴν φύσιν, ὅτι τὰς ὄχθας ὑψηλὰς ἔχουσιν οἱ ποταμοὶ καὶ ἱκανὰς δέχεσθαι τοῖς ῥείθροις τὴν θάλατταν πλημμυροῦσαν, ὥστε μὴ ὑπερχεῖσθαι μηδʼ ἐπιπολάζειν ἐν τοῖς πεδίοις.
值得称赞自然的设计,因为这些河流拥有高耸的河岸,足以在其河床中容纳涨潮的海水,因此不至于泛滥或淹没平原。
τῆς μὲν οὖν Βρούτου στρατείας ὅρος οὗτος, περαιτέρω δʼ εἰσὶν ἄλλοι πλείους ποταμοὶ παράλληλοι τοῖς λεχθεῖσιν.
这里曾是布鲁图斯远征的界限,但在更远处还有其他几条与前述河流平行的河流。
§3.3.5̔́υστατοι δʼ οἰκοῦσιν Ἄρταβροι περὶ τὴν ἄκραν ἣ καλεῖται Νέριον, ἣ καὶ τῆς ἑσπερίου πλευρᾶς καὶ τῆς βορείου πέρας ἐστί.
最后居住的是在被称为内里翁的海角周围的阿尔塔布罗伊人,该海角也是西部和北部海岸的终点。
περιοικοῦσι δʼ αὐτὴν Κελτικοί, συγγενεῖς τῶν ἐπὶ τῷ Ἄνᾳ.
居住在它周围的是凯尔特人,他们是阿纳斯河畔凯尔特人的同族。
καὶ γὰρ τούτους καὶ Τουρδούλους στρατεύσαντας ἐκεῖσε στασιάσαι φασὶ μετὰ τὴν διάβασιν τοῦ Λιμαία ποταμοῦ· πρὸς δὲ τῇ στάσει καὶ ἀποβολῆς τοῦ ἡγεμόνος γενομένης, καταμεῖναι σκεδασθέντας αὐτόθι· ἐκ τούτου δὲ καὶ τὸν ποταμὸν Λήθης προσαγορευθῆναι.
因为据说,他们和图尔杜利人在向那里远征时,在渡过利米亚河之后发生了内讧;除了内讧之外,当失去领袖时,他们便四散并留在那里,因此这条河才被称为雷特河(忘却之河)。
ἔχουσι δὲ οἱ Ἄρταβροι πόλεις συχνὰς ἐν κόλπῳ συνοικουμένας, ὃν οἱ πλέοντες καὶ χρώμενοι τοῖς τόποις Ἀρτάβρων λιμένα προσαγορεύουσιν· οἱ δὲ νῦν τοὺς Ἀρτάβρους Ἀροτρέβας καλοῦσιν.
阿尔塔布罗伊人在一个海湾内拥有许多聚集居住的城市,航行于此和经常造访这些地方的人将该海湾称为“阿尔塔布罗伊人的港口”;而现在的人则称阿尔塔布罗伊人为阿罗特雷巴人。
ἔθνη μὲν οὖν περὶ τριάκοντα τὴν χώραν νέμεται τὴν μεταξὺ Τάγου καὶ τῶν Ἀρτάβρων· εὐδαίμονος δὲ τῆς χώρας ὑπαρχούσης κατά τε καρποὺς καὶ βοσκήματα καὶ τὸ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν παραπλησίων πλῆθος, ὅμως οἱ πλείους αὐτῶν τὸν ἀπὸ τῆς γῆς ἀφέντες βίον ἐν λῃστηρίοις διετέλουν καὶ συνεχεῖ πολέμῳ πρός τε ἀλλήλους καὶ τοὺς ὁμόρους αὐτοῖς διαβαίνοντες τὸν Τάγον, ἕως ἔπαυσαν αὐτοὺς Ῥωμαῖοι ταπεινώσαντες καὶ κώμας ποιήσαντες τὰς πόλεις αὐτῶν τὰς πλείστας, ἐνίας δὲ καὶ συνοικίζοντες βέλτιον.
在塔霍斯河与阿尔塔布罗伊人之间,居住着大约三十个部落;尽管该地区无论在作物、牲畜还是在金、银及类似金属的蕴藏量上都非常富饶,然而他们中的大多数人放弃了依靠土地的生活,而是通过越过塔霍斯河,与彼此以及邻国进行不断的战争和掠夺来度日,直到罗马人降服了他们,将他们的大多数城市变为村庄,并对其中一些城市进行了更好的重新安置,从而制止了他们。
ἦρχον δὲ τῆς ἀνομίας ταύτης οἱ ὀρεινοί, καθάπερ εἰκός· λυπρὰν γὰρ νεμόμενοι καὶ μικρὰ κεκτημένοι τῶν ἀλλοτρίων ἐπεθύμουν, οἱ δὲ ἀμυνόμενοι τούτους ἄκυροι τῶν ἰδίων ἔργων καθίσταντο ἐξ ἀνάγκης, ὥστʼ ἀντὶ τοῦ γεωργεῖν ἐπολέμουν καὶ οὗτοι, καὶ συνέβαινε τὴν χώραν ἀμελουμένην στεῖραν οὖσαν τῶν ἐμφύτων ἀγαθῶν οἰκεῖσθαι ὑπὸ λῃστῶν.
正如预料的那样,这种无法无天的行为是由山民发起的;因为他们生活在贫瘠的土地上,拥有的财产很少,所以觊觎他人的财产,而那些抵抗他们的人被迫放弃了自己的工作,因此也参与了战争,而不是从事耕作,结果,这片土地被荒废,丧失了其天然的财富,成了盗匪们的居住地。
§3.3.6τοὺς δʼ οὖν Λυσιτανούς φασιν ἐνεδρευτικοὺς ἐξερευνητικοὺς ὀξεῖς κούφους εὐεξελίκτους·
无论如何,据说卢西塔尼亚人善于设伏、精于侦察、敏捷、身轻且动作灵活。
ἀσπίδιον δʼ αὐτοὺς δίπουν ἔχειν τὴν διάμετρον, κοῖλον εἰς τὸ πρόσθεν, τελαμῶσιν ἐξηρτημένον·
他们拥有一个直径两英尺的小盾,正面呈凹陷状,由肩带吊挂;因为它既没有带子也没有把手。
οὔτε γὰρ πόρπακας οὔτʼ ἀντιλαβὰς ἔχει παραξιφὶς πρὸς τούτοις ἢ κοπίς.
此外,他们还配有短剑或劈刀。
λινοθώρακες οἱ πλείους· σπάνιοι δὲ ἁλυσιδωτοῖς χρῶνται καὶ τριλοφίαις, οἱ δʼ ἄλλοι νευρίνοις κράνεσιν·
大多数人穿着亚麻胸甲;极少有人使用锁子甲和三羽饰头盔,其他人则使用由肌腱制成的头盔。
οἱ πεζοὶ δὲ καὶ κνημῖδας ἔχουσιν, ἀκόντια δʼ ἕκαστος πλείω· τινὲς δὲ καὶ δόρατι χρῶνται· ἐπιδορατίδες δὲ χάλκεαι.
步兵也穿着胫甲,每人配有多支标枪;有些人也使用长枪,长枪的枪尖是青铜制的。
ἐνίους δὲ τῶν προσοικούντων τῷ Δουρίῳ ποταμῷ λακωνικῶς διάγειν φασίν, ἀλειπτηρίοις χρωμένους δὶς καὶ πυρίαις ἐκ λίθων διαπύρων, ψυχρολουτροῦντας καὶ μονοτροφοῦντας καθαρείως καὶ λιτῶς.
据说,居住在杜里奥斯河附近的某些人过着斯巴达式的生活,每天两次使用涂油室和由灼热石头制成的蒸汽浴,用冷水洗澡,并以干净和简朴的方式一日仅进一餐。
θυτικοὶ δʼ εἰσὶ Λυσιτανοὶ τά τε σπλάγχνα ἐπιβλέπουσιν οὐκ ἐκτέμνοντες· προσεπιβλέπουσι δὲ καὶ τὰς ἐν τῇ πλευρᾷ φλέβας, καὶ ψηλαφῶντες δὲ τεκμαίρονται.
卢西塔尼亚人有祭祀的习俗,他们不切除内脏而直接观察它们;他们还观察侧肋的血管,并用手触摸来进行判断。
σπλαγχνεύονται δὲ καὶ διʼ ἀνθρώπων αἰχμαλώτων καλύπτοντες σάγοις· εἶθʼ ὅταν πληγῇ τὰ σπλάγχνα ὑπὸ τοῦ ἱεροσκόπου, μαντεύονται πρῶτον ἐκ τοῦ πτώματος.
他们还用人牲俘虏进行内脏占卜,用粗毛斗篷将他们覆盖;然后,当神官刺中俘虏的内脏时,他们首先根据俘虏倒地的方式进行预测。
τῶν δʼ ἁλόντων τὰς χεῖρας ἀποκόπτοντες τὰς δεξιὰς ἀνατιθέασιν.
他们将俘虏的右手斩下并奉献给神。

词汇与语法注释

  1. §3.3.4ἐπαινεῖν δʼ ἄξιον τὴν φύσιν — 不定词 `ἐπαινεῖν` 用于补充非人称使用的形容词 `ἄξιον`(省略了 `ἐστί`),意为“值得称赞”。
  2. §3.3.5ἀποβολῆς τοῦ ἡγεμόνος γενομένης — 由名词 `ἀποβολῆς` 和分词 `γενομένης` 构成的属格绝对结构,表示主句动作的原因或伴随情况(“当失去领袖时”或“由于失去了领袖”)。
  3. §3.3.5ἔπαυσαν αὐτοὺς Ῥωμαῖοι ταπεινώσαντες — 动词 `παύω`(使停止)带有宾语 `αὐτούς` 和补充性分词 `ταπεινώσαντες`(以及其后的 `ποιήσαντες`),构成了“罗马人通过屈服他们而使他们停止(掠夺)”的句式。
  4. §3.3.6ἀσπίδιον δʼ αὐτοὺς δίπουν ἔχειν τὴν διάμετρον — 受前文 `φασίν` 支配的间接引语中的対格不定词结构。`ἔχειν` 的宾语为 `ἀσπίδιον`,`δίπουν` 是其宾语补足语,而 `τὴν διάμετρον` 则是表示“在直径方面”的关系宾格(尊重宾格)。
  5. §3.3.6τῶν δʼ ἁλόντων — 动词 `ἁλίσκομαι`(被捕获)的不定过去时分词属格复数形式,在此作名词用(“被捕获的人们”),作为其后 `τὰς χεῖρας`(手)的所有属格,或作为与 `ἀποκόπτοντες`(斩下)连用的分离属格。

引用这一段

斯特拉波, 地理学 §3.3.4-3.3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.3.4-3.3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。