§3.2.13πρὸς δὲ τὸ βέλτιον ἐκ τούτων· ἥ τε γὰρ Ἡρακλέους στρατεία μέχρι δεῦρο προελθοῦσα καὶ τῶν Φοινίκων ὑπέγραφεν αὐτῷ πλοῦτόν τινα καὶ ῥᾳθυμίαν τῶν ἀνθρώπων· οὗτοι γὰρ Φοίνιξιν οὕτως ἐγένοντο σφόδρα ὑποχείριοι ὥστε τὰς πλείους τῶν ἐν τῇ Τουρδητανίᾳ πόλεων καὶ τῶν πλησίον τόπων ὑπʼ ἐκείνων νῦν οἰκεῖσθαι.
从这些事情中,关于较好且更真实的方面则是:赫拉克勒斯的远征到达了这里,以及腓尼基人的远征,都向他(荷马)暗示了这里人们的某种财富和安逸生活;因为这些人对腓尼基人如此服从,以至于图尔德塔尼亚的大部分城市和邻近地区现在都由腓尼基人居住。
καὶ ἡ τοῦ Ὀδυσσέως δὲ στρατεία δοκεῖ μοι δεῦρο γενηθεῖσα καὶ ἱστορηθεῖσα ὑπʼ αὐτοῦ παραδοῦναι πρόφασιν, ὥστε τὴν Ὀδύσσειαν καθάπερ καὶ τὴν Ἰλιάδα ἀπὸ τῶν συμβάντων μεταγαγεῖν εἰς ποίησιν καὶ τὴν συνήθη τοῖς ποιηταῖς μυθοποιίαν.
在我看来,奥德修斯的远征似乎也曾到达这里,并被他调查,从而提供了契机,使得《奥德赛》就像《伊利亚特》一样,从实际发生的事情转化为诗歌和诗人们常用的神话创作。
οὐ γὰρ μόνον οἱ κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν τόποι καὶ ἄλλοι τινὲς τῶν τοιούτων σημεῖα ὑπογράφουσιν, ἀλλὰ καὶ ἐν τῇ Ἰβηρίᾳ Ὀδύσσεια πόλις δείκνυται καὶ Ἀθηνᾶς ἱερὸν καὶ ἄλλα μυρία ἴχνη τῆς τε ἐκείνου πλάνης καὶ ἄλλων τῶν ἐκ τοῦ Τρωικοῦ πολέμου γενομένων ἐπʼ ἴσης κακώσαντος τούς τε πολεμηθέντας καὶ τοὺς ἑλόντας τὴν Τροίαν· καὶ γὰρ οὗτοι Καδμείαν νίκην ἐτύγχανον ἠρμένοι, τῶν τε οἴκων αὐτοῖς κατεφθαρμένων καὶ τῶν λαφύρων ὀλίγων εἰς ἕκαστον ἐληλυθότων· συνέβη τοῖς περιλειφθεῖσιν ἀπελθοῦσιν ἐκ τῶν κινδύνων κατὰ λῃστείας τρέπεσθαι, τοῖς μὲν διὰ τὸ ἐκπεπορθῆσθαι τοῖς δὲ διὰ τὴν αἰσχύνην, ἑκάστου προλαβόντος
αἰσχρόν τοι δηρόν τε μένειν
ἄνευ τῶν οἰκείων
κενεόν τε νέεσθαι
παρʼ αὐτοὺς πάλιν.
因为不仅意大利和西西里周围地区以及其他一些此类地区暗示了这些迹象,而且在伊比利亚也有一个名为奥德修斯的城市,还有阿典娜的神庙,以及不计其数的其他痕迹,记录着他的流浪以及其他从特洛伊战争中归来者的流浪,那场战争同样给被侵略者和攻占特洛伊的人带来了灾难;因为这些人也恰好获得了“卡德摩斯式的胜利”,他们的家园被毁,每个人分得的战利品寥寥无几;在脱离危险后幸存下来的人,有些因为家园被洗劫,有些因为感到耻辱,只好转而从事海盗活动,因为每个人都预先想到: “在远离亲人的地方长期停留并空手而归,确实是一件可耻的事” 再次回到他们身边。
ἥ τε τοῦ Αἰνείου παραδέδοται πλάνη καὶ Ἀντήνορος καὶ ἡ τῶν Ἑνετῶν· ὡσαύτως καὶ ἡ Διομήδους τε καὶ Μενελάου καὶ ἄλλων πλειόνων.
埃涅阿斯的流浪、安特诺尔的流浪以及赫内托伊人的流浪也被流传下来;同样还有迪奥梅德斯、梅内拉乌斯以及其他许多人的流浪。
ὁ τοίνυν ποιητὴς τὰς τοσαύτας στρατείας ἐπὶ τὰ ἔσχατα τῆς Ἰβηρίας ἱστορηκώς, πυνθανόμενος δὲ καὶ πλοῦτον καὶ τὰς ἄλλας ἀρετὰς (οἱ γὰρ Φοίνικες ἐδήλουν τοῦτο) ἐνταῦθα τὸν τῶν εὐσεβῶν ἔπλασε χῶρον καὶ τὸ Ἠλύσιον πεδίον, οὗ φησιν ὁ Πρωτεὺς ἀποικήσειν τὸν Μενέλαον
ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς· τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν· οὐ νιφετὸς οὔτʼ ἂρ χειμὼν πολὺς οὐδέ ποτʼ ὄμβρος, ἀλλʼ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους.
因此,诗人在调查了如此多远征至伊比利亚极西之地的历史,并听闻了此地的财富和其他优点后(因为腓尼基人表明了这一点),便在这里创作了虔敬者之所和埃律西昂乐土,普罗透斯说梅内拉乌斯将移居此地: “但神明会将你送往大地的尽头和埃律西昂乐土,那里有金发的拉达曼迪斯;那里对人类来说生活最为轻松;没有积雪,也没有严冬,更没有大雨,只有大洋始终吹送着西风(泽费罗斯)清凉的微风,使人们感到凉爽。
τό τε γὰρ εὐάερον καὶ τὸ εὔπνουν τοῦ ζεφύρου ταύτης ἐστὶ τῆς χώρας οἰκεῖον ἑσπερίου τε καὶ ἀλεεινῆς οὔσης, τό τε ἐπὶ τοῖς πέρασι τῆς γῆς ἐφʼ οἷς καὶ τὸν Ἅιδην μεμυθεῦσθαι ἔφαμεν, ὅ τε Ῥαδάμανθυς παρατεθεὶς ὑπογράφει τὸν πλησίον τῷ Μίνῳ τόπον, περὶ οὗ φησίν
ἔνθʼ ἤτοι Μίνωα ἴδον Διὸς ἀγλαὸν υἱόν, χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσι.
” 因为温和的气候和西风的清凉微风是这片位于西方且温暖的土地所特有的,而且大地的尽头(我们曾说哈迪斯也在那里被神话化)以及拉达曼迪斯被安置在附近,都暗示着该地邻近米诺斯,关于米诺斯他说道: “在那里,我确实看到了宙斯显赫的儿子米诺斯,手握金杖,为死者主持公正。
καὶ οἱ μετὰ ταῦτα δὲ ποιηταὶ παραπλήσια θρυλοῦσι, τήν τε ἐπὶ τὰς Γηρυόνου βόας στρατείαν καὶ τὴν ἐπὶ τὰ μῆλα τῶν Ἑσπερίδων τὰ χρύσεα ὡσαύτως, καὶ μακάρων τινὰς νήσους κατονομάζοντες, ἃς καὶ νῦν δεικνυμένας ἴσμεν οὐ πολὺ ἄπωθεν τῶν ἄκρων τῆς Μαυρουσίας τῶν ἀντικειμένων τοῖς Γαδείροις.
” 此后的诗人们也反复传颂着类似的事情,同样有寻找革律翁之牛的远征,也有寻找赫斯佩里得斯黄金苹果的远征,并且将某些岛屿命名为福地之岛,我们知道这些岛屿现在仍被指出距离与加德伊拉相对的毛鲁西亚角不远。
§3.2.14τοὺς δὲ Φοίνικας λέγω μηνυτάς· καὶ τῆς Ἰβηρίας καὶ τῆς Λιβύης τὴν ἀρίστην οὗτοι κατέσχον πρὸ τῆς ἡλικίας τῆς Ὁμήρου καὶ διετέλεσαν κύριοι τῶν τόπων ὄντες, μέχρι οὗ Ῥωμαῖοι κατέλυσαν αὐτῶν τὴν ἡγεμονίαν.
我说腓尼基人是信息提供者;他们在荷马时代之前就占领了伊比利亚和利比亚最富庶的地方,并一直是这些地方的主人,直到罗马人推翻了他们的统治。
τοῦ δʼ Ἰβηρικοῦ πλούτου καὶ ταῦτα μαρτύρια· Καρχηδόνιοι μετὰ τοῦ Βάρκα στρατεύσαντες κατέλαβον, ὥς φασιν οἱ συγγραφεῖς, φάτναις ἀργυραῖς καὶ πίθοις χρωμένους τοὺς ἐν τῇ Τουρδητανίᾳ.
关于伊比利亚的财富,这些也是证据:与巴卡一同远征的迦太基人发现,如历史学家所说,图尔德塔尼亚的人们使用的是银制的饲料槽和陶罐。
ὑπολάβοι δʼ ἄν τις ἐκ τῆς πολλῆς εὐδαιμονίας καὶ μακραίωνας ὀνομασθῆναι τοὺς ἐνθάδε ἀνθρώπους, καὶ μάλιστα τοὺς ἡγεμόνας, καὶ διὰ τοῦτο Ἀνακρέοντα μὲν οὕτως εἰπεῖν
ἔγωγʼ οὔτʼ ἂν Ἀμαλθίης βουλοίμην κέρας οὔτʼ ἔτεα πεντήκοντά τε καὶ ἑκατὸν Ταρτησσοῦ βασιλεῦσαι,
Ἡρόδοτον δὲ καὶ τὸ ὄνομα τοῦ βασιλέως καταγράψαι καλέσαντα Ἀργανθώνιον.
人们可能会从其极大的富裕中推测,这里的居民,特别是他们的领袖,也被称为“长寿者”,因此阿那克里翁曾这样说: “我既不渴望阿玛尔泰娅的丰饶之角,也不愿统治塔尔特苏斯一百五十年,” 而希罗多德也记录了这位国王的名字,称他为阿尔甘托尼乌斯。
§3.2.15τῇ δὲ τῆς χώρας εὐδαιμονίᾳ καὶ τὸ ἥμερον καὶ τὸ πολιτικὸν συνηκολούθησε τοῖς Τουρδητανοῖς, καὶ τοῖς Κελτικοῖς δὲ διὰ τὴν γειτνίασιν, ὡς δʼ εἴρηκε Πολύβιος διὰ τὴν συγγένειαν· ἀλλʼ ἐκείνοις μὲν ἧττον· τὰ πολλὰ γὰρ κωμηδὸν ζῶσιν.
伴随着这片土地的富饶,温和的性格和公民的礼仪也随之融入了图尔德塔尼亚人,并由于邻近(或者如波里比乌斯所说,由于亲缘关系)也融入了凯尔特人;但对于后者而言程度较轻,因为他们大多过着村落生活。
οἱ μέντοι Τουρδητανοὶ καὶ μάλιστα οἱ περὶ τὸν Βαῖτιν τελέως εἰς τὸν Ῥωμαίων μεταβέβληνται τρόπον οὐδὲ τῆς διαλέκτου τῆς σφετέρας ἔτι μεμνημένοι.
然而,图尔德塔尼亚人,特别是拜蒂斯河周围的人,已经完全转变为罗马人的生活方式,甚至不再记得他们自己的语言。
Λατῖνοί τε οἱ πλεῖστοι γεγόνασι καὶ ἐποίκους εἰλήφασι Ῥωμαίους, ὥστε μικρὸν ἀπέχουσι τοῦ πάντες εἶναι Ῥωμαῖοι.
大多数人已经成为拉丁公民,并接纳了罗马移民,因此他们与完全成为罗马人几乎没有差别。
αἵ τε νῦν συνῳκισμέναι πόλεις, ἥ τε ἐν τοῖς Κελτικοῖς Παξαυγοῦστα καὶ ἡ ἐν τοῖς Τουρδούλοις Αὐγοῦστα Ἠμέριτα καὶ ἡ περὶ τοὺς Κελτίβηρας Καισαραυγοῦστα καὶ ἄλλαι ἔνιαι κατοικίαι, τὴν μεταβολὴν τῶν λεχθεισῶν πολιτειῶν ἐμφανίζουσι.
现在建立的城市,如凯尔特人地区的帕克斯·奥古斯塔、图尔杜利人地区的老兵奥古斯塔(奥古斯塔·埃梅里塔)、凯尔特伊比利亚人周围的凯撒奥古斯塔,以及其他一些定居点,都表明了上述政体的转变。
καὶ δὴ τῶν Ἰβήρων ὅσοι ταύτης εἰσὶ τῆς ἰδέας τογᾶτοι λέγονται· ἐν δὲ τούτοις εἰσὶ καὶ οἱ Κελτίβηρες οἱ πάντων νομισθέντες ποτὲ θηριωδέστατοι.
事实上,凡属于这种生活方式的伊比利亚人都被称为“托加人”;在这些人中也包括凯尔特伊比利亚人,他们曾被认为是所有人中最野蛮的。
ταῦτα μὲν περὶ τούτων.
关于这些就说到这里。