§3.2.5καταμαθόντες δʼ οὖν τὴν φύσιν τῶν τόπων οἱ ἄνθρωποι καὶ τὰς ἀναχύσεις ὁμοίως ὑπουργεῖν τοῖς ποταμοῖς δυναμένας πόλεις ἔκτισαν ἐπʼ αὐτῶν καὶ ἄλλας κατοικίας, καθάπερ ἐπὶ τῶν ποταμῶν·
因此,人们在了解了这些地方的性质并得知潮汐口可以像河流一样发挥作用后,便在它们身边建立了城市和其他定居点,正如在河流身边一样。
τούτων δʼ ἐστὶν ἥ τε Ἄστα καὶ Νάβρισσα καὶ Ὄνοβα καὶ Ὀσσόνοβα καὶ Μαίνοβα καὶ ἄλλαι πλείους.
在这些城市中,有阿斯塔、纳布里萨、奥诺巴、奥索诺巴、迈诺巴等许多城市。
προσλαμβάνουσι δὲ καὶ διώρυγες ἔσθʼ ὅπου γεγονυῖαι τῷ πολλαχόθεν εἶναι καὶ πολλαχόσε τὴν κομιδὴν καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἔξω.
此外,随处开挖的运河进一步增加了便利,使得货物得以从多处运往多处,无论是在他们彼此之间还是运往外界。
καὶ αἱ σύρροιαι δὲ ὡσαύτως ὠφελοῦσι κατὰ τὰς ἐπὶ πολὺ πλήμας διαχεομένας ἐπὶ τῶν διειργόντων ἰσθμῶν τοὺς πόρους καὶ πλωτοὺς ἀπεργαζομένας, ὥστε πορθμεύεσθαι καὶ ἐκ τῶν ποταμῶν εἰς τὰς ἀναχύσεις κἀκεῖθεν δεῦρο.
同样地,水源的汇合也大有裨益,因为大范围扩散的满潮越过了分隔它们的地峡,使通道可以通航,从而使人们能够乘船从河流进入潮汐口,再从那里回到这里。
ἅπασα δʼ ἡ ἐμπορία πρὸς τὴν Ἰταλίαν ἐστὶ καὶ τὴν Ῥώμην, ἔχουσα τὸν πλοῦν μέχρι τῶν στηλῶν ἀγαθὸν (πλὴν εἴ τίς ἐστι περὶ τὸν πορθμὸν δυσκολία) καὶ τὸν πελάγιον τὸν ἐν τῇ καθʼ ἡμᾶς θαλάττῃ.
所有的贸易都是与意大利和罗马进行的,直到柱石为止的航程都很顺利(除了海峡附近可能存在的某些困难外),在我们这片海域中的公海航行也同样顺利。
διὰ γὰρ εὐδίου κλίματος οἱ δρόμοι συντελοῦνται καὶ μάλιστα τῷ πελαγίζοντι· τοῦτο δὲ πρόσφορόν ἐστι ταῖς ἐμπορικαῖς ὁλκάσιν.
因为航线是在温和的气候下完成的,特别是对于在公海航行的人来说;这对于商用货船非常有利。
ἔχουσι δὲ καὶ οἱ ἄνεμοι τάξιν οἱ πελάγιοι·
公海的风也具有规则。
πρόσεστι δὲ καὶ ἡ νῦν εἰρήνη, τῶν λῃστηρίων καταλυθέντων, ὥσθʼ ἡ σύμπασα ὑπάρχει ῥᾳστώνη τοῖς πλοϊζομένοις.
此外,由于海盗活动已被铲除,现在的和平也加持于此,因此航海者们享有完全的便利。
ἴδιον δέ τί φησι Ποσειδώνιος τηρῆσαι κατὰ τὸν ἀνάπλουν τὸν ἐκ τῆς Ἰβηρίας, ὅτι οἱ εὖροι κατʼ ἐκεῖνο τὸ πέλαγος ἕως τοῦ Σαρδῴου κόλπου πνέοιεν ἐτησίαι·
波塞多尼乌斯说,他在从伊比利亚回程的航行中观察到一件奇特的事情:在那片海域,直到撒丁湾,东风都是作为季风吹拂。
διὸ καὶ τρισὶ μησὶν εἰς Ἰταλίαν κατᾶραι μόλις παραδιενεχθεὶς περί τε τὰς Γυμνησίας νήσους καὶ περὶ Σαρδόνα καὶ τὰ ἄλλα ἀπαντικρὺ τούτων μέρη τῆς Λιβύης.
因此,他花了三个月的时间才艰难抵达意大利,期间在吉姆内西亚群岛、撒丁以及与这些地方相对的利比亚其他地区周围被吹离了航线。
§3.2.6Ἐξάγεται δʼ ἐκ τῆς Τουρδητανίας σῖτός τε καὶ οἶνος πολὺς καὶ ἔλαιον οὐ πολὺ μόνον ἀλλὰ καὶ κάλλιστον·
图尔德塔尼亚出口粮食、大量的葡萄酒,以及不仅数量众多而且品质极佳的橄榄油。
καὶ κηρὸς δὲ καὶ μέλι καὶ πίττα ἐξάγεται καὶ κόκκος πολλὴ καὶ μίλτος οὐ χείρων τῆς Σινωπικῆς γῆς.
此外,还出口蜜蜡、蜂蜜、沥青,以及大量的胭脂虫和不亚于锡诺普土的红土。
τά τε ναυπήγια συνιστᾶσιν αὐτόθι ἐξ ἐπιχωρίας ὕλης, ἅλες τε ὀρυκτοὶ παρʼ αὐτοῖς εἰσι καὶ ποταμῶν ἁλμυρῶν ῥεύματα οὐκ ὀλίγα·
他们利用当地的木材在当地建造造船厂,他们那里还有矿盐和不少咸水河的河流。
οὐκ ὀλίγη δὲ οὐδὲ ἐκ τῶν ὄψων ταριχεία οὐκ ἔνθεν μόνον ἀλλὰ καὶ ἐκ τῆς ἄλλης τῆς ἐκτὸς στηλῶν παραλίας, οὐ χείρων τῆς Ποντικῆς.
鱼类盐制品也为数不少,不仅产自这里,还产自柱石外侧的其他海岸,其品质不亚于蓬托斯的产品。
πολλὴ δὲ καὶ ἐσθὴς πρότερον ἤρχετο, νῦν δὲ ἔρια μᾶλλον τῶν κοραξῶν.
以前也有很多衣服送往国外,但现在更多的是“乌鸦”般黑羊的羊毛。
καὶ ὑπερβολή τίς ἐστι τοῦ κάλλους· ταλαντιαίους γοῦν ὠνοῦνται τοὺς κριοὺς εἰς τὰς ὀχείας.
这种羊毛极其美丽;无论如何,他们甚至以一塔兰同的价格购买公羊用于配种。
ὑπερβολὴ δὲ καὶ τῶν λεπτῶν ὑφασμάτων, ἅπερ οἱ Σαλτιγῖται κατασκευάζουσιν.
此外,萨尔蒂吉人制作的细织物也极为精美。
ἄφθονος δὲ καὶ βοσκημάτων εὐπορία παντοίων καὶ κυνηγεσίων.
各种牲畜和猎物的供应也非常丰饶。
τῶν δʼ ὀλεθρίων θηρίων σπάνις πλὴν τῶν γεωρύχων λαγιδέων, οὓς ἔνιοι λεβηρίδας προσαγορεύουσι· λυμαίνονται γὰρ καὶ φυτὰ καὶ σπέρματα ῥιζοφαγοῦντες·
除了掘地的野兔(有些人称之为“皮袋兔”)之外,有害的野兽十分稀少;因为它们通过啃食根部来危害植物和种子。
καὶ τοῦτο συμβαίνει καθʼ ὅλην τὴν Ἰβηρίαν σχεδόν τι, διατείνει δὲ καὶ μέχρι Μασσαλίας, ὀχλεῖ δὲ καὶ τὰς νήσους.
这种情况几乎发生在整个伊比利亚,甚至延伸到马萨利亚,也困扰着那些岛屿。
οἱ δὲ τὰς Γυμνησίας οἰκοῦντες λέγονται πρεσβεύσασθαί ποτε πρὸς Ῥωμαίους κατὰ χώρας αἴτησιν· ἐκβάλλεσθαι γὰρ ὑπὸ τῶν ζῴων τούτων, ἀντέχειν μὴ δυνάμενοι διὰ τὸ πλῆθος.
据说,吉姆内西亚群岛的居民曾向罗马人派遣使节请求赏赐土地,因为他们正被这些动物驱逐,由于数量太多而无法抵挡。
πρὸς μὲν οὖν τὸν τοσοῦτον ἴσως πόλεμον, ὃς οὐκ ἀεὶ συμβαίνει, φορᾷ δέ τινι λοιμικῇ καθάπερ ὄφεων καὶ μυῶν τῶν ἀρουραίων, χρεία τῆς τοσαύτης ἐπικουρίας, πρὸς δὲ τὸ μέτριον ἐξεύρηνται πλείους θῆραι·
因此,针对如此规模的战争(这并非经常发生,而是在像蛇和野鼠灾害一样的某种疫病般爆发时才会发生),确实需要如此巨大的援助;但对于中等数量的野兔,人们已经发明了许多狩猎方法。
καὶ δὴ καὶ γαλᾶς ἀγρίας ἃς ἡ Λιβύη φέρει τρέφουσιν ἐπίτηδες, ἃς φιμώσαντες παριᾶσιν εἰς τὰς ὀπάς· αἱ δʼ ἐξέλκουσιν ἔξω τοῖς ὄνυξιν οὓς ἂν καταλάβωσιν, ἢ φεύγειν ἀναγκάζουσιν εἰς τὴν ἐπιφάνειαν, ἐκπεσόντας δὲ θηρεύουσιν οἱ ἐφεστῶτες.
特别是,他们专门饲养利比亚出产的野生鼬(雪貂),给它们戴上口套后放进洞里;它们会用爪子把抓到的野兔拖出来,或者迫使它们逃到地面,而守候在外面的人则在它们逃出时将其捕获。
τὴν δὲ ἀφθονίαν τῶν ἐκκομιζομένων ἐκ τῆς Τουρδητανίας ἐμφανίζει τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν ναυκληρίων· ὁλκάδες γὰρ μέγισται παρὰ τούτων πλέουσιν εἰς Δικαιάρχειαν καὶ τὰ Ὤστια τῆς Ῥώμης ἐπίνειον· τὸ δὲ πλῆθος μικροῦ δεῖν ἐνάμιλλον τοῖς Λιβυκοῖς.
从图尔德塔尼亚出口物资的丰饶程度可以从商船的尺寸和数量中看出:因为这里有极大的商船驶往迪凯阿尔基亚和罗马的港口奥斯蒂亚;其数量几乎可以与利比亚的船队媲美。