Humanitext Reader

斯特拉波 · 地理学 §3.2.4

图尔德塔尼亚的物产与潮汐内陆航行

第 97 段,共 577 段 · 希腊语

内容简介

作者阐述了图尔德塔尼亚丰饶的农业生产,以及因满潮而使船只得以深入内陆的潮汐口的地理便利,同时也解释了这种剧烈潮汐对航行和牲畜带来的利弊影响。

§3.2.4αὐτὴ δʼ ἡ Τουρδητανία θαυμαστῶς εὐτυχεῖ· παμφόρου δʼ οὔσης αὐτῆς, ὡσαύτως δὲ καὶ πολυφόρου, διπλασιάζεται τὰ εὐτυχήματα ταῦτα τῷ ἐκκομισμῷ· τὸ γὰρ περιττεῦον τῶν καρπῶν ἀπεμπολεῖται ῥᾳδίως τῷ πλήθει τῶν ναυκληρίων.
图尔德塔尼亚本身惊人地富庶;由于该地出产一切物品,且产量同样极大,这些优势因出口而倍增;因为作物的剩余部分因商船数量众多而极易售出。
ποιοῦσι δὲ τοῦτο οἵ τε ποταμοὶ καὶ αἱ ἀναχύσεις, ὡς εἶπον, ἐμφερεῖς τοῖς ποταμοῖς οὖσαι καὶ ἀναπλεόμεναι παραπλησίως ἐκ θαλάττης οὐ μικροῖς μόνον ἀλλὰ καὶ μεγάλοις σκάφεσιν εἰς τὰς ἐν τῇ μεσογαίᾳ πόλεις.
正如我所说,河流和类似于河流的潮汐口使这成为可能,大小船只均可同样从海洋通过这些通道向上游航行,抵达内陆的城市。
ἅπασα γάρ ἐστι πεδιὰς ἡ ὑπὲρ τῆς παραλίας ἐπὶ πολὺ τῆς μεταξὺ τοῦ τε ἱεροῦ ἀκρωτηρίου καὶ στηλῶν.
因为在圣角与柱石之间、海岸线上方延伸很远的所有地区都是平原。
ἐνταῦθα δὲ πολλαχοῦ κοιλάδες εἰς τὴν μεσόγαιαν ἐκ τῆς θαλάττης ἀνέχουσι φάραγξι μετρίαις ἢ καὶ ῥείθροις ἐοικυῖαι ποταμίοις, ἐκτεταμέναι ἐπὶ πολλοὺς σταδίους· ταύτας δὲ πληροῦσιν αἱ τῆς θαλάττης ἐπιβάσεις κατὰ τὰς πλημμυρίδας, ὥστʼ ἀναπλεῖσθαι μηδὲν ἧττον ἢ τοὺς ποταμούς, ἀλλὰ καὶ βέλτιον· τοῖς γὰρ κατάπλοις ἔοικε τοῖς ποταμίοις, ἀντικόπτοντος μὲν οὐδενός, ἐπουρίζοντος δὲ τοῦ πελάγους καθάπερ τοῦ ποταμίου ῥεύματος διὰ τὴν πλημμυρίδα.
在这里,有许多山谷从海洋延伸到内陆,类似于中等深渊或河流通道,绵延数个斯塔迪亚;在满潮时,海水涌入并填满这些山谷,使得它们可以像河流一样便利地向上航行,甚至更好;因为这类似于顺流航行,没有任何阻碍,而公海因满潮如同河水一般,像顺风一样推动着航行。
αἱ δʼ ἐπιβάσεις μείζους εἰσὶν ἐνταῦθα ἢ ἐν τοῖς ἄλλοις τόποις, ὅτι εἰς πόρον συνωθουμένη στενὸν ἡ θάλαττα ἐκ μεγάλου πελάγους, ὃν ἡ Μαυρουσία ποιεῖ πρὸς τὴν Ἰβηρίαν, ἀνακοπὰς λαμβάνει καὶ φέρεται πρὸς τὰ εἴκοντα μέρη τῆς γῆς εὐπετῶς.
此处的潮水涌入比其他地方更大,因为海洋从广阔的大洋被推入毛鲁西亚与伊比利亚所形成的狭窄海峡中,受到阻碍,从而轻而易举地流向陆地退让的部分。
ἔνιαι μὲν οὖν τῶν τοιούτων κοιλάδων κενοῦνται κατὰ τὰς ἀμπώτεις, τινὰς δʼ οὐ παντάπασιν ἐπιλείπει τὸ ὕδωρ, ἔνιαι δὲ καὶ νήσους ἀπολαμβάνουσιν ἐν ἑαυταῖς.
因此,这类山谷中有些在退潮时会变空,而有些山谷中的水则不会完全枯竭,还有一些甚至在内部容纳了岛屿。
τοιαῦται μὲν οὖν εἰσιν αἱ ἀναχύσεις αἱ μεταξὺ τοῦ τε ἱεροῦ ἀκρωτηρίου καὶ τῶν στηλῶν, ἐπίδοσιν ἔχουσαι σφοδροτέραν παρὰ τὰς ἐν τοῖς ἄλλοις τόποις· ἡ τοιαύτη δʼ ἐπίδοσις ἔχει μέν τι καὶ πλεονέκτημα πρὸς τὰς χρείας τῶν πλοϊζομένων· πλείους γὰρ καὶ μείζους ποιεῖ τὰς ἀναχύσεις, πολλάκις καὶ ἐπὶ * ὀκτὼ σταδίους ἀναπλεομένας, ὥστε τρόπον τινὰ πᾶσαν πλωτὴν παρέχεται τὴν γῆν καὶ εὐπετῆ πρός τε τὰς ἐξαγωγὰς τῶν φορτίων καὶ τὰς εἰσαγωγάς.
因此,圣角与柱石之间的潮汐口就是如此,其涨潮比其他地方更为剧烈;这种潮水上涨对航海者的需求在某种程度上有其优势:因为它使潮汐口变得更多、更大,往往可向上游航行达 * 八个斯塔迪亚,从而在某种意义上使整个地区都可通航,便于货物的出口和进口。
ἔχει δέ τι καὶ ὀχληρόν· αἱ γὰρ ἐν τοῖς ποταμοῖς ναυτιλίαι διὰ τὴν σφοδρότητα τῆς πλημμυρίδος ἰσχυρότερον τῇ ῥύσει τῶν ποταμῶν ἀντιπνέουσαν κίνδυνον οὐ μικρὸν τοῖς ναυκληρίοις ἐπιφέρουσι κατακομιζομένοις τε ὁμοίως καὶ ἀνακομιζομένοις.
但这也有令人苦恼之处:因为在河流中航行时,由于满潮的猛烈,潮水逆着河流的奔流而更加强劲地冲击,给无论是下行还是上行的船主们都带来了不小的危险。
αἱ δὲ ἀμπώτεις ἐν ταῖς ἀναχύσεσίν εἰσι βλαβεραί· ταῖς γὰρ πλημμυρίσιν ἀνὰ λόγον καὶ αὐταὶ παροξύνονται, διά τε τὸ τάχος καὶ ἐπὶ ξηρᾶς πολλάκις ἐγκατέλιπον τὴν ναῦν.
而潮汐口的退潮也是有害的:因为退潮本身也与满潮成比例地加剧,由于其速度极快,往往将船只遗留在干涸的陆地上。
τά τε βοσκήματα εἰς τὰς νήσους διαβαίνοντα τὰς πρὸ τῶν ἀναχύσεων τοτὲ μὲν οὖν καὶ ἐπεκλύσθη τοτὲ δὲ ἀπελήφθη, βιαζόμενα δʼ ἐπανελθεῖν οὐκ ἴσχυσεν ἀλλὰ διεφθάρη· τὰς δὲ βοῦς φασι καὶ τετηρηκυίας τὸ συμβαῖνον περιμένειν τὴν ἀναχώρησιν τῆς θαλάττης καὶ τότε ἀπαίρειν εἰς τὴν ἤπειρον.
此外,越过潮汐口前的岛屿的牲畜,有时会被洪水淹没,有时会被潮水隔绝,被迫返回时无力支持而丧生;但据说母牛们观察到了这一现象,会等待海水退去,然后才离开前往大陆。

词汇与语法注释

  1. §3.2.4παμφόρου δʼ οὔσης αὐτῆς, ὡσαύτως δὲ καὶ πολυφόρου — 属格绝对(genitive absolute)结构。形容词 πάμφορος(出产一切)与 πολύφορος(产量丰盛)的对比,强调了该土地肥沃在质和量两方面的特征。
  2. §3.2.4ἀντικόπτοντος μὲν οὐδενός, ἐπουρίζοντος δὲ τοῦ πελάγους... — 两个属格绝对结构并列,解释了为何向上游航行(逆流)反而类似于顺流航行(即无阻碍且有推力)。
  3. §3.2.4ἡ τοιαύτη δʼ ἐπίδοσις ἔχει μέν τι καὶ πλεονέκτημα... ἔχει δέ τι καὶ ὀχληρόν — μέν... δέ... 的对照结构。清晰地对比了潮水上涨(ἐπίδοσις)所带来的便利(πλεονέκτημα)与弊端(ὀχληρόν)。
  4. §3.2.4τὰς δὲ βοῦς φασι καὶ τετηρηκυίας τὸ συμβαῖνον περιμένειν... — 间接引语中的对格加不定式(accusative with infinitive)结构。完成时主动分词 τετηρηκυίας(阴性对格复数)与对格主语 τὰς δὲ βοῦς 一致,并修饰不定式 περιμένειν 和 ἀπαίρειν。

引用这一段

斯特拉波, 地理学 §3.2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:3.2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。