§3.1.7τῆς δὲ παραλίας ταύτης, εἰς ἣν ὅ τε Βαῖτις καὶ ὁ Ἄνας ἐκδίδωσι, καὶ τῶν ἐσχάτων τῆς Μαυρουσίας εἰς τὸ μεταξὺ ἐμπῖπτον τὸ Ἀτλαντικὸν πέλαγος ποιεῖ τὸν κατὰ στήλας πορθμόν, καθʼ ὃν ἡ ἐντὸς θάλαττα συνάπτει τῇ ἐκτός.
而在拜蒂斯河和阿纳斯河所注入的这一海岸,与马乌鲁西亚的尽头之间流入的大西洋,形成了柱石处的海峡,内海通过该海峡与外海相连。
ἐνταῦθα δὴ ὄρος ἐστὶ τῶν Ἰβήρων τῶν καλουμένων Βαστητανῶν, οὓς καὶ Βαστούλους καλοῦσιν, ἡ Κάλπη, τῇ περιοχῇ μὲν οὐ μέγα τῷ δʼ ὕψει μέγα καὶ ὄρθιον ὥστε πόρρωθεν νησοειδὲς φαίνεσθαι.
在此处,有一座属于被称为巴斯泰塔尼亚人(人们也称其为巴斯图利亚人)的伊比利安人的山,名为卡尔佩;它在周长上并不大,但高度极高且陡峭,以致从远处看去宛如一座岛屿。
ἐκπλέουσιν οὖν ἐκ τῆς ἡμετέρας θαλάττης εἰς τὴν ἔξω δεξιόν ἐστι τοῦτο, καὶ πρὸς αὐτὸ Καρτηία πόλις ἐν τετταράκοντα σταδίοις ἀξιόλογος καὶ παλαιά, ναύσταθμόν ποτε γενομένη τῶν Ἰβήρων.
因此,对于从我们的海域航行到外海的人来说,这位于右侧,在其附近四十斯塔迪亚处,坐落着著名而古老的城市卡尔泰亚,这里曾是伊比利安人的军港。
ἔνιοι δὲ καὶ Ἡρακλέους κτίσμα λέγουσιν αὐτήν, ὧν ἐστι καὶ Τιμοσθένης, ὅς φησι καὶ Ἡράκλειαν ὀνομάζεσθαι τὸ παλαιόν, δείκνυσθαί τε μέγαν περίβολον καὶ νεωσοίκους.
有些人还说它是赫拉克勒斯所建,其中也包括蒂莫斯提尼,他说该城在古代被称为赫拉克莱亚,并且有巨大的围墙和船坞遗迹可供示人。
§3.1.8εἶτα Μελλαρία ταριχείας ἔχουσα καὶ μετὰ ταῦτα Βελὼν πόλις καὶ ποταμός.
接着是拥有鱼类盐渍加工厂的梅拉里亚,随后是贝隆城和贝隆河。
ἐντεῦθεν οἱ διάπλοι μάλιστά εἰσιν εἰς Τίγγιν τῆς Μαυρουσίας καὶ ἐμπόρια καὶ ταριχεῖαι.
从这里最常渡海前往马乌鲁西亚的廷吉斯,并且此处有交易所和盐渍加工厂。
ἦν δὲ καὶ Ζῆλις τῆς Τίγγιος ἀστυγείτων, ἀλλὰ μετῴκισαν ταύτην εἰς τὴν περαίαν Ῥωμαῖοι καὶ ἐκ τῆς Τίγγιος προσλαβόντες τινάς· ἔπεμψαν δὲ καὶ παρʼ ἑαυτῶν ἐποίκους καὶ ὠνόμασαν Ἰουλίαν Ἴοζαν τὴν πόλιν.
曾与廷吉斯相邻的还有泽利斯,但罗马人将该城迁到了对岸,并从廷吉斯也带走了一部分人;他们还从自己人中派遣了移民,并将该城命名为尤利亚·伊奥萨。
εἶτα Γάδειρα, πορθμῷ στενῷ διειργομένη νῆσος ἀπὸ τῆς Τουρδητανίας, διέχουσα τῆς Κάλπης περὶ ἑπτακοσίους καὶ πεντήκοντα σταδίους· οἱ δὲ ὀκτακοσίους φασίν.
接下来是加代拉,这是一个由狭窄海峡与图尔德塔尼亚隔开的岛屿,距离卡尔佩大约七百五十斯塔迪亚;也有人说是八百斯塔迪亚。
ἔστι δʼ ἡ νῆσος αὕτη τἆλλα μὲν οὐδὲν διαφέρουσα τῶν ἄλλων, ἀνδρείᾳ δὲ τῶν ἐνοικούντων τῇ περὶ τὰς ναυτιλίας καὶ φιλίᾳ πρὸς Ῥωμαίους τοσαύτην ἐπίδοσιν εἰς πᾶσαν εὐτυχίαν ἔσχεν ὥστε καίπερ ἐσχάτη ἱδρυμένη τῆς γῆς ὀνομαστοτάτη τῶν ἁπασῶν ἐστιν.
这一岛屿在其他方面与其他岛屿并无二致,但因居民在航海方面的勇敢以及对罗马人的友好,在一切福祉上获得了如此巨大的发展,以至于尽管它坐落在陆地的最边缘,却在所有岛屿中最负盛名。
ἀλλὰ περὶ μὲν ταύτης ἐροῦμεν, ὅταν καὶ περὶ τῶν ἄλλων νήσων λέγωμεν.
不过,关于该岛,我们将在讨论其他岛屿时再予以叙述。
§3.1.9Ἐφεξῆς δʼ ἐστὶν ὁ Μενεσθέως καλούμενος λιμὴν καὶ ἡ κατὰ Ἄσταν ἀνάχυσις καὶ Νάβρισσαν.
紧接着是被称为梅内斯修斯港的港口,以及靠近阿斯塔和纳布里萨的潮汐口。
λέγονται δὲ ἀναχύσεις αἱ πληρούμεναι τῇ θαλάττῃ κοιλάδες ἐν ταῖς πλημμυρίσι καὶ ποταμῶν δίκην ἀνάπλους εἰς τὴν μεσόγαιαν ἔχουσαι καὶ τὰς ἐπʼ αὐταῖς πόλεις.
所谓潮汐口(anachyseis),是指在涨潮时被海水填满、且像河流一样拥有通往内陆的航道以及坐落于其上的城市的洼地。
εἶτʼ εὐθὺς αἱ ἐκβολαὶ τοῦ Βαίτιος διχῆ σχιζόμεναι· ἡ δὲ ἀπολαμβανομένη νῆσος ὑπὸ τῶν στομάτων ἑκατόν, ὡς δʼ ἔνιοι καὶ πλειόνων σταδίων, ἀφορίζει παραλίαν.
随后紧接着便是分成两支的拜蒂斯河河口;而被这些河口所夹持的岛屿,界定了一条长达一百斯塔迪亚(有人说甚至更多)的海岸线。
ἐνταῦθα δέ που καὶ τὸ μαντεῖον τοῦ Μενεσθέως ἐστί, καὶ ὁ τοῦ Καιπίωνος ἵδρυται πύργος ἐπὶ πέτρας ἀμφικλύστου, θαυμασίως κατεσκευασμένος, ὥσπερ ὁ Φάρος, τῆς τῶν πλοϊζομένων σωτηρίας χάριν.
在此处的某地也有梅内斯修斯的神谕所,而且在被波浪环绕的岩石上,建有凯皮奥之塔,其建造之奇妙犹如法罗斯灯塔,旨在保障航海者的安全。
ἥ τε γὰρ ἐκβαλλομένη χοῦς ὑπὸ τοῦ ποταμοῦ βραχέα ποιεῖ καὶ χοιραδώδης ἐστὶν ὁ πρὸ αὐτοῦ τόπος, ὥστε δεῖ σημείου τινὸς ἐπιφανοῦς.
因为河流排出的泥沙形成了沙洲,其前方的区域多有暗礁,因此需要某种显眼的标志。
ἐντεῦθεν δʼ ὁ τοῦ Βαίτιος ἀνάπλους ἐστὶ καὶ πόλις Ἐβοῦρα καὶ τὸ τῆς Φωσφόρου ἱερόν, ἣν καλοῦσι Λοῦκεμ δουβίαν· εἶθʼ οἱ τῶν ἀναχύσεων τῶν ἄλλων ἀνάπλοι, καὶ μετὰ ταῦτα ὁ Ἄνας ποταμός, δίστομος καὶ οὗτος, καὶ ὁ ἐξ αὐτῶν ἀνάπλους· εἶθʼ ὕστατον τὸ ἱερὸν ἀκρωτήριον, διέχον τῶν Γαδείρων ἐλάττους ἢ δισχιλίους σταδίους·
从这里可以向上游航行进入拜蒂斯河,有埃布拉城,以及福斯福罗斯(他们称之为“不确定的光”)的神庙;随后是通往其他潮汐口的航道,在此之后是阿纳斯河(该河同样有两个河口)以及从河口向上的航道;最后是圣角,距离加代拉不到两千斯塔迪亚。
τινὲς δʼ ἀπὸ μὲν τοῦ ἱεροῦ ἀκρωτηρίου ἐπὶ τὸ τοῦ Ἄνα στόμα ἑξήκοντα μίλιά φασιν, ἐντεῦθεν δʼ ἐπὶ τὸ τοῦ Βαίτιος στόμα ἑκατόν, εἶτα εἰς Γάδειρα ἑβδομήκοντα.
但有人说,从圣角到阿纳斯河口为六十英里,从那里到拜蒂斯河口为一百英里,再到加代拉为七十英里。