§2.5.8̔ο μὲν οὖν Μασσαλιώτης Πυθέας τὰ περὶ Θούλην τὴν βορειοτάτην τῶν Βρεττανίδων ὕστατα λέγει, παρʼ οἷς ὁ αὐτός ἐστι τῷ ἀρκτικῷ ὁ θερινὸς τροπικὸς κύκλος· παρὰ δὲ τῶν ἄλλων οὐδὲν ἱστορῶ, οὔθʼ ὅτι Θούλη νῆσός ἐστί τις οὔτʼ εἰ τὰ μέχρι δεῦρο οἰκήσιμά ἐστιν, ὅπου ὁ θερινὸς τροπικὸς ἀρκτικὸς γίνεται.
于是,马萨利亚的皮特亚斯说,关于不列颠诸岛中最北端的图勒的事物是最边缘的,在那些地方,夏至圈与极圈是相同的;但我从其他人那里没有了解到任何信息,既不知道是否存在一个叫图勒的岛,也不知道直到这里的地区是否适宜居住,即夏至圈成为极圈的地方。
νομίζω δὲ πολὺ εἶναι νοτιώτερον τοῦτο τὸ τῆς οἰκουμένης πέρας τὸ προσάρκτιον· οἱ γὰρ νῦν ἱστοροῦντες περαιτέρω τῆς Ἰέρνης οὐδὲν ἔχουσι λέγειν, ἣ πρὸς ἄρκτον πρόκειται τῆς Βρεττανικῆς πλησίον, ἀγρίων τελέως ἀνθρώπων καὶ κακῶς οἰκούντων διὰ ψῦχος, ὥστʼ ἐνταῦθα νομίζω τὸ πέρας εἶναι θετέον.
而我认为居住世界的这一北部边界要偏南得多;因为现在的探索者们对于伊尔内(爱尔兰)之外没有什么可说的,该岛位于不列颠附近偏北,居住着完全野蛮的人,因寒冷而生活悲惨,因此我认为边界应当设定在这里。
τοῦ δὲ παραλλήλου τοῦ διὰ Βυζαντίου διὰ Μασσαλίας πως ἰόντος, ὥς φησιν Ἵππαρχος πιστεύσας Πυθέᾳ (φησὶ γὰρ ἐν Βυζαντίῳ τὸν αὐτὸν εἶναι λόγον τοῦ γνώμονος πρὸς τὴν σκιάν, ὃν εἶπεν ὁ Πυθέας ἐν Μασσαλίᾳ), τοῦ δὲ διὰ Βορυσθένους ἀπὸ τούτου διέχοντος περὶ τρισχιλίους καὶ ὀκτακοσίους, εἴη ἂν ἐκ τοῦ διαστήματος τοῦ ἀπὸ Μασσαλίας ἐπὶ τὴν Βρεττανικὴν ἐνταῦθά που πίπτων ὁ διὰ τοῦ Βορυσθένους κύκλος.
既然通过拜占庭的平行圈不知怎地也通过马萨利亚,正如喜帕恰斯相信了皮特亚斯所说的那样(因为他说在拜占庭,日晷指针与其投影的比例与皮特亚斯所说的在马萨利亚的比例相同),而通过博里斯泰纳斯的平行圈距离此圈约三千八百[斯塔迪亚],那么根据从马萨利亚到不列颠的距离,通过博里斯泰纳斯的圆圈应当落在这一带的某个地方。
πανταχοῦ δὲ παρακρουόμενος τοὺς ἀνθρώπους ὁ Πυθέας κἀνταῦθά που διέψευσται· τὸ μὲν γὰρ τὴν ἀπὸ στηλῶν γραμμὴν ἐπὶ τοὺς περὶ τὸν πορθμὸν καὶ Ἀθήνας καὶ Ῥόδον τόπους ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖσθαι ὡμολόγηται παρὰ πολλῶν· ὁμολογεῖται δὲ ὅτι καὶ διὰ μέσου πως τοῦ πελάγους ἐστὶν ἡ ἀπὸ στηλῶν ἐπὶ τὸν πορθμόν.
但在到处欺骗人们的皮特亚斯,在这一点上显然也是说谎的;因为从[赫拉克勒斯]柱石直到[麦西拿]海峡、雅典和罗得岛附近地区的线条位于同一平行圈上,这一点已得到许多人的公认;并且人们也公认,从柱石到海峡的线不知怎地大致通过海洋的中部。
οἱ δὲ πλέοντες τὸ μέγιστον δίαρμα ἀπὸ τῆς Κελτικῆς ἐπὶ τὴν Λιβύην εἶναι τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου σταδίων πεντακισχιλίων, τοῦτο δʼ εἶναι καὶ τὸ μέγιστον πλάτος τοῦ πελάγους, ὥστʼ εἴη ἂν τὸ ἀπὸ τῆς λεχθείσης γραμμῆς ἐπὶ τὸν μυχὸν τοῦ κόλπου σταδίων δισχιλίων πεντακοσίων, ἐπὶ δὲ Μασσαλίαν ἐλαττόνων· νοτιωτέρα γάρ ἐστιν ἡ Μασσαλία τοῦ μυχοῦ τοῦ κόλπου.
而航海的人们说,从凯尔特到利比亚的最大航程是从加拉提亚(高卢)湾出发的,为五千斯塔迪亚,这也是该海洋的最大宽度,因此,从上述线条到海湾最深处的距离应当是二千五百斯塔迪亚,而到马萨利亚则更少;因为马萨利亚比海湾最深处更偏南。
τὸ δέ γε ἀπὸ τῆς Ῥοδίας ἐπὶ τὸ Βυζάντιον ἐστὶ τετρακισχιλίων που καὶ ἐνακοσίων σταδίων, ὥστε πολὺ ἀρκτικώτερος ἂν εἴη ὁ διὰ Βυζαντίου τοῦ διὰ Μασσαλίας.
然而,从罗得岛到拜占庭的距离大约是四千九百斯塔迪亚,所以通过拜占庭的平行圈应当比通过马萨利亚的要偏北得多。
τὸ δʼ ἐκεῖθεν ἐπὶ τὴν Βρεττανικὴν δύναται συμφωνεῖν τῷ ἀπὸ Βυζαντίου ἐπὶ Βορυσθένη· τὸ δʼ ἐκεῖθεν ἐπὶ τὴν Ἰέρνην οὐκέτι γνώριμον πόσον ἄν τις θείη, οὐδʼ εἰ περαιτέρω ἔτι οἰκήσιμά ἐστιν, οὐδὲ δεῖ φροντίζειν τοῖς ἐπάνω λεχθεῖσι· πρός τε γὰρ ἐπιστήμην ἀρκεῖ τὸ λαβεῖν, καθάπερ ἐπὶ τῶν νοτίων μερῶν, ὅτι ὑπὲρ Μερόης μέχρι τρισχιλίων σταδίων προελθόντι τῆς οἰκησίμου τίθεσθαι προσῆκεν (οὐχ ὡς ἂν τούτου ἀκριβεστάτου πέρατος ὄντος, ἀλλʼ ἐγγύς γε τἀκριβοῦς), οὕτω κἀκεῖ τοὺς ὑπὲρ τῆς Βρεττανικῆς οὐ πλείους τούτων θετέον ἢ μικρῷ πλείους, οἷον τετρακισχιλίους.
而从那里到不列颠的距离,可以与从拜占庭到博里斯泰纳斯的距离相符;但从那里到伊尔内的距离不再清楚应该设定为多少,更远的地方是否还适宜居住也无从得知,而且根据上面所说的话,也无需去在意;因为对于科学而言,只要接受——正如关于南部地区那样——对超越美罗埃前行达三千斯塔迪亚的人来说,设定居住世界的边界是适当的(这并非因为这是极精确的边界,而至少是非常接近准确的),那么在北部也是一样,不列颠之外的距离不应设定得比这些更多,或者只稍微多一点,比如四千[斯塔迪亚]。
πρός τε τὰς ἡγεμονικὰς χρείας οὐδὲν ἂν εἴη πλεονέκτημα τὰς τοιαύτας γνωρίζειν χώρας καὶ τοὺς ἐνοικοῦντας, καὶ μάλιστα εἰ νήσους οἰκοῖεν τοιαύτας, αἳ μήτε λυπεῖν μήτʼ ὠφελεῖν ἡμᾶς δύνανται μηδὲν διὰ τὸ ἀνεπίπλεκτον· καὶ γὰρ τὴν Βρεττανικὴν ἔχειν δυνάμενοι Ῥωμαῖοι κατεφρόνησαν, ὁρῶντες ὅτι οὔτε φόβος ἐξ αὐτῶν οὐδὲ εἷς ἐστιν (οὐ γὰρ ἰσχύουσι τοσοῦτον ὥστʼ ἐπιδιαβαίνειν ἡμῖν) οὔτʼ ὠφέλεια τοσαύτη τις, εἰ κατάσχοιεν.
并且,为了统治的实用需要,认识这样的土地及其居民不会带来任何好处,特别是如果他们居住在这样的岛屿上,由于彼此不相往来,它们既不能危害我们,也不能带给我们任何益处;因为即使是罗马人有能力占领的不列颠,他们也予以轻视,因为他们看到,来自这些人的威胁一个也没有(因为他们的实力不足以渡海来袭),而即使占领了,也没有多么大的益处。
πλέον γὰρ ἐκ τῶν τελῶν δοκεῖ προσφέρεσθαι νῦν ἢ ὁ φόρος δύναται συντελεῖν, ἀφαιρουμένης τῆς εἰς τὸ στρατιωτικὸν δαπάνης τὸ φρουρῆσον καὶ φορολογῆσον τὴν νῆσον· πολὺ δʼ ἂν ἐπιγένοιτο τὸ ἄχρηστον ἐπὶ τῶν ἄλλων τῶν περὶ ταύτην νήσων.
因为如果扣除了用于驻守和征税该岛的军事开支,现在从关税中获得的收益似乎比征收的贡赋所能贡献的还要多;而对于该岛周围的其他岛屿,其无用之弊将会大大增加。