§2.5.5̔υποκείσθω δὴ σφαιροειδὴς ἡ γῆ σὺν τῇ θαλάττῃ, μίαν καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἴσχουσα τοῖς πελάγεσι.
因此,让我们假设大地与海洋共同呈球形,并与外海保持一体且相同的表面。
συγκρύπτοιτο γὰρ ἂν τὸ ἐξέχον τῆς γῆς ἐν τῷ τοσούτῳ μεγέθει μικρὸν ὂν καὶ λανθάνειν δυνάμενον, ὥστε τὸ σφαιροειδὲς ἐπὶ τούτων οὐχ ὡς ἂν ἐκ τόρνου φαμέν, οὐδʼ ὡς ὁ γεωμέτρης πρὸς λόγον, ἀλλὰ πρὸς αἴσθησιν καὶ ταύτην παχυτέραν.
因为在如此巨大的尺度下,大地的突出部分因其微小而易于被忽略,从而会被隐蔽起来,所以我们在这些事物中所说的球形,并非如旋盘中削出那般精准,亦非如几何学家在严密理论中所说,而是指在感官上,且是在相当粗略的感官上。
νοείσθω δὴ πεντάζωνος καὶ ὁ ἰσημερινὸς τεταγμένος ἐν αὐτῇ κύκλος, καὶ ἄλλος τούτῳ παράλληλος, ὁρίζων τὴν κατεψυγμένην ἐν τῷ βορείῳ ἡμισφαιρίῳ, καὶ διὰ τῶν πόλων τις τέμνων τούτους πρὸς ὀρθάς.
那么,让我们设想它有五个地带,而赤道是其中配置的圆,并有另一个与其平行的圆,界定北半球的寒带(极圈),以及某个通过极点并与这些圆直角相交的圆。
τοῦ δὴ βορείου ἡμισφαιρίου δύο περιέχοντος τεταρτημόρια τῆς γῆς, ἃ ποιεῖ ὁ ἰσημερινὸς πρὸς τὸν διὰ τῶν πόλων, ἐν ἑκατέρῳ τούτων ἀπολαμβάνεται τετράπλευρον χωρίον, οὗ ἡ μὲν βόρειος πλευρὰ ἥμισυ τοῦ πρὸς τῷ πόλῳ παραλλήλου ἐστίν, ἡ δὲ νότιος τοῦ ἰσημερινοῦ ἥμισυ, αἱ δὲ λοιπαὶ πλευραὶ τμήματά εἰσι τοῦ διὰ τῶν πόλων ἀντικείμενα ἀλλήλοις, ἴσα τὸ μῆκος.
由于北半球包容了地球的两个四分之一,这是赤道与通过极点的圆相交所形成的,在其中的每一个中都切出了一个四边形区域,其北侧边是靠近极点的平行圆的一半,南侧边是赤道的一半,而其余的边则是通过极点的圆的对应片段,彼此相对且长度相等。
ἐν θατέρῳ δὴ τῶν τετραπλεύρων τούτων (ὁποτέρῳ δʼ οὐδὲν ἂν διαφέρειν δόξειεν) ἱδρῦσθαί φαμεν τὴν καθʼ ἡμᾶς οἰκουμένην περίκλυστον θαλάττῃ καὶ ἐοικυῖαν νήσῳ· εἴρηται γὰρ ὅτι καὶ τῇ αἰσθήσει καὶ τῷ λόγῳ δείκνυται τοῦτο.
在这两个四边形中的某一个(无论哪一个,似乎都没有任何区别)中,我们说我们的居住世界坐落于此,被海洋环绕,形似一个岛屿;因为已经说过,这在感官上和理性上都是可以证明的。
εἰ δʼ ἀπιστεῖ τις τῷ λόγῳ τούτῳ, διαφέροι ἂν πρὸς τὴν γεωγραφίαν οὐδὲν νῆσον ποιεῖν, ἢ ὅπερ ἐκ τῆς πείρας ἐλάβομεν τούτῳ συγχωρεῖν, ὅτι καὶ ἀπὸ τῆς ἠοῦς ἑκατέρωθεν περίπλους ἐστὶ καὶ ἀπὸ τῆς ἑσπέρας πλὴν ὀλίγων τῶν μέσων χωρίων.
但如果有人信不过这一理性论证,将其视为岛屿,还是承认我们从经验中获得的以下事实(即从东部两边都有航路可以绕行,从西部也是如此,除了中间少数区域之外),对地理学而言都没有任何区别。
ταῦτα δʼ οὐ διαφέρει θαλάττῃ περατοῦσθαι ἢ γῇ ἀοικήτῳ· ὁ γὰρ γεωγραφῶν ζητεῖ τὰ γνώριμα μέρη τῆς οἰκουμένης εἰπεῖν, τὰ δʼ ἄγνωστα ἐᾷ καθάπερ καὶ τὰ ἔξω αὐτῆς.
而这些中间区域是由海洋界定,还是由不可居住的大地界定,也没有区别;因为地理学家寻求的是阐明居住世界已知的部分,而将未知的部分像其外部世界一样置之不理。
ἀρκέσει δʼ ἐπιζεύξασιν εὐθεῖαν γραμμὴν ἐπὶ τὰ ὕστατα σημεῖα τοῦ ἑκατέρωθεν παράπλου τὸ πᾶν ἐκπληρῶσαι σχῆμα τῆς λεγομένης νήσου.
只要在两边航线的最终点之间连上一条直线,便足以补全所谓岛屿的整体形状。
§2.5.6προκείσθω δὴ ἡ μὲν νῆσος ἐν τῷ λεχθέντι τετραπλεύρῳ.
那么,假设该岛屿位于上述四边形中。
δεῖ δὲ λαβεῖν τὸ μέγεθος αὐτῆς τὸ φαινόμενον, ἀφελόντας ἀπὸ μὲν τοῦ ὅλου μεγέθους τῆς γῆς τὸ ἡμισφαίριον τὸ καθʼ ἡμᾶς, ἀπὸ δὲ τούτου τὸ ἥμισυ, ἀπὸ δʼ αὖ τούτου πάλιν τὸ τετράπλευρον, ἐν ᾧ δὴ τὴν οἰκουμένην κεῖσθαί φαμεν.
我们必须把握它的显现大小,方法是从地球的整体大小中减去我们这一侧的半球,再从中减去其一半,又从中再次减去我们所说居住世界坐落其上的那个四边形。
ἀνάλογον δὲ καὶ περὶ τοῦ σχήματος ὑπολαβεῖν δεῖ τὸ φαινόμενον τοῖς ὑποκειμένοις ἐφαρμόττοντας.
关于其形状,同样必须设想其显现形式,使其与我们的假设相契合。
ἀλλʼ ἐπειδὴ τὸ μεταξὺ τοῦ ἰσημερινοῦ καὶ τοῦ ληφθέντος παραλλήλου τούτῳ πρὸς τῷ πόλῳ τμῆμα τοῦ βορείου ἡμισφαιρίου σπόνδυλός ἐστι τὸ σχῆμα, ὁ δὲ διὰ τοῦ πόλου δίχα τέμνων τὸ ἡμισφαίριον δίχα τέμνει καὶ τὸν σπόνδυλον καὶ ποιεῖ τὸ τετράπλευρον, ἔσται δῆλον ὅτι σπονδύλου ἐπιφανείας ἥμισυ τὸ τετράπλευρον, ᾧ ἐπίκειται τὸ Ἀτλαντικὸν πέλαγος, ἡ δʼ οἰκουμένη χλαμυδοειδὴς ἐν τούτῳ νῆσος, ἔλαττον ἢ ἥμισυ τοῦ τετραπλεύρου μέρος οὖσα.
然而,由于赤道与在其附近取出的平行圆之间的北半球切段,在形状上是一个“鼓形(spondylos)”,而通过极点将半球平分的圆也平分了该鼓形,并形成了四边形,因此显而易见,该四边形是鼓形表面的一半,大西洋便坐落于其上,而居住世界是其中一个类似战袍(chlamys)形状的岛屿,占该四边形不到一半的部分。
φανερὸν δὲ τοῦτο ἔκ τε γεωμετρίας καὶ τοῦ πλήθους τῆς περικεχυμένης θαλάττης, καλυπτούσης τὰ ἄκρα τῶν ἠπείρων ἑκατέρωθεν καὶ συναγούσης εἰς μύουρον σχῆμα, καὶ τρίτου τοῦ μήκους καὶ πλάτους τοῦ μεγίστου, ὧν τὸ μὲν ἑπτὰ μυριάδων σταδίων ἐστίν, ὡς ἐπὶ τὸ πολὺ περατούμενον θαλάττῃ μηκέτι πλεῖσθαι δυναμένῃ διὰ τὸ μέγεθος καὶ τὴν ἐρημίαν, τὸ * δʼ ἔλαττον τριῶν μυριάδων ὁριζόμενον τῷ ἀοικήτῳ διὰ θάλπος ἢ ψῦχος.
这一点从几何学、从周围充盈的大海(它覆盖了大陆两端,使其收缩为先细的形状)以及第三,从其最大长度和宽度中都可以看得很清楚。 其中,长度为七万斯塔迪亚,绝大部分被因其辽阔荒凉而无法再航行的海洋所阻隔;而另一维度则少于三万斯塔迪亚,被因酷热或严寒而无法居住的区域所界定。
αὐτὸ γὰρ τὸ διὰ θάλπος ἀοίκητον τοῦ τετραπλεύρου, πλάτος μὲν ἔχον ὀκτακισχιλίων καὶ ὀκτακοσίων σταδίων, μῆκος δὲ τὸ μέγιστον μυριάδων δώδεκα καὶ ἑξακισχιλίων, ὅσον ἐστὶν ἥμισυ τοῦ ἰσημερινοῦ πλέον ἂν εἴη τὸ λοιπόν.
因为该四边形中仅因酷热而无法居住的部分本身,宽度就有八千八百斯塔迪亚,最大长度为十二万六千斯塔迪亚(相当于赤道的一半),那么剩下的部分自然会更大。