§3.1.1Ἀποδεδωκόσι δʼ ἡμῖν τὸν πρῶτον τύπον τῆς γεωγραφίας οἰκεῖός ἐστιν ὁ ἐφεξῆς λόγος περὶ τῶν καθʼ ἕκαστα·
既然我们已经给出了地理学的首个轮廓,那么接下来关于各个地方的叙述便是顺理成章的。
καὶ γὰρ ὑπεσχόμεθα οὕτως καὶ δοκεῖ μέχρι νῦν ὀρθῶς ἡ πραγματεία μεμερίσθαι.
因为我们确实曾这样承诺,且至今为止,本论著的划分似乎依然正确。
ἀρκτέον δὲ πάλιν ἀπὸ τῆς Εὐρώπης καὶ τῶν μερῶν αὐτῆς τούτων ἀφʼ ὧνπερ καὶ πρότερον κατὰ τὰς αὐτὰς αἰτίας.
我们必须再次从欧洲以及先前曾开始过的那些欧洲部分开始,其原因亦与先前相同。
§3.1.2πρῶτον δὲ μέρος αὐτῆς ἐστι τὸ ἑσπέριον, ὡς ἔφαμεν, ἡ Ἰβηρία.
正如我们所说,它的第一部分是西部,即伊比利安。
ταύτης δὴ τὸ μὲν πλέον οἰκεῖται φαύλως·
确实,这一地区的大部分居住条件恶劣。
ὄρη γὰρ καὶ δρυμοὺς καὶ πεδία λεπτὴν ἔχοντα γῆν οὐδὲ ταύτην ὁμαλῶς εὔυδρον οἰκοῦσι τὴν πολλήν·
因为人们大多居住在山地、森林以及土壤贫瘠的平原上,而且即使是这些平原,也并非均匀地拥有充足的水源。
ἡ δὲ πρόσβορρος ψυχρά τέ ἐστι τελέως πρὸς τῇ τραχύτητι καὶ παρωκεανῖτις, προσειληφυῖα τὸ ἄμικτον κἀνεπίπλεκτον τοῖς ἄλλοις, ὥσθʼ ὑπερβάλλει τῇ μοχθηρίᾳ τῆς οἰκήσεως.
而北部地区除了崎岖之外,还极为寒冷,并且临近大洋,更具有与世隔绝、不与他人交往的特点,因此在居住环境的恶劣程度上无以复加。
ταῦτα μὲν δὴ τὰ μέρη τοιαῦτα, ἡ δὲ νότιος πᾶσα εὐδαίμων σχεδόν τι καὶ διαφερόντως ἡ ἔξω στηλῶν·
这些地区的情况固然如此,但南部地区几乎全部富庶,尤其是(赫拉克勒斯)柱石之外的部分。
ἔσται δὲ δῆλον ἐν τοῖς καθʼ ἕκαστα ὑπογράψασιν ἡμῖν πρότερον τό τε σχῆμα καὶ τὸ μέγεθος.
在我们具体叙述之前,先大体勾勒其形状和大小,这一事实便会显而易见。
§3.1.3ἔοικε γὰρ βύρσῃ τεταμένῃ κατὰ μῆκος μὲν ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω τὰ πρόσθια ἐχούσῃ μέρη πρὸς τῇ ἕῳ, κατὰ πλάτος δʼ ἀπὸ τῶν ἄρκτων πρὸς νότον.
因为它就像一张拉伸开的牛皮,长度方向自西向东延伸,其前部朝向东方;宽度方向自北向南延伸。
ἔχει δὲ σταδίων ἑξακισχιλίων ὁμοῦ τὸ μῆκος, πλάτος δὲ πεντακισχιλίων τὸ μέγιστον, ἔστι δʼ ὅπου πολὺ ἔλαττον τῶν τρισχιλίων καὶ μάλιστα πρὸς τῇ Πυρήνῃ τῇ ποιούσῃ τὴν ἑῴαν πλευράν·
它的长度约为六千斯塔德,最大宽度为五千斯塔德,但在某些地方远小于三千斯塔德,特别是在形成东侧边界的比利牛斯山脉附近。
ὄρος γὰρ διηνεκὲς ἀπὸ νότου πρὸς βορρᾶν τεταμένον ὁρίζει τὴν Κελτικὴν ἀπὸ τῆς Ἰβηρίας.
因为一条自南向北延伸的连续山脉将凯尔特地区与伊比利安分离开来。
οὔσης δὲ καὶ τῆς Κελτικῆς ἀνωμάλου τὸ πλάτος καὶ τῆς Ἰβηρίας, τὸ στενώτατον τοῦ πλάτους ἑκατέρας ἀπὸ τῆς ἡμετέρας θαλάττης ἐπὶ τὸν ὠκεανόν ἐστι τὸ τῇ Πυρήνῃ πλησιάζον μάλιστα ἐφʼ ἑκάτερον αὐτῆς τὸ μέρος καὶ ποιοῦν κόλπους τοὺς μὲν ἐπὶ τῷ ὠκεανῷ τοὺς δὲ ἐπὶ τῇ καθʼ ἡμᾶς θαλάττῃ· μείζους δὲ τοὺς Κελτικούς, οὓς δὴ καὶ Γαλατικοὺς καλοῦσι, στενώτερον τὸν ἰσθμὸν ποιοῦντας παρὰ τὸν Ἰβηρικόν.
由于凯尔特地区和伊比利安的宽度都不均匀,因此两者从我们的海(地中海)到大洋之间最窄的宽度,就是最靠近比利牛斯山脉两侧的部分,并在大洋和我们的海上各自形成了海湾;而凯尔特的那些海湾(人们也称之为加拉提亚湾)更大,使得那里的地峡比伊比利安的地峡更窄。
καὶ δὴ τὸ μὲν ἑῷον πλευρὸν τῆς Ἰβηρίας ἡ Πυρήνη ποιεῖ, τὸ δὲ νότιον ἥ τε καθʼ ἡμᾶς θάλαττα ἀπὸ τῆς Πυρήνης μέχρι στηλῶν καὶ ἡ ἐκτὸς τὸ ἑξῆς μέχρι τοῦ ἱεροῦ καλουμένου ἀκρωτηρίου· τρίτον ἐστὶ τὸ ἑσπέριον πλευρὸν παράλληλόν πως τῇ Πυρήνῃ, τὸ ἀπὸ τοῦ ἱεροῦ ἀκρωτηρίου μέχρι τῆς πρὸς Ἀρτάβροις ἄκρας ἣν καλοῦσι Νέριον· τέταρτον δὲ τὸ ἐνθένδε μέχρι τῶν βορείων ἄκρων τῆς Πυρήνης.
确实,伊比利安的东侧 ¦p.185 是由比利牛斯山脉构成的;南侧是由从比利牛斯山脉到柱石的我们的海,以及紧接着延伸到被称为圣角(岬角)的外海构成的;第三侧是西侧,大致与比利牛斯山脉平行,从圣角延伸到阿尔塔布里附近的、被称为内里翁的岬角;第四侧是从那里延伸到比利牛斯山脉北端的部分。
§3.1.4Ἀναλαβόντες δὲ λέγωμεν τὰ καθʼ ἕκαστα ἀπὸ τοῦ ἱεροῦ ἀκρωτηρίου ἀρξάμενοι.
让我们重新开始,从圣角出发来叙述各个地方的具体情况。
τοῦτο δέ ἐστι τὸ δυτικώτατον οὐ τῆς Εὐρώπης μόνον ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης σημεῖον.
这个角不仅是欧洲的最西端,也是整个居住世界的最西端。
περατοῦται μὲν γὰρ ὑπὸ τῶν δυεῖν ἠπείρων ἡ οἰκουμένη πρὸς δύσιν, τοῖς τε τῆς Εὐρώπης ἄκροις καὶ τοῖς πρώτοις τῆς Λιβύης, ὧν τὰ μὲν Ἴβηρες ἔχουσι τὰ δὲ Μαυρούσιοι.
因为居住世界在西面由两块大陆终结,即欧洲的末端和利比亚的首端,其中前者由伊比利安人占据,后者由茂鲁西亚人占据。
προὔχει δὲ τὰ Ἰβηρικὰ ὅσον χιλίοις καὶ πεντακοσίοις σταδίοις κατὰ τὸ λεχθὲν ἀκρωτήριον.
而在上述岬角处,伊比利安一侧向外突出了大约一千五百斯塔德。
καὶ δὴ καὶ τὴν προσεχῆ τούτῳ χώραν τῇ Λατίνῃ φωνῇ καλοῦσι Κούνεον, σφῆνα σημαίνειν βουλόμενοι.
此外,他们还用拉丁语将与此相邻的地区称为“克内乌斯”(Cuneus),意指“楔子”。
αὐτὸ δὲ τὸ ἄκρον καὶ προπεπτωκὸς εἰς τὴν θάλατταν Ἀρτεμίδωρος εἰκάζει πλοίῳ, γενόμενος, φησίν, ἐν τῷ τόπῳ, προσλαμβάνειν δὲ τῷ σχήματι νησίδια τρία, τὸ μὲν ἐμβόλου τάξιν ἔχον τὰ δὲ ἐπωτίδων, ὑφόρμους ἔχοντα μετρίους.
阿特米多罗斯说自己曾到过该地,他将这个伸入海中的岬角本身比作一艘船,并称其形状因三个小岛而更趋完备,其中一个呈船首冲角状,另两个呈船耳(锚台)状,提供了适度的停泊处。
Ἡρακλέους δʼ οὔθʼ ἱερὸν ἐνταῦθα δείκνυσθαι (ψεύσασθαι δὲ τοῦτο Ἔφορον) οὔτε βωμόν, οὐδʼ ἄλλου τῶν θεῶν, ἀλλὰ λίθους συγκεῖσθαι τρεῖς ἢ τέτταρας κατὰ πολλοὺς τόπους, οὓς ὑπὸ τῶν ἀφικνουμένων στρέφεσθαι κατά τι πάτριον καὶ μεταφέρεσθαι σπονδοποιησαμένων·
他还说,这里既没有展示赫拉克勒斯的庙宇(他说埃福罗斯对此撒了谎),也没有祭坛,更没有其他神祇的祭坛,而是在许多地方堆放着三四块石头,到达这里的人们在按照某种祖传习俗进行奠酒祭祀后,会将这些石头转动或移动。
θύειν δʼ οὐκ εἶναι νόμιμον, οὐδὲ νύκτωρ ἐπιβαίνειν τοῦ τόπου, θεοὺς φασκόντων κατέχειν αὐτὸν ἐν τῷ τότε χρόνῳ, ἀλλὰ τοὺς ἐπὶ θέαν ἥκοντας ἐν κώμῃ πλησίον νυκτερεύειν, εἶτʼ ἐπιβάλλειν ἡμέρας ὕδωρ ἐπιφερομένους διὰ τὴν ἀνυδρίαν.
他还说,在这里献祭是不合习惯的,夜间也不得踏足该地,因为人们声称神祇在那个时间占领着这里;相反,前来观光的人在附近的村庄过夜,然后因为缺水而随身携带水,在白天才踏足此地。