Humanitext Reader

斯特拉波 · 地理学 §2.5.34-2.5.36

纬度带的记述方法与南方诸平行圈

第 90 段,共 577 段 · 希腊语

内容简介

作者阐明了应从实用的地理学而非繁琐的天文学角度来描述纬度带(气候带)的方法,并详细阐述了通过肉桂产地、梅罗埃和塞涅的纬线的星空现象与地理距离特征。

§2.5.34λοιπὸν εἰπεῖν περὶ τῶν κλιμάτων, ὅπερ καὶ αὐτὸ ἔχει καθολικὴν ὑποτύπωσιν, ὁρμηθεῖσιν ἐκ τῶν γραμμῶν ἐκείνων, ἃ στοιχεῖα ἐκαλέσαμεν, λέγω δὲ τῆς τε τὸ μῆκος ἀφοριζούσης τὸ μέγιστον καὶ τῆς τὸ πλάτος, μάλιστα δὲ τῆς τὸ πλάτος.
剩下要谈论的是关于纬度带的问题,如果以我们称为基本线的那些线——即确定最大长度的线和确定宽度的线,尤其是确定宽度的线——为起点,这本身也会呈现出一个大体的轮廓。
τοῖς μὲν οὖν ἀστρονομικοῖς ἐπὶ πλέον τοῦτο ποιητέον, καθάπερ Ἵππαρχος ἐποίησεν.
因此,天文学家必须更详细地进行这项工作,就像喜帕恰斯所做的那样。
ἀνέγραψε γάρ, ὡς αὐτός φησι, τὰς γινομένας ἐν τοῖς οὐρανίοις διαφορὰς καθʼ ἕκαστον τῆς γῆς τόπον τῶν ἐν τῷ καθʼ ἡμᾶς τεταρτημορίῳ τεταγμένων, λέγω δὲ τῶν ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι τοῦ βορείου πόλου.
因为正如他自己所说,他记录了我们所在的四分之一球中地球上每个地方所产生的星空差异,即从赤道到北极的那些地方。
τοῖς δὲ γεωγραφοῦσιν οὔτε τῶν ἔξω τῆς καθʼ ἡμᾶς οἰκουμένης φροντιστέον, οὔτʼ ἐν αὐτοῖς τῆς οἰκουμένης μέρεσι τὰς τοιαύτας καὶ τοσαύτας διαφορὰς παραδεκτέον τῷ πολιτικῷ· περισκελεῖς γάρ εἰσιν.
但对于地理学家来说,既不需要关心我们已知居住世界以外的事物,也不应该在居住世界本身的各部分中为政治家引入如此之多和如此之大的差异;因为这些差异过于严苛和繁琐。
ἀλλʼ ἀρκεῖ τὰς σημειώδεις καὶ ἁπλουστέρας ἐκθέσθαι τῶν ὑπʼ αὐτοῦ λεχθεισῶν, ὑποθεμένοις, ὥσπερ ἐκεῖνος, εἶναι τὸ μέγεθος τῆς γῆς σταδίων εἴκοσι πέντε μυριάδων καὶ δισχιλίων, ὡς καὶ Ἐρατοσθένης ἀποδίδωσιν· οὐ μεγάλη γὰρ παρὰ τοῦτʼ ἔσται διαφορὰ πρὸς τὰ φαινόμενα ἐν τοῖς μεταξὺ τῶν οἰκήσεων διαστήμασιν.
相反,只要阐明他所说过的那些显著且较简单的事情就足够了,并且像他一样,假设地球的大小为25万2千斯塔德,正如埃拉托斯特尼所给出的那样;因为对于各定居点之间距离所呈现的现象来说,由此产生的差异不会很大。
εἰ δή τις εἰς τριακόσια ἑξήκοντα τμήματα τέμοι τὸν μέγιστον τῆς γῆς κύκλον, ἔσται ἑπτακοσίων σταδίων ἕκαστον τῶν τμημάτων· τούτῳ δὴ χρῆται μέτρῳ πρὸς τὰ διαστήματα ἐν τῷ λεχθέντι διὰ Μερόης μεσημβρινῷ λαμβάνεσθαι μέλλοντα.
如果将地球的最大圆等分为360份,每一份将是700斯塔德;他确实在上述通过梅罗埃的子午线上用这个尺度来确定待测的距离。
ἐκεῖνος μὲν δὴ ἄρχεται ἀπὸ τῶν ἐν τῷ ἰσημερινῷ οἰκούντων, καὶ λοιπὸν ἀεὶ διʼ ἑπτακοσίων σταδίων τὰς ἐφεξῆς οἰκήσεις ἐπιὼν κατὰ τὸν λεχθέντα μεσημβρινὸν πειρᾶται λέγειν τὰ παρʼ ἑκάστοις φαινόμενα· ἡμῖν δʼ οὐκ ἐντεῦθεν ἀρκτέον.
他确实从居住在赤道的人开始,此后一直以700斯塔德为间隔,沿着上述子午线依次考察接下来的定居点,并试图说明每个地方所呈现的现象;但我们不应该从那里开始。
καὶ γὰρ εἰ οἰκήσιμα ταῦτά ἐστιν, ὥσπερ οἴονταί τινες, ἰδία γέ τις οἰκουμένη αὕτη ἐστί, διὰ μέσης τῆς ἀοικήτου διὰ καῦμα στενὴ τεταμένη, οὐκ οὖσα μέρος τῆς καθʼ ἡμᾶς οἰκουμένης· ὁ δὲ γεωγράφος ἐπισκοπεῖ ταύτην μόνην τὴν καθʼ ἡμᾶς οἰκουμένην.
因为即使像某些人认为的那样,这些地方是可以居住的,它也是一个独特的、独立的居住世界,因为酷热而在不可居住的区域中间延伸成一条狭长的地带,不属于我们这个居住世界的一部分;而地理学家只考察我们这个居住世界。
αὕτη δʼ ἀφορίζεται πέρασι νοτίῳ μὲν τῷ διὰ τῆς Κινναμωμοφόρου παραλλήλῳ, βορείῳ δὲ τῷ διὰ Ἰέρνης· οὔτε δὲ τὰς τοσαύτας οἰκήσεις ἐπιτέον ὅσας ὑπαγορεύει τὸ λεχθὲν μεταξὺ διάστημα, οὔτε πάντα τὰ φαινόμενα θετέον, μεμνημένοις τοῦ γεωγραφικοῦ σχήματος.
而这个居住世界是由南至通过肉桂产地的平行圈,北至通过伊尔尼的平行圈这些边界来界定的;我们既不能遍历上述间隔所指示的那么多的定居点,也不能把所有的现象都写下来,因为我们要牢记地理学的学科体裁。
ἀρκτέον δʼ, ὥσπερ Ἵππαρχος, ἀπὸ τῶν νοτίων μερῶν.
但我们应该像喜帕恰斯一样,从南部地区开始。
§2.5.35φησὶ δὴ τοῖς οἰκοῦσιν ἐπὶ τῷ διὰ τῆς Κινναμωμοφόρου παραλλήλῳ, ὃς ἀπέχει τῆς Μερόης τρισχιλίους σταδίους πρὸς νότον, τούτου δʼ ὁ ἰσημερινὸς ὀκτακισχιλίους καὶ ὀκτακοσίους, εἶναι τὴν οἴκησιν ἐγγυτάτω μέσην τοῦ τε ἰσημερινοῦ καὶ τοῦ θερινοῦ τροπικοῦ τοῦ κατὰ Συήνην· ἀπέχειν γὰρ τὴν Συήνην πεντακισχιλίους τῆς Μερόης· παρὰ δὲ τούτοις πρώτοις τὴν μικρὰν ἄρκτον ὅλην ἐν τῷ ἀρκτικῷ περιέχεσθαι καὶ ἀεὶ φαίνεσθαι· τὸν γὰρ ἐπʼ ἄκρας τῆς οὐρᾶς λαμπρὸν ἀστέρα, νοτιώτατον ὄντα, ἐπʼ αὐτοῦ ἱδρῦσθαι τοῦ ἀρκτικοῦ κύκλου ὥστʼ ἐφάπτεσθαι τοῦ ὁρίζοντος.
他确实说,对于居住在通过肉桂产地的平行圈(该平行圈向南距离梅罗埃3,000斯塔德,而赤道向南距离此处8,800斯塔德)的人来说,他们的定居点非常接近赤道与塞涅处的夏至回归线之间的中点;因为塞涅距离梅罗埃有5,000斯塔德;而且在这些人那里,小熊座首次完全包含在极圈之内并一直可见;因为尾端那颗最偏南的亮星正位于极圈本身之上,以至于接触到地平线。
τῷ δὲ λεχθέντι μεσημβρινῷ παράλληλός πως παράκειται ἕωθεν ὁ Ἀράβιος κόλπος· τούτου δʼ ἔκβασις εἰς τὸ ἔξω πέλαγος ἡ Κινναμωμοφόρος ἐστίν, ἐφʼ ἧς ἡ τῶν ἐλεφάντων γέγονε θήρα τὸ παλαιόν.
而阿拉伯湾在东边以某种方式与上述子午线平行地相邻;该湾通往外海的出口就是肉桂产地,古时候曾在此地捕猎大象。
ἐκπίπτει δʼ ὁ παράλληλος οὗτος τῇ μὲν ἐπὶ τοὺς νοτιωτέρους μικρὸν τῆς Ταπροβάνης ἢ ἐπὶ τοὺς ἐσχάτους οἰκοῦντας, τῇ δʼ ἐπὶ τὰ νοτιώτατα τῆς Λιβύης.
这个平行圈一方面延伸到居住在比塔普罗巴内稍偏南的人们,或最边远的居民那里,另一方面延伸到利比亚的最南部地区。
§2.5.36τοῖς δὲ κατὰ Μερόην καὶ Πτολεμαΐδα τὴν ἐν τῇ Τρωγλοδυτικῇ ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ἐστι τρισκαίδεκα· ἔστι δʼ αὕτη ἡ οἴκησις μέση πως τοῦ τε ἰσημερινοῦ καὶ τοῦ διʼ Ἀλεξανδρείας παρὰ χιλίους καὶ ὀκτακοσίους τοὺς πλεονάζοντας πρὸς τῷ ἰσημερινῷ· διήκει δʼ ὁ διὰ Μερόης παράλληλος τῇ μὲν διʼ ἀγνωρίστων μερῶν, τῇ δὲ διὰ τῶν ἄκρων τῆς Ἰνδικῆς.
对于梅罗埃以及穴居人之地普托莱迈斯的居民来说,最长的一天是13个赤道时;这一居住点大致位于赤道与通过亚历山大里亚的平行圈之间,除了靠近赤道的一侧多出1,800斯塔德之外;通过梅罗埃的平行圈一方面穿过未知的区域,另一方面穿过印度的主体边缘。
ἐν δὲ Συήνῃ καὶ Βερενίκῃ τῇ ἐν τῷ Ἀραβίῳ κόλπῳ καὶ τῇ Τρωγλοδυτικῇ κατὰ θερινὰς τροπὰς ὁ ἥλιος κατὰ κορυφῆς γίνεται, ἡ δὲ μακροτάτη ἡμέρα ὡρῶν ἰσημερινῶν ἐστι τρισκαίδεκα καὶ ἡμιωρίου, ἐν δὲ τῷ ἀρκτικῷ φαίνεται καὶ ἡ μεγάλη ἄρκτος ὅλη σχεδόν τι πλὴν τῶν σκελῶν καὶ τοῦ ἄκρου τῆς οὐρᾶς καὶ ἑνὸς τῶν ἐν τῷ πλινθίῳ ἀστέρων.
而在塞涅、阿拉伯湾的贝雷尼卡以及穴居人之地,夏至时太阳正处于头顶,最长的一天是13个半赤道时,在极圈内,大熊座也几乎完全显现,除了腿部、尾端以及方框中的一颗星。
ὁ δὲ διὰ Συήνης παράλληλος τῇ μὲν διὰ τῆς τῶν Ἰχθυοφάγων τῶν κατὰ τὴν Γεδρωσίαν καὶ τῆς Ἰνδικῆς διήκει, τῇ δὲ διὰ τῶν νοτιωτέρων Κυρήνης πεντακισχιλίοις σταδίοις παρὰ μικρόν.
而通过塞涅的平行圈,一方面穿过格德罗西亚沿海的食鱼者国家和印度,另一方面穿过距离昔兰尼以南将近5,000斯塔德的地区。

词汇与语法注释

  1. 2.5.34ὁρμηθεῖσιν — 与动词不定式 `εἰπεῖν` 的逻辑主语(省略的与格代词 `ἡμῖν` “我们”)相一致的与格复数阳性分词。与句首的无人称表达 `λοιπόν [ἐστι]` 连用,意为“对于[我们]而言,以……为起点进行论述是剩下要做的事”。
  2. 2.5.34τῷ πολιτικῷ — 与动形容词 `παραδεκτέον` 连用的施事与格(dative of agent),意为“为政治家(国政管理者)所接受”。此处与前文提及的天文学家(`τοῖς ἀστρονομικοῖς`)形成对比,强调地理学写作的实用目的。
  3. 2.5.36παρὰ χιλίους καὶ ὀκτακοσίους τοὺς πλεονάζοντας πρὸς τῷ ἰσημερινῷ — 介词 `παρά` 支配宾格,表示排除或差异(“除……之外”、“相差……”)。此处指赤道到梅罗埃的距离(11,800斯塔德)与梅罗埃到亚历山大里亚的距离(10,000斯塔德)之间1,800斯塔德的差值,意为“除了靠近赤道的一侧多出1,800斯塔德之外,此处大致位于中点”。

引用这一段

斯特拉波, 地理学 §2.5.34-2.5.36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.5.34-2.5.36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。