§2.5.31Ἀπὸ δὲ τοῦ Τανάιδος καὶ τῆς Μαιώτιδός ἐστι τὰ ἐντὸς τοῦ Ταύρου συνεχῆ, τούτοις δʼ ἑξῆς τὰ ἐκτός.
从塔奈斯河和马奥蒂斯湖开始,是托罗斯山脉以内的连续地区,紧接着这些之后的是山脉以外的地区。
διαιρουμένης γὰρ αὐτῆς ὑπὸ ὄρους τοῦ Ταύρου δίχα διατείνοντος ἀπὸ τῶν ἄκρων τῆς Παμφυλίας ἐπὶ τὴν ἑῴαν θάλατταν κατʼ Ἰνδοὺς καὶ τοὺς ταύτῃ Σκύθας, τὸ μὲν πρὸς τὰς ἄρκτους νενευκὸς τῆς ἠπείρου μέρος καλοῦσιν οἱ Ἕλληνες ἐντὸς τοῦ Ταύρου, τὸ δὲ πρὸς μεσημβρίαν ἐκτός·
因为,亚洲被托罗斯山脉一分为二,该山脉从潘菲利亚的尽头一直延伸到印度人以及该地区塞人附近的东海,希腊人将大陆偏北的部分称为“托罗斯以内”,而将偏南的部分称为“托罗斯以外”。
τὰ δὴ συνεχῆ τῇ Μαιώτιδι καὶ τῷ Τανάιδι μέρη τὰ ἐντὸς τοῦ Ταύρου ἐστί.
因此,与马奥蒂斯湖和塔奈斯河相连的部分正是托罗斯以内的地区。
τούτων δὲ τὰ πρῶτα μέρη τὰ μεταξὺ τῆς Κασπίας θαλάττης ἐστὶ καὶ τοῦ Εὐξείνου πόντου, τῇ μὲν ἐπὶ τὸν Τάναϊν καὶ τὸν ὠκεανὸν τελευτῶντα τόν τε ἔξω καὶ τὸν τῆς Ὑρκανίας θαλάττης, τῇ δʼ ἐπὶ τὸν ἰσθμόν, καθʼ ὃ ἐγγυτάτω ἐστὶν ἀπὸ τοῦ μυχοῦ τοῦ Πόντου ἐπὶ τὴν Κασπίαν.
在这些地区中,最先出现的部分是里海和欧克辛海(黑海)之间的地区,一端终止于塔奈斯河和海洋(既指外洋也指里海/吉尔卡尼亚海之洋),另一端则终止于地峡,在此处从黑海的最深处到里海的距离最近。
ἔπειτα ἐντὸς τοῦ Ταύρου τὰ ὑπὲρ τῆς Ὑρκανίας μέχρι πρὸς τὴν κατὰ Ἰνδοὺς καὶ Σκύθας τοὺς πρὸς τὴν αὐτὴν θάλατταν καὶ τὸ Ἰμάιον ὄρος.
接下来,在托罗斯以内,是吉尔卡尼亚彼岸、一直到靠近同一片海洋的印度人和塞人以及伊毛斯山附近的地区。
ταῦτα δʼ ἔχουσι τὰ μὲν οἱ Μαιῶται καὶ οἱ μεταξὺ τῆς Ὑρκανίας καὶ τοῦ Πόντου μέχρι τοῦ Καυκάσου καὶ Ἰβήρων καὶ Ἀλβανῶν, Σαυρομάται καὶ Σκύθαι καὶ Ἀχαιοὶ καὶ Ζυγοὶ καὶ Ἡνίοχοι, τὰ δʼ ὑπὲρ τῆς Ὑρκανίας θαλάττης Σκύθαι καὶ Ὑρκανοὶ καὶ Παρθυαῖοι καὶ Βάκτριοι καὶ Σογδιανοὶ καὶ τἆλλα τὰ ὑπερκείμενα μέρη τῶν Ἰνδῶν πρὸς ἄρκτον.
这些土地,一方面由马奥塔伊人以及在吉尔卡尼亚和黑海之间、直到高加索、伊比利亚人和阿尔巴尼亚人之间的居民(即萨夫罗马泰人、塞人、阿卡亚人、祖吉人、赫尼奥奇人)所占领,另一方面,在吉尔卡尼亚海彼岸,由塞人、吉尔卡尼亚人、帕提亚人、巴克特里亚人、索格迪亚人以及印度人北面延伸的其他地区所占领。
πρὸς νότον δὲ τῆς Ὑρκανίας θαλάττης ἐκ μέρους καὶ τοῦ ἰσθμοῦ παντὸς μεταξὺ ταύτης καὶ τοῦ Πόντου τῆς τε Ἀρμενίας ἡ πλείστη κεῖται καὶ Κολχὶς καὶ Καππαδοκία σύμπασα μέχρι τοῦ Εὐξείνου πόντου καὶ τῶν Τιβαρανικῶν ἐθνῶν, ἔτι δὲ ἡ ἐντὸς Ἅλυος χώρα λεγομένη, περιέχουσα πρὸς μὲν τῷ Πόντῳ καὶ τῇ Προποντίδι Παφλαγόνας τε καὶ Βιθυνοὺς καὶ Μυσοὺς καὶ τὴν ἐφʼ Ἑλλησπόντῳ λεγομένην Φρυγίαν, ἧς ἐστι καὶ ἡ Τρῳάς, πρὸς δὲ τῷ Αἰγαίῳ καὶ τῇ ἐφεξῆς θαλάττῃ τήν τε Αἰολίδα καὶ τὴν Ἰωνίαν καὶ Καρίαν καὶ Λυκίαν, ἐν δὲ τῇ μεσογαίᾳ τήν τε Φρυγίαν, ἧς ἐστι μέρος ἥ τε τῶν Γαλλογραικῶν λεγομένη Γαλατία καὶ ἡ Ἐπίκτητος, καὶ Λυκάονας καὶ Λυδούς.
在吉尔卡尼亚海的一部分以南,以及该海与黑海之间整个地峡以南,坐落着亚美尼亚的大部分、科尔基斯,以及整个卡帕多西亚,一直延伸到欧克辛海和蒂巴拉尼人的部族,此外还有所谓的哈里斯河以内地区,它在靠近黑海和普罗庞提斯海的地方包含了帕弗拉戈尼亚人、比提尼亚人、米西亚人以及所谓的赫勒斯滂弗里吉亚(特罗亚德也是其一部分),在靠近爱琴海及相邻海洋的地方包含了埃奥利斯、爱奥尼亚、卡利亚和吕基亚,在内陆地区包含了弗里吉亚(所谓加拉托格莱基人的加拉太以及埃皮克特图斯是其中的一部分)、吕考尼亚人和吕底亚人。
§2.5.32Ἐφεξῆς δὲ τοῖς ἐντὸς τοῦ Ταύρου οἵ τε τὰ ὄρη κατέχοντες Παροπαμισάδαι καὶ τὰ Παρθυαίων τε καὶ Μήδων καὶ Ἀρμενίων καὶ Κιλίκων ἔθνη καὶ Κατάονες καὶ Πισίδαι.
紧接在托罗斯山脉以内地区之后的是占领山区的帕罗帕米萨达人,以及帕提亚人、米底亚人、亚美尼亚人和基利家人的族群,以及卡塔奥尼亚人和皮西迪亚人。
μετὰ δὲ τοὺς ὀρείους ἐστὶ τὰ ἐκτὸς τοῦ Ταύρου.
在这些山区居民之后,是托罗斯山脉以外的地区。
πρώτη δʼ ἐστὶ τούτων ἡ Ἰνδική, ἔθνος μέγιστον τῶν πάντων καὶ εὐδαιμονέστατον, τελευτῶν πρός τε τὴν ἑῴαν θάλατταν καὶ τὴν νοτίαν τῆς Ἀτλαντικῆς.
其中最先出现的是印度,这是所有民族中最大且最繁荣的一个,延伸至东海和属于大西洋的南海。
ἐν δὲ τῇ νοτίᾳ ταύτῃ θαλάττῃ πρόκειται τῆς Ἰνδικῆς νῆσος οὐκ ἐλάττων τῆς Βρεττανικῆς ἡ Ταπροβάνη·
¦p.175 在这片南海中,塔普罗巴内横亘在印度前方,这是一座面积不亚于不列颠的岛屿。
μετὰ δὲ τὴν Ἰνδικὴν ἐπὶ τὰ ἑσπέρια νεύουσιν, ἐν δεξιᾷ δʼ ἔχουσι τὰ ὄρη χώρα ἐστὶ συχνή, φαύλως οἰκουμένη διὰ λυπρότητα ὑπʼ ἀνθρώπων τελέως βαρβάρων οὐχ ὁμοεθνῶν· καλοῦσι δʼ Ἀριανούς, ἀπὸ τῶν ὀρῶν διατείνοντας μέχρι Γεδρωσίας καὶ Καρμανίας.
在印度之后,对于向西行进、右手边靠着山脉的人来说,有一片广袤的土地,由于土地贫瘠,这里只有完全野蛮且并非同族的居民稀疏地居住着;他们称这些人为阿利亚诺伊人,他们从山区一直延伸到格德罗西亚和卡尔马尼亚。
ἑξῆς δέ εἰσι πρὸς μὲν τῇ θαλάττῃ Πέρσαι καὶ Σούσιοι καὶ Βαβυλώνιοι καθήκοντες ἐπὶ τὴν κατὰ Πέρσας θάλατταν καὶ τὰ περιοικοῦντα τούτους ἔθνη μικρά, πρὸς δὲ τοῖς ὄρεσιν ἢ ἐν αὐτοῖς τοῖς ὄρεσι Παρθυαῖοι καὶ Μῆδοι καὶ Ἀρμένιοι καὶ τὰ τούτοις πρόσχωρα ἔθνη καὶ ἡ Μεσοποταμία.
紧接着,靠近海洋的是波斯人、苏萨人和巴比伦人,一直向下延伸至波斯湾,以及居住在他们周围的弱小族群;而靠近山脉或就在山脉之中的是帕提亚人、米底亚人、亚美尼亚人、与他们相邻的部族以及美索不达米亚。
μετὰ δὲ τὴν Μεσοποταμίαν τὰ ἐντὸς Εὐφράτου·
在美索不达米亚之后是幼发拉底河以内的地区。
ταῦτα δʼ ἐστὶν ἥ τε εὐδαίμων Ἀραβία πᾶσα, ἀφοριζομένη τῷ τε Ἀραβίῳ κόλπῳ παντὶ καὶ τῷ Περσικῷ, καὶ ὅσην οἱ Σκηνῖται καὶ οἱ Φύλαρχοι κατέχουσιν οἱ ἐπὶ τὸν Εὐφράτην καθήκοντες καὶ τὴν Συρίαν·
这些包括整个幸福的阿拉伯,以整个阿拉伯湾和波斯湾为界,以及帐篷居住者(斯凯尼泰人)和部落首领(皮拉科斯)所占领的所有土地,他们一直向下延伸到幼发拉底河和叙利亚。
εἶθʼ οἱ πέραν τοῦ Ἀραβίου κόλπου μέχρι Νείλου, Αἰθίοπές τε καὶ Ἄραβες, καὶ οἱ μετʼ αὐτοὺς Αἰγύπτιοι καὶ Σύροι καὶ Κίλικες οἵ τε ἄλλοι καὶ οἱ Τραχειῶται λεγόμενοι, τελευταῖοι δὲ Πάμφυλοι.
接着是阿拉伯湾彼岸直到尼罗河的地区,居住着埃塞俄比亚人和阿拉伯人,继他们之后的是埃及人、叙利亚人以及基利家人(包括其他基利家人和被称为“崎岖之地”的基利家人),最后是潘菲利亚人。