§2.5.25συλλήβδην δʼ εἰπεῖν, τῆς καθʼ ἡμᾶς θαλάττης νοτιώτατον μέν ἐστι σημεῖον ὁ τῆς μεγάλης Σύρτεως μυχός, καὶ μετὰ τοῦτον ἡ κατʼ Αἴγυπτον Ἀλεξάνδρεια καὶ τοῦ Νείλου προχοαί, βορειότατον δὲ τὸ τοῦ Βορυσθένους· εἰ δὲ καὶ τὴν Μαιῶτιν προστιθείη τῷ πελάγει τις (καὶ γάρ ἐστιν ὡς ἂν μέρος), τὸ τοῦ Τανάιδος· δυσμικώτατον δὲ ὁ κατὰ τὰς στήλας πορθμός, ἑωθινώτατον δʼ ὁ λεχθεὶς μυχὸς κατὰ Διοσκουριάδα·
简而言之,我们这边的海(地中海)的最南端是大瑟提斯湾的深处,其次是埃及的亚历山大和尼罗河口,而最北端是博里斯梯尼河的河口;如果有人把马奥蒂斯湖也算入这片海(因为它在某种意义上是其一部分),那么最北端就是塔奈斯河的河口;最西端是赫拉克勒斯之柱附近的海峡,最东端是前面提到过的迪奥斯库里亚斯附近的深处;但埃拉托斯特尼错误地认为最东端是伊索斯湾。
Ἐρατοσθένης δʼ οὐκ εὖ τὸν Ἰσσικὸν κόλπον φησίν. ὁ μὲν γὰρ ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ ἵδρυται ἐφʼ οὗπερ ἥ τε Ἀμισὸς καὶ Θεμίσκυρα· εἰ δὲ βούλει, πρόσλαβε καὶ τὴν Σιδήνην μέχρι Φαρνακείας.
因为伊索斯湾坐落在与阿米索斯和塞弥斯库拉相同的子午线上;如果你愿意,还可以把西德内直到法尔纳基亚的部分也加进去。
ἀπὸ δὲ τούτων τῶν μερῶν πρὸς ἕω πλοῦς ἐστι πλειόνων ἢ τρισχιλίων σταδίων εἰς Διοσκουριάδα, ὡς ἔσται μᾶλλον ἐκ τῆς ἐν μέρει περιοδείας φανερόν.
而从这些地区向东航行到迪奥斯库里亚斯的距离超过三千斯塔德,这在随后的分段游记中会变得更加清楚。
ἡ μὲν δὴ καθʼ ἡμᾶς θάλαττα τοιαύτη τις.
那么,我们这边的海大致就是这样的。
§2.5.26̔υπογραπτέον δὲ καὶ τὰς περιεχούσας αὐτὴν γᾶς, ἀρχὴν λαβοῦσιν ἀπὸ τῶν αὐτῶν μερῶν ἀφʼ ὧνπερ καὶ τὴν θάλατταν ὑπεγράψαμεν.
我们还必须概述环绕它的陆地,从我们概述海洋时所用的相同地区开始。
εἰσπλέουσι τοίνυν τὸν κατὰ στήλας πορθμὸν ἐν δεξιᾷ μέν ἐστιν ἡ Λιβύη μέχρι τῆς τοῦ Νείλου ῥύσεως, ἐν ἀριστερᾷ δὲ ἀντίπορθμος ἡ Εὐρώπη μέχρι τοῦ Τανάιδος· τελευτῶσι δʼ ἀμφότεραι περὶ τὴν Ἀσίαν.
那么,当人们航行进入赫拉克勒斯之柱附近的海峡时,右侧是直到尼罗河水流处的利比亚,左侧是与其相对的、直到塔奈斯河的欧洲;两者都在亚洲附近终结。
ἀρκτέον δʼ ἀπὸ τῆς Εὐρώπης, ὅτι πολυσχήμων τε καὶ πρὸς ἀρετὴν ἀνδρῶν εὐφυεστάτη καὶ πολιτειῶν καὶ ταῖς ἄλλαις πλεῖστον μεταδεδωκυῖα τῶν οἰκείων ἀγαθῶν, ἐπειδὴ σύμπασα οἰκήσιμός ἐστι πλὴν ὀλίγης τῆς διὰ ψῦχος ἀοικήτου.
我们必须从欧洲开始,因为它不仅形状多样,而且天生最适合人类的德行和政治制度,并且向其他地区分享了最多属于它自己的福祉,因为除了一小部分因寒冷而无法居住的地区外,它的全部都是可居住的。
αὕτη δʼ ὁμορεῖ τοῖς Ἁμαξοίκοις τοῖς περὶ τὸν Τάναϊν καὶ τὴν Μαιῶτιν καὶ τὸν Βορυσθένη.
而这一寒冷荒凉的部分与塔奈斯河、马奥蒂斯湖和博里斯梯尼河周围的车居族(哈马麦索伊基)相邻。
τῆς δʼ οἰκησίμου τὸ μὲν δυσχείμερον καὶ τὸ ὀρεινὸν μοχθηρῶς οἰκεῖται τῇ φύσει, ἐπιμελητὰς δὲ λαβόντα ἀγαθοὺς καὶ τὰ φαύλως οἰκούμενα καὶ λῃστρικῶς ἡμεροῦται, καθάπερ οἱ Ἕλληνες ὄρη καὶ πέτρας κατέχοντες ᾤκουν καλῶς διὰ πρόνοιαν τὴν περὶ τὰ πολιτικὰ καὶ τὰς τέχνας καὶ τὴν ἄλλην σύνεσιν τὴν περὶ βίον, Ῥωμαῖοί τε πολλὰ ἔθνη παραλαβόντες καὶ τὴν φύσιν ἀνήμερα διὰ τοὺς τόπους ἢ τραχεῖς ὄντας ἢ ἀλιμένους ἢ ψυχροὺς ἢ ἀπʼ ἄλλης αἰτίας δυσοικήτους πολλοῖς τούς τε ἀνεπιπλέκτους ἀλλήλοις ἐπέπλεξαν καὶ τοὺς ἀγριωτέρους πολιτικῶς ζῆν ἐδίδαξαν.
在可居住的部分中,气候严寒且多山的部分自然居住条件恶劣;但如果得到了优秀的管理者,即使是那些居住条件恶劣且有盗匪出没的地区也会变得温和,正如希腊人虽然占有山地和岩石,却因对政治事务、技艺以及其他生活智慧的预见而生活得十分美好;罗马人也接管了许多因其领土崎岖、无港口、寒冷或因其他原因难以居住而天性野蛮的民族,使彼此没有交往的人们互相联系,并教会了更野蛮的人们过上政治生活。
ὅσον δʼ ἐστὶν αὐτῆς ἐν ὁμαλῷ καὶ εὐκράτῳ τὴν φύσιν ἔχει συνεργὸν πρὸς ταῦτα, ἐπειδὴ τὸ μὲν ἐν τῇ εὐδαίμονι χώρᾳ πᾶν ἐστιν εἰρηνικόν, τὸ δʼ ἐν τῇ λυπρᾷ μάχιμον καὶ ἀνδρικόν, καὶ δέχεταί τινας παρʼ ἀλλήλων εὐεργεσίας τὰ γένη ταῦτα· τὰ μὲν γὰρ ἐπικουρεῖ τοῖς ὅπλοις, τὰ δὲ καρποῖς καὶ τέχναις καὶ ἠθοποιίαις.
而其中处于平坦和温和气候的部分,在这些事情上拥有自然作为盟友;因为在富饶土地上的部分完全是和平的,而在贫瘠土地上的部分则是好战且勇敢的,这些族群彼此接受一些恩惠;因为一方向另一方提供武器援助,而另一方则提供作物、技艺和道德培育。
φανεραὶ δὲ καὶ αἱ ἐξ ἀλλήλων βλάβαι μὴ ἐπικουρούντων· ἔχει δέ τι πλεονέκτημα ἡ βία τῶν τὰ ὅπλα ἐχόντων, πλὴν εἰ τῷ πλήθει κρατοῖτο.
如果他们不 ¦p.171 互相协助,彼此之间的危害也是显而易见的;而拥有武器者的暴力具有某种优势,除非它被人口数量所压倒。
ὑπάρχει δή τι καὶ πρὸς τοῦτο εὐφυὲς τῇ ἠπείρῳ ταύτῃ· ὅλη γὰρ διαπεποίκιλται πεδίοις τε καὶ ὄρεσιν, ὥστε πανταχοῦ καὶ τὸ γεωργικὸν καὶ τὸ πολιτικὸν καὶ τὸ μάχιμον παρακεῖσθαι· πλέον δʼ εἶναι θάτερον, τὸ τῆς εἰρήνης οἰκεῖον, ὥσθʼ ὅλων ἐπικρατεῖ τοῦτο, προσλαμβανόντων καὶ τῶν ἡγεμόνων Ἑλλήνων μὲν πρότερον Μακεδόνων δὲ καὶ Ῥωμαίων ὕστερον.
的确,这片大陆在这一点上也有着天生的便利;因为整体上平原与山脉交错,以至于在任何地方,农业、政治和军事都并存邻接;而另一方,即属于和平的部分,占了多数,因此支配了整体,并且统治者们也予以协助——先是希腊人,后来是马其顿人和罗马人。
διὰ τοῦτο δὲ καὶ πρὸς πόλεμον αὐταρκεστάτη ἐστί· καὶ γὰρ τὸ μάχιμον πλῆθος ἄφθονον ἔχει καὶ τὸ ἐργαζόμενον τὴν γῆν καὶ τὸ τὰς πόλεις συνέχον.
由于这个原因,它在战争方面也是最自给足的;因为它拥有充足的好战群众、耕作土地的人以及维系城市的人。
διαφέρει δὲ καὶ ταύτῃ, διότι τοὺς καρποὺς ἐκφέρει τοὺς ἀρίστους καὶ τοὺς ἀναγκαίους τῷ βίῳ καὶ μέταλλα ὅσα χρήσιμα· θυώματα δὲ καὶ λίθους πολυτελεῖς ἔξωθεν μέτεισιν, ὧν τοῖς σπανιζομένοις οὐδὲν χείρων ὁ βίος ἐστὶν ἢ τοῖς εὐπορουμένοις.
它在这一点上也十分杰出,因为它产出最优秀且生活必需的作物,以及所有有用的矿物;而香料和贵重宝石则从外部引入,缺少这些东西的人的生活并不比富裕者差。
ὡς δʼ αὕτως βοσκημάτων μὲν πολλῶν ἀφθονίαν παρέχει, θηρίων δὲ σπάνιν.
同样地,它提供了丰富的家畜,却很少有猛兽。
τοιαύτη μὲν ἡ ἤπειρος αὕτη καθόλου τὴν φύσιν ἐστί.
总的来说,这片大陆在本性上就是这样的。