§2.4.7̔́η τε τοῦ μήκους τῆς οἰκουμένης μέτρησις κατὰ παραλλήλου τῷ ἰσημερινῷ ἐστιν, ἐπειδὴ καὶ αὐτὴ ἐπὶ μῆκος οὕτως ἐκτέταται ὥστε καὶ τῶν ἠπείρων ἑκάστης οὕτω δεῖ λαμβάνειν τὸ μῆκος μεταξὺ μεσημβρινῶν δυεῖν κείμενον.
此外,居住世界长度的测量是沿着与赤道平行的纬线进行的,因为居住世界本身在长度上就是这样延伸出来的,所以对于每个大陆,我们也必须以这种方式将其长度视为介于两条子午线之间。
τά τε μέτρα τῶν μηκῶν σταδιασμοί εἰσιν, οὓς θηρεύομεν, ἢ διʼ αὐτῶν ἐκείνων ἰόντες ἢ τῶν παραλλήλων ὁδῶν ἢ πόρων.
此外,长度的度量是斯塔迪翁数,我们是通过直接经过这些地点,或者通过平行的道路与航道来探寻这些数字的。
ὁ δὲ τοῦτον ἀφεὶς τὸν τρόπον καινὸν εἰσάγει τὸ μεταξὺ τῆς τε θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς τμῆμά τι τοῦ ἀρκτικοῦ ἡμικυκλίου.
然而,他(波利比乌斯)抛弃了这种方法,引入了一种新奇的做法:即介于夏至日出和分点日出之间、朝向北极之半圆的某个弧段。
πρὸς δὲ τὰ ἀμετάπτωτα οὐδεὶς κανόσι καὶ μέτροις χρῆται τοῖς μεταπτώτοις οὐδὲ τοῖς κατʼ ἄλλην καὶ ἄλλην σχέσιν λεγομένοις πρὸς τὰ καθʼ αὑτὰ καὶ * διαφοράν.
然而,没有任何人会用易变的事物,或在不同关系中被说及的事物,来作为不变的事物、自足存在的事物以及靠*差异来被说及的事物的基准和尺度。
τὸ μὲν οὖν μῆκος ἀμετάπτωτον καὶ καθʼ αὑτὸ λέγεται, ἀνατολὴ δʼ ἰσημερινὴ καὶ δύσις, ὡς δʼ αὕτως θερινή τε καὶ χειμερινή, οὐ καθʼ αὑτὴν ἀλλὰ πρὸς ἡμᾶς·
因此,长度被称为是不变的、自足的,而分点的日出和日落,以及夏至和冬至的日出和日落,都不是自足的,而是相对于我们而言的。
ἡμῶν δʼ ἄλλοτʼ ἄλλῃ μεταχωρούντων, ἄλλοτʼ ἄλλοι τόποι καὶ δύσεών εἰσι καὶ ἀνατολῶν ἰσημερινῶν τε καὶ τροπικῶν, τὸ δὲ μῆκος μένει ταὐτὸν τῆς ἠπείρου.
因为当我们随时随地迁移时,分点和至点的日出和日落的方位也会随时随地发生改变,但大陆的长度却保持不变。
Τάναϊν μὲν οὖν καὶ Νεῖλον οὐκ ἄτοπον πέρας ποιεῖσθαι, θερινὴν δʼ ἀνατολὴν ἢ ἰσημερινὴν καινόν.
因此,将塔奈斯川和尼罗河作为界限并无不当,但将夏至日出或分点日出作为界限则是新奇而奇怪的。
§2.4.8προπεπτωκυίας δὲ τῆς Εὐρώπης ἄκραις πλείοσι, βέλτιον μὲν οὗτος εἴρηκεν περὶ αὐτῶν Ἐρατοσθένους, οὔπω δὲ ἱκανῶς·
虽然欧洲以许多突出的半岛形式延伸,但他(波利比乌斯)对这些半岛的描述虽然比埃拉托斯特尼要好,但仍然不够充分。
ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας καθήκουσαν, ἐφʼ ἧς ἡ Ἰβηρία, καὶ τὴν ἐπὶ τὸν πορθμόν, ἐφʼ ἧς ἡ Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφʼ ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Εὐξείνου πάντʼ ἔθνη καὶ τοῦ Τανάιδος.
因为那个人(埃拉托斯特尼)说有三个:第一个是延伸到柱石的,其上是伊比利亚;第二个是延伸到海峡的,其上是意大利;第三个是在马雷阿斯岬附近的,其上是介于亚得里亚海、蓬托斯·欧克辛海和塔奈斯川之间的所有民族。
οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον, ἐφʼ ἧς ἡ Ἑλλὰς πᾶσα καὶ ἡ Ἰλλυρὶς καὶ τῆς Θρᾴκης τινά, τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφʼ ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον στενά (ἔχουσι δʼ αὐτὴν Θρᾷκες), πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ τὸ στόμα τῆς Μαιώτιδος.
而他(波利比乌斯)以同样的方式阐述了前两个,但将第三个定在马雷阿斯岬和苏尼翁岬,其上是整个希腊、伊利里亚和色雷斯的一部分;第四个在色雷斯切尔索内斯,其上有塞斯托斯和阿比多斯狭窄的海峡(色雷斯人占领着它);第五个在金梅里亚博斯普鲁斯和迈奥提斯湖的出口。
τὰς μὲν οὖν δύο τὰς πρώτας δοτέον· ἁπλοῖς γάρ τισι περιλαμβάνονται κόλποις, ἡ μὲν τῷ μεταξὺ τῆς Κάλπης καὶ τοῦ ἱεροῦ ἀκρωτηρίου, ἐν ᾧ τὰ Γάδειρα, καὶ τῷ μεταξὺ στηλῶν καὶ τῆς Σικελίας πελάγει· ἡ δὲ τούτῳ τε καὶ τῷ Ἀδρίᾳ, καίτοι ἥ γε τῶν Ἰαπύγων ἄκρα παρεμπίπτουσα καὶ τὴν Ἰταλίαν δικόρυφον ποιοῦσα ἔχει τινὰ ἀντέμφασιν·
那么,前两个是可以认可的;因为它们被简单的海湾所环绕,其一是在卡尔佩和神圣岬角(加德伊拉就在其中)之间,以及在柱石和西西里之间的海域;其二是在这片海和亚得里亚海之间,尽管伊阿皮斯人的岬角插入其中,使意大利呈现双峰状,产生了一些不协调。
αἱ λοιπαὶ δʼ ἔτι ἐναργέστερον ποικίλαι καὶ πολυμερεῖς οὖσαι ζητοῦσιν ἄλλην διαίρεσιν.
但其余的则更加明显地繁杂且由多部分组成,需要另外的划分。
ὡς δʼ αὕτως ἔχει καὶ ἡ εἰς ἓξ διαίρεσις τὴν ὁμοίαν ἔνστασιν ἀκολούθως ταῖς ἄκραις διειλημμένη.
同样地,根据这些半岛特征而划分的六分法也面临类似的反对意见。
ποιησόμεθα δʼ ἡμεῖς ἐν τοῖς καθʼ ἕκαστα τὴν προσήκουσαν ἐπανόρθωσιν καὶ τούτων καὶ τῶν ἄλλων, ὅσα ἔν τε τῇ Εὐρώπῃ διημάρτηται καὶ ἐν τῇ τῆς Λιβύης περιοδείᾳ.
我们将在具体的描述中,对这些以及其他所有在欧洲和在利比亚航行中弄错的事情做出适当的修正。
νῦν δʼ ἀρκέσει ταῦτα λεχθέντα πρὸς τοὺς πρὸ ἡμῶν, ὅσους ᾠήθημεν ἱκανοὺς εἶναι παρατεθέντας ἐκμαρτυρεῖν ἡμῖν, ὅτι δικαίως προειλόμεθα καὶ αὐτοὶ τὸ αὐτὸ τοῦτο ἔργον τοσαύτης ἐπανορθώσεως καὶ προσθήκης δεόμενον.
但目前,对我们前辈的这些论述已经足够了,我们认为他们足以并列作为我们的证人,证明我们自己也正当地选择了承担这同一项需要如此之多修正和增补的工作。