§2.5.3πεντάζωνον μὲν γὰρ ὑποθέσθαι δεῖ τὸν οὐρανόν, πεντάζωνον δὲ καὶ τὴν γῆν, ὁμωνύμους δὲ καὶ τὰς ζώνας τὰς κάτω ταῖς ἄνω· τὰς δʼ αἰτίας εἰρήκαμεν τῆς εἰς τὰς ζώνας διαιρέσεως.
因为必须假设天空有五个地带,大地也有五个地带,并且下面的地带与上面的同名;而我们已经说明了划分为这些地带的原因。
διορίζοιντο δʼ ἂν αἱ ζῶναι κύκλοις παραλλήλοις τῷ ἰσημερινῷ γραφομένοις ἑκατέρωθεν αὐτοῦ, δυσὶ μὲν τοῖς ἀπολαμβάνουσι τὴν διακεκαυμένην, δυσὶ δὲ τοῖς μετὰ τούτους, οἳ πρὸς μὲν τῇ διακεκαυμένῃ τὰς εὐκράτους δύο ποιοῦσι, πρὸς δὲ ταῖς εὐκράτοις τὰς κατεψυγμένας.
这些地带由在赤道两侧与其平行的圆所界定,其中两个圆围出焦热带,另外两个圆则紧随其后,它们与焦热带相邻形成两个温带,与温带相邻形成寒带。
ὑποπίπτει δʼ ἑκάστῳ τῶν οὐρανίων κύκλων ὁ ἐπὶ γῆς ὁμώνυμος αὐτῷ, καὶ ἡ ζώνη δὲ ὡσαύτως τῇ ζώνῃ.
在每个天体圆的下方,都坐落着地球上与其同名的圆,地带同样也坐落在对应的地带下方。
εὐκράτους μὲν οὖν φασι τὰς οἰκεῖσθαι δυναμένας, ἀοικήτους δὲ τὰς ἄλλας, τὴν μὲν διὰ καῦμα τὰς δὲ διὰ ψῦχος.
那么,他们说温带是可以居住的,而其他地带是不可居住的,一个是因为炎热,另一些是因为寒冷。
τὸν δʼ αὐτὸν τρόπον καὶ περὶ τῶν τροπικῶν καὶ τῶν ἀρκτικῶν, παρʼ οἷς εἰσιν ἀρκτικοί, διορίζουσιν ὁμωνύμως τοῖς ἄνω τοὺς ἐπὶ γῆς ποιοῦντες, καὶ τοὺς ἑκάστοις ὑποπίπτοντας.
以同样的方式,关于回归线和极圈,在那些拥有极圈的人中,他们通过使大地上的圆与上方的圆同名,来界定那些坐落在各自下方的圆。
τοῦ δʼ ἰσημερινοῦ δίχα τέμνοντος τὸν ὅλον οὐρανόν, καὶ τὴν γῆν ἀνάγκη διαιρεῖσθαι ὑπὸ τοῦ ἐν αὐτῇ ἰσημερινοῦ.
由于赤道将整个天空平分,大地也必然被其上的赤道所平分。
καλεῖται δὲ τῶν ἡμισφαιρίων ἑκάτερον τῶν τε οὐρανίων καὶ τῶν ἐπὶ γῆς τὸ μὲν βόρειον τὸ δὲ νότιον· οὕτως δὲ καὶ τῆς διακεκαυμένης ὑπὸ τοῦ αὐτοῦ κύκλου δίχα διαιρουμένης τὸ μὲν ἔσται βόρειον αὐτῆς μέρος τὸ δὲ νότιον· δῆλον δʼ ὅτι καὶ τῶν εὐκράτων ζωνῶν ἡ μὲν ἔσται βόρειος ἡ δὲ νότιος ὁμωνύμως τῷ ἡμισφαιρίῳ ἐν ᾧ ἐστι.
而天空和大地的每个半球都分别被称为北半球和南半球;因此,焦热带同样被同一个圆平分,它的一半将是北部,另一半将是南部;显而易见,温带也将分为北温带和南温带,与其所在的半球同名。
καλεῖται δὲ βόρειον μὲν ἡμισφαίριον τὸ τὴν εὔκρατον ἐκείνην περιέχον, ἐν ᾗ ἀπὸ τῆς ἀνατολῆς βλέποντι ἐπὶ τὴν δύσιν ἐν δεξιᾷ μέν ἐστιν ὁ πόλος, ἐν ἀριστερᾷ δʼ ὁ ἰσημερινός, ἢ ἐν ᾧ πρὸς μεσημβρίαν βλέπουσιν ἐν δεξιᾷ μέν ἐστι δύσις ἐν ἀριστερᾷ δʼ ἀνατολή, νότιον δὲ τὸ ἐναντίως ἔχον·
所谓的北半球,是指包含那一个温带的半球:在其中,对于从东向西看的人来说,极点在右侧,赤道在左侧;或者在其中,对于向南看的人来说,西方在右侧,东方在左侧;而南半球则是处于相反状态的半球。
ὥστε δῆλον ὅτι ἡμεῖς ἐσμεν ἐν θατέρῳ τῶν ἡμισφαιρίων, καὶ τῷ βορείῳ γε, ἐν ἀμφοτέροις δʼ οὐχ οἷόν τε· μέσσῳ γὰρ μεγάλοι ποταμοί, ὠκεανὸς μὲν πρῶτα,
ἔπειτα ἡ διακεκαυμένη.
因此很明显,我们处于两个半球之一,且是在北半球,而不可能同时处于两个半球之中;因为中间有大河,首先是大洋,其次是焦热带。
οὔτε δὲ ὠκεανὸς ἐν μέσῳ τῆς καθʼ ἡμᾶς οἰκουμένης ἐστὶ τέμνων ὅλην, οὔτʼ οὖν διακεκαυμένον χωρίον· οὐδὲ δὴ μέρος αὐτῆς εὑρίσκεται τοῖς κλίμασιν ὑπεναντίως ἔχον τοῖς λεχθεῖσιν ἐν τῇ βορείῳ εὐκράτῳ.
然而,在我们的居住世界中间,既没有大洋将其整体切断,也没有焦热的区域;而且,也未发现该世界的任何部分的运行气候与北温带中所述的气候相反。
§2.5.4λαβὼν οὖν ταῦθʼ ὁ γεωμέτρης, προσχρησάμενος τοῖς ὑπὸ τοῦ ἀστρονομικοῦ δεικνυμένοις, ἐν οἷς οἵ τε παράλληλοι τῷ ἰσημερινῷ εὑρίσκονται οἱ καθʼ ἑκάστην τὴν οἴκησιν καὶ οἱ πρὸς ὀρθὰς τέμνοντες τούτους, γραφόμενοι δὲ διὰ τῶν πόλων, καταμετρεῖ τὴν μὲν οἰκήσιμον ἐμβατεύων, τὴν δʼ ἄλλην ἐκ τοῦ λόγου τῶν ἀποστάσεων.
因此,几何学家接受了这些事物,并进一步利用了天文学家所证明的事物——其中发现了各个居住地与赤道平行的圆,以及那些通过极点绘制、与这些圆直角相交的圆——他通过实地考察测量可居住的大地,并根据距离的比例计算其余部分。
οὕτω δʼ ἂν εὑρίσκοι πόσον ἂν εἴη τὸ ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι πόλου, ὅπερ ἐστὶ τεταρτημόριον τοῦ μεγίστου κύκλου τῆς γῆς· ἔχων δὲ τοῦτο ἔχει καὶ τὸ τετραπλάσιον αὐτοῦ, τοῦτο δʼ ἐστὶν ἡ περίμετρος τῆς γῆς.
如此,他便能发现从赤道到极点的距离是多少,这正是地球最大圆的四分之一;得到了这个数值,他也得到了它的四倍,而这便是地球的周长。
ὥσπερ οὖν ὁ μὲν τὴν γῆν ἀναμετρῶν παρὰ τοῦ ἀστρονομοῦντος ἔλαβε τὰς ἀρχάς, ὁ δὲ ἀστρονόμος παρὰ τοῦ φυσικοῦ, τὸν αὐτὸν τρόπον χρὴ καὶ τὸν γεωγράφον παρὰ τοῦ ἀναμεμετρηκότος ὅλην τὴν γῆν ὁρμηθέντα, πιστεύσαντα τούτῳ καὶ οἷς ἐπίστευσεν οὗτος, πρῶτον μὲν ἐκθέσθαι τὴν οἰκουμένην καθʼ ἡμᾶς πόση τις καὶ ποία τὸ σχῆμα καὶ τὴν φύσιν οἵα ἐστὶ καὶ πῶς ἔχουσα πρὸς τὴν ὅλην γῆν (ἴδιον γὰρ τοῦ γεωγράφου τοῦτο), ἔπειτα περὶ τῶν καθʼ ἕκαστα τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν ποιήσασθαι τὸν προσήκοντα λόγον, παρασημαινόμενον ὅσα μὴ ἱκανῶς εἴρηται τοῖς πρὸ ἡμῶν τοῖς μάλιστα πεπιστευμένοις ἀρίστοις γεγονέναι περὶ ταῦτα.
因此,正如测量大地者从天文学者处获得原理,而天文学者又从物理学家处获得一样,地理学家也同样应当从测量了整个大地的人出发,信任他以及他所信任的人,首先阐明我们的居住世界有多大,其形状和性质如何,以及它与整个大地的关系(因为这是地理学家的专职),然后对陆地和海洋的各个具体情况做出妥当的阐述,并指出在我们之前被认为在此领域最优秀的先贤们尚未说得足够充分的一切地方。