Humanitext Reader

斯特拉波 · 地理学 §2.3.5

对欧多克索斯环航故事的质疑与批判

第 68 段,共 577 段 · 希腊语

内容简介

斯特拉波激烈批评波塞多尼乌斯轻信关于欧多克索斯环航利比亚的极度可疑且荒诞的故事,并具体列举了该故事中的诸多矛盾和不合情理之处。

§2.3.5Ἐγὼ μὲν οὖν φησί μέχρι τῆς περὶ τὸν Εὔδοξον ἱστορίας ἥκω· τί δʼ ὕστερον συνέβη τοὺς ἐκ Γαδείρων καὶ τῆς Ἰβηρίας εἰκὸς εἰδέναι.
“至于我,”他(波塞多尼乌斯)说,“我已经讲到了关于欧多克索斯的故事;但后来发生的事情,加德斯和伊贝利亚的人自然是知道的。
ἐκ πάντων δὴ τούτων φησὶ δείκνυσθαι διότι ἡ οἰκουμένη κύκλῳ περιρρεῖται τῷ ὠκεανῷ· οὐ γάρ μιν δεσμὸς περιβάλλεται ἠπείροιο, ἀλλʼ ἐς ἀπειρεσίην κέχυται· τό μιν οὔτι μιαίνει.
”他说,从这一切中可以证明,居住世界是被大洋环绕成一个圆圈的:“因为大陆的任何束缚都没有包围它,而是注入了无限之中;没有任何东西可以玷污它。
θαυμαστὸς δὴ κατὰ πάντα ἐστὶν ὁ Ποσειδώνιος, τὸν μὲν τοῦ μάγου περίπλουν, ὃν Ἡρακλείδης εἶπεν, ἀμάρτυρον νομίσας, καὶ αὐτῶν τῶν ὑπὸ Δαρείου πεμφθέντων, ὃν Ἡρόδοτος ἱστορεῖ, τὸ δὲ Βεργαῖον διήγημα τοῦτο ἐν πίστεως μέρει τιθείς, εἴθʼ ὑπʼ αὐτοῦ πεπλασμένον εἴτʼ ἄλλων πλασάντων πιστευθέν.
”波塞多尼乌斯在各方面确实令人惊叹。 他认为赫拉克利德斯所说的术士环航是没有证据的,赫罗多托斯所记述的大流士派遣人员的环航也是如此,但他却把这个“贝尔加式的”法螺故事视为可信之物,无论这是他自己编造的,还是别人编造而他信以为真的。
τίς γὰρ ἡ πιθανότης πρῶτον μὲν τῆς κατὰ τὸν Ἰνδὸν περιπετείας;
首先,关于印度人那段奇遇的可信度能有多少?
ὁ γὰρ Ἀράβιος κόλπος ποταμοῦ δίκην στενός ἐστι καὶ μακρὸς ἐπὶ μυρίοις που σταδίους μέχρι τοῦ στόματος, καὶ τούτου στενοῦ παντάπασιν ὄντος·
因为阿拉伯湾像河流一样狭窄,到其入口处长达约一万斯塔迪翁,而且这个入口本身完全狭窄。
οὐκ εἰκὸς δʼ οὔτʼ ἔξω που τὸν πλοῦν ἔχοντας εἰς τὸν κόλπον παρωσθῆναι τοὺς Ἰνδοὺς κατὰ πλάνην (τὰ γὰρ στενὰ ἀπὸ τοῦ στόματος δηλώσειν ἔμελλε τὴν πλάνην), οὔτʼ εἰς τὸν κόλπον ἐπίτηδες καταχθεῖσιν ἔτι πλάνης ἦν πρόφασις καὶ ἀνέμων ἀστάτων.
那些在开阔海域航行的印度人,不太可能因为迷航而被迫漂入该湾(因为从入口开始的狭窄程度本该让他们清楚自己迷航了),对于那些被故意带入湾内的人来说,也不再有迷航和风向不定的借口。
λιμῷ τε πῶς περιεῖδον ἅπαντας ἀπολλυμένους σφᾶς πλὴν ἑνός;
他们怎么会任由除了一个人以外的所有人都饿死呢?
περιγενόμενός τε πῶς ἱκανὸς ἦν μόνος κατευθύνειν τὸ πλοῖον οὐ μικρὸν ὂν τά γε τηλικαῦτα πελάγη διαίρειν δυνάμενον;
幸存下来的那个人,又是如何独自一人操纵一艘能跨越如此辽阔洋面的大船的?
τίς δʼ ἡ ὀξυμάθεια τῆς διαλέκτου, ἀφʼ ἧς ἱκανὸς ἦν πεῖσαι τὸν βασιλέα, ὡς δυνάμενος τοῦ πλοῦ καθηγήσασθαι;
他又是如何快速学会语言,以至于能够说服国王自己可以引导航行的?
τίς δʼ ἡ σπάνις τῷ Εὐεργέτῃ τῶν τοιούτων καθηγεμόνων, ἤδη γνωριζομένης ὑπὸ πολλῶν τῆς ταύτῃ θαλάττης;
对于尤埃尔盖特斯来说,在这一带海域已被许多人熟知的情况下,怎么会如此缺乏这样的向导?
ὁ δὲ δὴ σπονδοφόρος καὶ θεωρὸς τῶν Κυζικηνῶν πῶς ἀφεὶς τὴν πόλιν εἰς Ἰνδοὺς ἔπλει;
而那个奇才克斯人的休战宣告者和使节,又是如何离开自己的城邦前往印度的?
πῶς δὲ ἐπιστεύθη τηλικαύτην χρείαν;
他又是如何被委以如此重任的?
πῶς δʼ ἐπανιὼν ἀφαιρεθεὶς πάντα παρὰ τὴν ἐλπίδα καὶ ἀτιμωθεὶς ἔτι μείζονα ἐπιστεύθη παρασκευὴν δώρων;
为什么他在返回时违背期望被没收了所有东西并受辱,却又被委以更大规模的礼物准备?
ἐπανιὼν δὲ καὶ παρενεχθεὶς εἰς τὴν Αἰθιοπίαν τίνος χάριν ἢ τὰς διαλέκτους ἀπεγράφετο, ἢ τὸ ἀκρόπρῳρον ἐπυνθάνετο τῆς ἁλιάδος πόθεν ἐκπέσοι;
他在返回时被风吹到埃塞俄比亚,究竟为了什么目的去记录他们的语言,或者打听那艘渔船的船首像是从哪里漂来的?
τὸ γὰρ μαθεῖν ὅτι ἀπὸ δύσεως πλεόντων ἦν ναυάγιον οὐδενὸς ἔμελλεν ὑπάρξειν σημεῖον, ἐπεὶ καὶ αὐτὸς ἔμελλεν ἀπὸ δύσεως πλεῖν κατὰ τὴν ἐπάνοδον.
因为得知那是一艘从西方航行而来的沉船,不可能成为任何线索,因为他自己返回时也必定是从西方航行。
ἐλθὼν δʼ οὖν εἰς Ἀλεξάνδρειαν, φωραθεὶς ὡς νενοσφισμένος πολλά, πῶς οὐκ ἐκολάσθη, ἀλλὰ καὶ περιῄει τοὺς ναυκλήρους διαπυνθανόμενος, δεικνὺς ἅμα τὸ ἀκρόπρῳρον;
然而他来到亚历山大,在被发现私吞了许多财物后,怎么没有受到惩罚,反而到处去向船长们打听,同时还出示那尊船首像?
ὁ δὲ γνωρίσας οὐχὶ θαυμαστός;
那个认出船首像的人难道不令人惊叹吗?
ὁ δὲ πιστεύσας οὐ θαυμασιώτερος καὶ κατʼ ἐλπίδα τοιαύτην ἐπανιὼν εἰς τὴν οἰκείαν καὶ μετοικισμὸν ἐκεῖθεν ποιησάμενος εἰς τὰ ἔξω στηλῶν;
而那个相信他的人难道不更令人惊叹吗? 他怀着这样的希望回到家乡,并从那里搬迁到了柱外之地。
ἀλλʼ οὐδʼ ἐξὸν ἦν ἄνευ προστάγματος ἐξ Ἀλεξανδρείας ἀνάγεσθαι, καὶ ταῦτα νενοσφισμένῳ βασιλικὰ χρήματα.
然而,如果没有出海许可,是不允许从亚历山大起航的,更不用说是一个私吞了皇家财物的人。
οὐδέ γε λαθεῖν ἐκπλεύσαντα ἐνεδέχετο τοσαύτῃ φρουρᾷ κεκλεισμένου τοῦ λιμένος καὶ τῶν ἄλλων ἐξόδων, ὅσην καὶ νῦν ἔτι διαμένουσαν ἔγνωμεν ἡμεῖς ἐπιδημοῦντες τῇ Ἀλεξανδρείᾳ πολὺν χρόνον, καίτοι τὰ νῦν πολὺ ἀνεῖται, Ῥωμαίων ἐχόντων· αἱ βασιλικαὶ δὲ φρουραὶ πολὺ ἦσαν πικρότεραι.
在港口和其他出口被如此庞大的守备队封锁的情况下,也不可能悄悄航行出去。 我们在亚历山大长期居住时,知道这些守备队至今依然存在,尽管现在在罗马人统治下已经宽松了许多,而王室守备队当年要严厉得多。
ἐπειδὴ δὲ καὶ ἀπῆρεν εἰς τὰ Γάδειρα καὶ ναυπηγησάμενος ἔπλει βασιλικῶς, διαλυθέντος αὐτῷ τοῦ πλοίου, πῶς μὲν ἐναυπηγήσατο τρίτον λέμβον ἐν τῇ ἐρήμῳ;
当他出发前往加德斯,建造了船只并以王侯般的气派航行,而在他的船只损毁时,他又是如何荒野中建造出第三艘随行船的?
πῶς δὲ πλέων πάλιν καὶ εὑρὼν τοὺς ἑσπερίους Αἰθίοπας τοῖς ἑῴοις ὁμογλώττους οὐκ ὠρέχθη διανύσαι τὸν ἑξῆς πλοῦν, οὕτω χαῦνος ὢν πρὸς τὸ φιλέκδημον, μικρὸν ἔχειν ἐλπίσας λοιπὸν τὸ ἄγνωστον, ἀλλʼ ἀφεὶς ταῦτα τῆς διὰ Βόγου ναυστολίας ἐπεθύμησε;
当他再次航行,发现西方埃塞俄比亚人与东方的语言相通时,他这个如此热衷于远行、且指望剩下的未知海域已所剩无几的人,为何不想去完成接下来的航程,反而放弃这些,渴望进行通过波戈斯领地的航行?
πῶς δʼ ἔγνω τὴν λάθρᾳ κατʼ αὐτοῦ συνισταμένην ἐπιβουλήν;
他又是如何得知暗中针对他的阴谋的?
τί δὲ τοῦτʼ ἦν τῷ Βόγῳ πλεονέκτημα ὁ τἀνθρώπου ἀφανισμός, ἐξὸν ἄλλως ἀποπέμψασθαι;
消灭这个人对波戈斯有什么好处,既然本可以采用其他方式将他打发走?
γνοὺς δὲ τὴν ἐπιβουλὴν πῶς ἔφθη φυγὼν εἰς ἀσφαλεῖς τόπους;
得知阴谋后,他又如何得以抢先逃往安全地带?
ἕκαστον γὰρ τῶν τοιούτων οὐκ ἀδύνατον μέν, ἀλλὰ χαλεπὸν καὶ σπανίως γινόμενον μετὰ τύχης τινός·
因为这些事情中的每一件虽然并非不可能,但都是困难且极少发生的,需要某种运气。
τῷ δʼ εὐτυχεῖν ἀεὶ συνέβαινεν εἰς κινδύνους καθισταμένῳ συνεχεῖς.
而对于他来说,在不断置身于危险之中的同时,却总是能碰上好运。
πῶς δʼ οὐκ ἔδεισεν ἀποδρὰς τὸν Βόγον πλεῖν πάλιν παρὰ τὴν Λιβύην σὺν παρασκευῇ δυναμένῃ συνοικίσαι νῆσον;
在逃离波戈斯之后,他为何不害怕带着足以在一个岛上建立殖民地的准备再次沿着利比亚航行?
οὐ πολὺ οὖν ἀπολείπεται ταῦτα τῶν Πυθέου καὶ Εὐημέρου καὶ Ἀντιφάνους ψευσμάτων.
因此,这些事情与皮尤提亚斯、欧赫迈罗斯和安提法内斯的谎言大同小异。
ἀλλʼ ἐκείνοις μὲν συγγνώμη τοῦτʼ αὐτὸ ἐπιτηδεύουσιν, ὥσπερ τοῖς θαυματοποιοῖς· τῷ δʼ ἀποδεικτικῷ καὶ φιλοσόφῳ, σχεδὸν δέ τι καὶ περὶ πρωτείων ἀγωνιζομένῳ, τίς ἂν συγγνοίη;
但那些人这样做是可以原谅的,因为他们就像杂耍艺人一样以此为业;但对于一个注重论证和哲学家、甚至可以说是争夺第一宝座的人,谁能原谅他呢?
ταῦτα μὲν οὖν οὐκ εὖ.
因此,这些事情并不妥当。

词汇与语法注释

  1. 2.3.5Βεργαῖον — 形容词 Βεργαῖος(贝尔加的、贝尔加风的)源于色雷斯城市贝尔加的作家安提法内斯,他以创作难以置信的荒诞故事而闻名。在此处用于指代“不可信的虚构故事”或“法螺”。
  2. 2.3.5οὐδενὸς ἔμελλεν ὑπάρξειν σημεῖον — 动词 ἔμελλεν 搭配将来时不定式 ὑπάρξειν 表过去的可能性或必然性(“注定是……”、“本该是……”)。οὐδενὸς 在此作关系属格,表示该信息“对任何人而言都毫无用处(不是任何线索)”。
  3. 2.3.5τὰ ἔξω στηλῶν — 指“赫拉克勒斯之柱(直布罗陀海峡)的外侧区域”,即地中海以外的大西洋海域。此处作为带冠词的对格短语,起副词作用,表示目的地或方向。
  4. 2.3.5οὐ πολὺ οὖν ἀπολείπεται ταῦτα τῶν Πυθέου... — 动词 ἀπολείπεται 带有比较或分离属格(τῶν Πυθέου... ψευσμάτων),意为“逊色于”、“远离”。与否定词 οὐ πολύ 连用,字面意思是“这些事情离皮尤提亚斯等人的谎言不远”,即“与这些谎言大同小异(半熟八两)”。

引用这一段

斯特拉波, 地理学 §2.3.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.3.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。