Humanitext Reader

斯特拉波 · 地理学 §2.4.1-2.4.2

波利比乌斯对皮塞亚斯的批判及其自身错误

第 70 段,共 577 段 · 希腊语

内容简介

波利比乌斯将皮塞亚斯关于不列颠和北部地区的游记斥为虚构,并批评埃拉托斯特尼轻信这些记载,同时斯特拉波指出了波利比乌斯自身在测量欧洲沿岸距离时的错误。

§2.4.1πολύβιος δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δʼ ἐκείνους ἐλέγχοντας ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας, καὶ Πυθέαν, ὑφʼ οὗ παρακρουσθῆναι πολλούς, ὅλην μὲν τὴν Βρεττανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου, προσιστορήσαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καθʼ αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτʼ ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίῳ ἐοικός, ἐν ᾧ φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡς ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα· τὸ μὲν οὖν τῷ πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἆλλα δὲ λέγειν ἐξ ἀκοῆς.
波利比乌斯在撰写欧洲地方志时说,他将古人置之不顾,而考察那些驳斥古人的人,即狄凯阿科斯和最近论述地理学的埃拉托斯特尼,以及欺骗了许多人的皮塞亚斯。 皮塞亚斯声称他曾步行走遍了整个不列颠,并估计该岛的周长在四万斯塔迪翁以上,他还记述了关于图勒及那些地区的事情,在那些地方,无论是土地、海洋还是空气都不再单独存在,而是这些东西的一种混合物,类似于一种“海肺”,他说土地、海洋和万物都悬浮其中,而这就像是宇宙的纽带,既不能步行通过,也不能航行;他说自己曾亲眼见过那个类似于海肺的东西,而其余的事情则是听传闻说的。
ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης ἀπὸ Γαδείρων ἕως Τανάιδος.
这些就是皮塞亚斯的话,他还说,从那里返回后,他走遍了从加代拉直到塔奈斯河的整个欧洲大洋沿岸。
§2.4.2φησὶ δʼ οὖν ὁ Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο, πῶς ἰδιώτῃ ἀνθρώπῳ καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο;
因此,波利比乌斯说,这本身就是不可信的:一个普通的平民且贫穷的人,怎么可能航行和步行走过如此遥远的距离?
τὸν δʼ Ἐρατοσθένη διαπορήσαντα εἰ χρὴ πιστεύειν τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν Ἰβηρίαν·
而埃拉托斯特尼虽然怀疑是否应该相信这些话,却仍然相信了关于不列颠以及加代拉和伊比利亚周边地区的事情。
πολὺ δέ φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν ἢ τούτῳ.
波利比乌斯说,相信那位梅塞尼亚人(欧赫美罗斯)要比相信皮塞亚斯好得多。
ὁ μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαΐαν λέγει πλεῦσαι, ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδʼ ἂν τῷ Ἑρμῇ πιστεύσαι τις λέγοντι.
因为前者只说航行到了一个国家即潘开亚,而后者却声称侦察了直到世界尽头的整个欧洲北部,即使是赫耳墨斯这样说,也不会有人相信。
Ἐρατοσθένη δὲ τὸν μὲν Εὐήμερον Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος.
他说,埃拉托斯特尼称欧赫美罗斯为“贝尔加人”,却相信皮塞亚斯,而且这还是在连狄凯阿科斯都不相信的情况下。
τὸ μὲν οὖν μηδὲ Δικαιάρχου πιστεύσαντος γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον, καθʼ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται.
因此,说“连狄凯阿科斯都不相信”是可笑的,仿佛应该把狄凯阿科斯当作标准,而埃拉托斯特尼自己明明对狄凯阿科斯提出了那么多驳斥。
Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια.
关于埃拉托斯特尼对欧洲西部和北部的无知,已经说过了。
ἀλλʼ ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη, τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους· Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη;
但是对于他和狄凯阿科斯是可以原谅的,因为他们没有亲眼见过那些地方;但对于波利比乌斯和波塞多尼乌斯,谁能原谅他们呢?
ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν ὁ λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλʼ οὐδʼ ἐν οἷς ἐκείνους ἐλέγχει καθαρεύων.
然而,波利比乌斯自己正是将人们关于这些地方及其他许多地方的距离所作的断言称为“俗说理论”的人,但他自己在驳斥他们的那些地方也并非毫无过错。
τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δʼ ἐπὶ στήλας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι στηλῶν·
例如,狄凯阿科斯说从伯罗奔尼撒到柱石是一万斯塔迪翁,到亚得里亚海最深处的距离比这还要多,而到海峡的距离是三千斯塔迪翁,从而使海峡到柱石的剩余距离为七千斯塔迪翁。
τοὺς μὲν τρισχιλίους ἐᾶν φησιν εἴτʼ εὖ λαμβάνονται εἴτε μή, τοὺς δʼ ἑπτακισχιλίους οὐδετέρως, οὔτε τὴν παραλίαν ἐκμετροῦντι οὔτε τὴν διὰ μέσου τοῦ πελάγους.
波利比乌斯说,这三千斯塔迪翁无论估算得好坏,他都姑且不提,但那七千斯塔迪翁则无论如何不能接受,无论是测量沿岸还是通过公海的直线。
τὴν μὲν γὰρ παραλίαν ἐοικέναι μάλιστʼ ἀμβλείᾳ γωνίᾳ, βεβηκυίᾳ ἐπί τε τοῦ πορθμοῦ καὶ τῶν στηλῶν, κορυφὴν δʼ ἐχούσῃ Νάρβωνα, ὥστε συνίστασθαι τρίγωνον βάσιν ἔχον τὴν διὰ τοῦ πελάγους εὐθεῖαν, πλευρὰς δὲ τὰς τὴν γωνίαν ποιούσας τὴν λεχθεῖσαν, ὧν ἡ μὲν ἀπὸ τοῦ πορθμοῦ μέχρι Νάρβωνος μυρίων ἐστὶ καὶ πλειόνων ἢ διακοσίων ἐπὶ τοῖς χιλίοις, ἡ δὲ λοιπὴ μικρῷ ἐλαττόνων ἢ ὀκτακισχιλίων· καὶ μὴν πλεῖστον μὲν διάστημα ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην ὁμολογεῖσθαι κατὰ τὸ Τυρρηνικὸν πέλαγος σταδίων οὐ πλειόνων ἢ τρισχιλίων, κατὰ τὸ Σαρδόνιον δὲ λαμβάνειν συναγωγήν.
因为他说沿岸线最像一个钝角,底边坐落在海峡和柱石上,顶点是纳尔邦,从而构成一个三角形,其底边是通过公海的直线,两边是构成上述角的两条边,其中从海峡到纳尔邦的一条边是一万一千二百斯塔迪翁,其余的一边比八千斯塔迪翁略少;而且,大家公认从欧洲到利比亚的最大距离在第勒尼安海不超过三千斯塔迪翁,在萨尔多尼亚海则逐渐收窄。
ἀλλʼ ἔστω, φησί, καὶ ἐκεῖνο τρισχιλίων, προειλήφθω δʼ ἐπὶ τούτοις δισχιλίων σταδίων τὸ τοῦ κόλπου βάθος τοῦ κατὰ Νάρβωνα, ὡς ἂν κάθετος ἀπὸ τῆς κορυφῆς ἐπὶ τὴν βάσιν τοῦ ἀμβλυγωνίου· δῆλον οὖν, φησίν, ἐκ τῆς παιδικῆς μετρήσεως, ὅτι ἡ σύμπασα παραλία ἡ ἀπὸ τοῦ πορθμοῦ ἐπὶ στήλας ἔγγιστα ὑπερέχει τῆς διὰ τοῦ πελάγους εὐθείας πεντακοσίοις σταδίοις.
但他说,即使算作三千斯塔迪翁,并且在此之上再加上纳尔邦附近海湾的两千斯塔迪翁深度(作为从顶点到钝角三角形底边的垂线),那么根据初等几何计算,显而易见,从海峡到柱石的整个沿岸距离仅比通过公海的直线距离多出约五百斯塔迪翁。
προστεθέντων δὲ τῶν ἀπὸ τῆς Πελοποννήσου ἐπὶ τὸν πορθμὸν τρισχιλίων, οἱ σύμπαντες ἔσονται στάδιοι, αὐτοὶ οἱ ἐπʼ εὐθείας, πλείους ἢ διπλάσιοι ὧν Δικαίαρχος εἶπε· πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν μυχὸν τὸν Ἀδριατικὸν δεήσει, φησί, τιθέναι κατʼ ἐκεῖνον.
如果再加上从伯罗奔尼撒到海峡的三千斯塔迪翁,那么直线上的总斯塔迪翁数将是狄凯阿科斯所说距离的两倍以上;而且他说,按照那个估算,到亚得里亚海最深处的距离必须设想得比这还要多。

词汇与语法注释

  1. p.138πλεύμονι θαλαττίῳ — “海肺”这一表达通常指水母(形似肺部的胶状海洋生物)。皮塞亚斯用这一比喻来描述北冰洋海冰与浓雾混合的状态,即一种介于固体、液体和气体之间的半固体物质。
  2. p.138τὸ μὲν οὖν τῷ πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἆλλα δὲ λέγειν ἐξ ἀκοῆς — 在这里,定式词构文(不定式作宾语,由于其逻辑主语与主句主语相同,故用主格 αὐτός 起强调作用)。前半部分的 τὸ μὲν... ἐοικός 作为宾格是不定式 ἑωρακέναι 的宾语,后半部分的 τἆλλα 也是宾格,作 λέγειν 的宾语。
  3. p.139μυρίων ἐστὶ καὶ πλειόνων ἢ διακοσίων ἐπὶ τοῖς χιλίοις — 在数值理解上,在 μύριοι(一万)之上,加上在 χίλιοι(一千)基础上的 διακόσιοι(二百),即一千二百,共计“一万一千二百(11,200)”。
  4. p.139παιδικῆς μετρήσεως — 直译为“儿童的测量”,指的是初等几何学(利用三角形基本性质的计算)。波利比乌斯以此称呼那种将复杂的海岸线简化为钝角三角形,以计算出海岸线与直线之间差值极小的简单几何计算。

引用这一段

斯特拉波, 地理学 §2.4.1-2.4.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.4.1-2.4.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。