§2.1.39πλημμελεῖ δὲ καὶ ἐν τῷ ἑξῆς ἐπιχειρήματι, ἐν ᾧ συνάγειν βούλεται, ὅτι τὴν ἀπὸ Θαψάκου ἐπὶ Κασπίους πύλας ὁδόν, ἣν μυρίων σταδίων Ἐρατοσθένης εἴρηκεν, οὐκ ἐπʼ εὐθείας ἀναμεμετρημένην ὡς ἐπʼ εὐθείας παραδίδωσι, τῆς εὐθείας πολὺ ἐλάττονος οὔσης.
他(喜帕恰斯)在接下来的论证中也犯了错误,在其中他试图得出结论,认为从塔普萨科斯到卡斯皮海门的路(埃拉托斯特尼称其为一万斯塔迪翁)并不是在直线上测量的,却被当作直线距离提供,而实际的直线距离要短得多。
ἡ δʼ ἔφοδός ἐστιν αὐτῷ τοιαύτη.
他的方法如下。
φησὶν εἶναι κατʼ Ἐρατοσθένη τὸν αὐτὸν μεσημβρινὸν τόν τε διὰ τοῦ Κανωβικοῦ στόματος καὶ τὸν διὰ Κυανέων, διέχειν δὲ τοῦτον τοῦ διὰ Θαψάκου ἑξακισχιλίους τριακοσίους σταδίους, τὰς δὲ Κυανέας τοῦ Κασπίου ὄρους ἑξακισχιλίους ἑξακοσίους, ὃ κεῖται κατὰ τὴν ὑπέρθεσιν τὴν ἐπὶ τὸ Κάσπιον πέλαγος ἐκ Κολχίδος, ὥστε παρὰ τριακοσίους σταδίους τὸ ἴσον εἶναι διάστημα ἀπὸ τοῦ διὰ Κυανέων μεσημβρινοῦ ἐπί τε Θάψακον καὶ ἐπὶ τὸ Κάσπιον· τρόπον δή τινα ἐπὶ τοῦ αὐτοῦ μεσημβρινοῦ κεῖσθαι τήν τε Θάψακον καὶ τὸ Κάσπιον·
他声称,根据埃拉托斯特尼的说法,穿过卡诺比克河口和穿过克亚涅埃的子午线是同一条,而这条子午线距离穿过塔普萨科斯的子午线六千三百斯塔迪翁,而克亚涅埃距离卡斯皮山脉(该山脉位于从科尔基斯到卡斯皮海的通道上)六千六百斯塔迪翁,因此,除去三百斯塔迪翁的差距,从穿过克亚涅埃的子午线到塔普萨科斯和到卡斯皮山脉的距离是相等的;也就是说,在某种程度上,塔普萨科斯和卡斯皮山脉位于同一条子午线上。
τούτῳ δʼ ἀκολουθεῖν τὸ ἀφεστάναι ἴσον τὰς Κασπίους πύλας Θαψάκου τε καὶ τοῦ Κασπίου, πολὺ ἐλάττους ἀφεστάναι τῶν μυρίων, ὅσους φησὶν ἀφεστάναι Ἐρατοσθένης τῆς Θαψάκου, ἄρα πολὺ ἐλάττους ἢ μυρίους ἀφεστάναι τοὺς ἐπʼ εὐθείας.
由此,他认为,卡斯皮海门距离塔普萨科斯和卡斯皮山脉是等距离的,其距离远远小于埃拉托斯特尼所说的距离塔普萨科斯的一万斯塔迪翁,因此直线距离要远远小于一万斯塔迪翁。
κυκλοπορίαν ἄρα εἶναι τοὺς μυρίους, λογίζεται ἐκεῖνος ἐπʼ εὐθείας ἀπὸ Κασπίων πυλῶν εἰς Θάψακον.
因此,他推算那一万斯塔迪翁是一个弯曲的路线,而他(埃拉托斯特尼)却按直线计算了从卡斯皮海门到塔普萨科斯的距离。
ἐροῦμεν δὲ πρὸς αὐτόν, ὅτι τοῦ Ἐρατοσθένους ἐν πλάτει λαμβάνοντος εὐθείας, ὅπερ οἰκεῖόν ἐστι γεωγραφίας, ἐν πλάτει δὲ καὶ τὰς μεσημβρινὰς καὶ τὰς ἐπὶ ἰσημερινὴν ἀνατολήν, ἐκεῖνος γεωμετρικῶς αὐτὸν εὐθύνει καὶ ὡς ἂν διʼ ὀργάνων λάβοι τις τούτων ἕκαστον, οὐδὲ αὐτὸς διʼ ὀργάνων ἀλλὰ μᾶλλον στοχασμῷ λαμβάνων καὶ τὸ πρὸς ὀρθὰς καὶ τὸ παραλλήλους.
但是我们将对他说,埃拉托斯特尼在考虑直线时带有一种宽度(粗略范围),这是适用于地理学的,他在考虑子午线和向着赤道日出的线时也都带有宽度,而喜帕恰斯却用几何学的方法来纠正他,就好像人们可以用仪器测量这些线中的每一条一样,但他自己也并非通过仪器,而是通过推测来确定直角和平行线的。
ἓν μὲν δὴ τοῦθʼ ἁμάρτημα· ἕτερον δὲ τὸ μηδὲ τὰ κείμενα παρʼ ἐκείνῳ διαστήματα τίθεσθαι ὑπʼ αὐτοῦ, μηδὲ πρὸς ἐκεῖνα τὸν ἔλεγχον προσάγεσθαι, ἀλλὰ πρὸς τὰ ὑπʼ αὐτοῦ πλαττόμενα.
这确实是第一个错误;另一个错误是,埃拉托斯特尼所设定的距离并没有被他作为前提,反驳也不是针对这些距离提出的,而是针对他自己虚构的数值。
διόπερ πρῶτον μὲν ἐκείνου τὸ ἀπὸ τοῦ στόματος ἐπὶ Φᾶσιν εἰπόντος σταδίων ὀκτακισχιλίων, καὶ προσθέντος τοὺς εἰς Διοσκουριάδα ἐνθένδε ἑξακοσίους, τὴν δʼ ἀπὸ Διοσκουριάδος εἰς τὸ Κάσπιον ὑπέρθεσιν ἡμερῶν πέντε, ἥτις κατʼ αὐτὸν Ἵππαρχον εἰκάζεται λέγεσθαι ὅσον χιλίων σταδίων, ὥστε τὴν σύμπασαν κατʼ Ἐρατοσθένη κεφαλαιοῦσθαι ἐννακισχιλίων ἑξακοσίων· αὐτὸς συντέτμηκε καὶ φησὶν ἐκ μὲν Κυανέων εἰς Φᾶσιν πεντακισχιλίους ἑξακοσίους, εἰς δὲ Κάσπιον ἐνθένδε ἄλλους χιλίους· ὥστʼ οὐ κατʼ Ἐρατοσθένη συμβαίνοι ἂν ἐπὶ τοῦ αὐτοῦ πως μεσημβρινοῦ τό τε Κάσπιον εἶναι καὶ τὴν Θάψακον, ἀλλὰ κατʼ αὐτόν.
因为,前者(埃拉托斯特尼)曾说从(克亚涅埃)河口到法希斯为八千斯塔迪翁,并加上从那里到迪奥斯库里亚斯的六百斯塔迪翁,以及从迪奥斯库里亚斯到卡斯皮山脉的五天翻山路程(喜帕恰斯自己推测这相当于大约一千斯塔迪翁),因此根据埃拉托斯特尼,总计为九千六百斯塔迪翁;而喜帕恰斯自己却缩短了这段距离,并声称从克亚涅埃到法希斯为五千六百斯塔迪翁,从那里到卡斯皮山脉又是另一千斯塔迪翁;因此,并不是根据埃拉托斯特尼的说法,卡斯皮山脉和塔普萨科斯大致在同一条子午线上,而是根据他自己的说法。
φέρε δʼ οὖν κατʼ Ἐρατοσθένη· πῶς οὖν τούτῳ ἕπεται τὸ τὴν ἀπὸ τοῦ Κασπίου ἐπὶ Κασπίους πύλας ἴσην εἶναι τῇ ἀπὸ Θαψάκου ἐπὶ τὸ αὐτὸ σημεῖον;
但即使假设根据埃拉托斯特尼的说法;那么又如何能从这一点得出,从卡斯皮山脉到卡斯皮海门的距离等于从塔普萨科斯到同一点的距离呢?