§2.1.41̔ιππάρχῳ μὲν οὖν μὴ γεωγραφοῦντι ἀλλʼ ἐξετάζοντι τὰ λεχθέντα ἐν τῇ γεωγραφίᾳ τῇ Ἐρατοσθένους οἰκεῖον ἦν ἐπὶ πλέον τὰ καθʼ ἕκαστα εὐθύνειν.
因此,对于喜帕恰斯而言,由于他并非在撰写一部地理学著作,而是在审查埃拉托斯特尼的《地理学》中所述的内容,因而更详细地纠正其中的每一个细节本是他的本分。
ἡμεῖς δʼ ἐν οἷς μὲν κατορθοῖ, τὸ πλέον δʼ ἔτι ὅπου καὶ πλημμελεῖ, τὸν καθʼ ἕκαστα οἰκεῖον λόγον ᾠήθημεν δεῖν προσάγειν, τὰ μὲν ἐπανορθοῦντες, ὑπὲρ ὧν δʼ ἀπολυόμενοι τὰς ἐπιφερομένας αἰτίας ὑπὸ τοῦ Ἱππάρχου, καὶ αὐτὸν τὸν Ἵππαρχον συνεξετάζομεν, ὅπου τι φιλαιτίως εἴρηκεν.
但对于我们来说,在埃拉托斯特尼正确的地方,以及更多他犯错的地方,我们认为有必要针对具体情况提出适当的论证,一方面纠正他的错误,另一方面也为他洗脱喜帕恰斯所施加的指控,同时也共同审查喜帕恰斯本人,看他在何处出于吹毛求疵的态度发过言。
ἐν δὲ τούτοις ὁρῶντες ἤδη τὸν μὲν τελέως παραπαίοντα, τὸν δὲ δικαίως ἐπικαλοῦντα, ἀρκεῖν ὑπολαμβάνομεν, ἂν ἐν αὐτῇ τῇ γεωγραφίᾳ τὰ ὄντα λέγοντες ἐπανορθῶμεν αὐτόν.
但在这些事情上,我们已经看到一方完全是荒唐透顶,而另一方则是合理指责,因此我们认为,只要我们在地理学叙述本身中通过陈述事实来纠正他,就已经足够了。
ἐφʼ ὧν γὰρ συνεχῆ καὶ ἐπιπολάζοντά ἐστι τὰ ἁμαρτανόμενα, κρεῖττον μηδὲ μεμνῆσθαι πλὴν εἰ σπάνιόν τι καὶ καθόλου, ὅπερ πειρασόμεθα ποιεῖν ἐν τοῖς καθʼ ἕκαστα.
因为对于那些错误连篇且流于表面的人,最好根本不予提及,除非是极少数情况且作概括性说明,而这正是我们将在各具体部分中试图做到的。
καὶ νῦν δʼ εἰρήσθω ὅτι καὶ Τιμοσθένης καὶ Ἐρατοσθένης καὶ οἱ ἔτι τούτων πρότεροι τελέως ἠγνόουν τά τε Ἰβηρικὰ καὶ τὰ Κελτικά, μυρίῳ δὲ μᾶλλον τὰ Γερμανικὰ καὶ τὰ Βρεττανικά, ὡς δʼ αὕτως τὰ τῶν Γετῶν καὶ Βασταρνῶν.
现在,且让我们说明,蒂莫斯提尼、埃拉托斯特尼以及比他们更早的人,对伊比利亚和凯尔特事务完全一无所知,而对日耳曼和不列颠事务,以及盖塔人和巴斯塔奈人的情况,更是万倍地无知。
ἐπὶ πολὺ δʼ ἀγνοίας ἐτύγχανον ἀφιγμένοι καὶ τῶν κατʼ Ἰταλίαν καὶ τὸν Ἀδρίαν καὶ τὸν Πόντον καὶ τῶν ἐφεξῆς προσαρκτίων μερῶν· εἰ καὶ τὰ τοιαῦτα ἴσως φιλαίτια.
他们对意大利、亚得里亚海、黑海(蓬托斯)以及接下来的北方地区也处于极深的无知状态;尽管这些过失或许同样容易招致非难。
τοῦ γὰρ Ἐρατοσθένους ἐπὶ τῶν πόρρω διεστηκότων τὰ παραδεδομένα φάσκοντος ἐρεῖν διαστήματα, μὴ διισχυριζομένου δὲ καὶ λέγοντος ὡς παρέλαβε, προστιθέντος δʼ ἔστιν ὅπου τὰ ἐπʼ εὐθείας μᾶλλον καὶ ἧττον, οὐ δεῖ προσάγειν τὸν ἀκριβῆ ἔλεγχον τοῖς μὴ ὁμολογουμένοις πρὸς ἄλληλα διαστήμασιν· ὅπερ ποιεῖν πειρᾶται ὁ Ἵππαρχος ἔν τε τοῖς πρότερον λεχθεῖσι καὶ ἐν οἷς τὰ περὶ τὴν Ὑρκανίαν μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα ἐθνῶν ἐκτίθεται διαστήματα, καὶ ἔτι τὰ ἀπὸ Κολχίδος ἐπὶ τὴν Ὑρκανίαν θάλατταν.
因为埃拉托斯特尼在谈到遥远地区时,自称只是陈述传闻中的距离,并未对此坚信不移,而是说自己是照样接受过来的,并在某些地方补充说这些路线或多或少呈直线,所以不应当对这些互不一致的距离施加严格的反驳;而喜帕恰斯却试图这样做,无论是在此前提到过的那些点上,还是在陈述关于从希尔卡尼亚直至巴克特里亚及更远民族的距离的段落中,以及从科尔基斯到希尔卡尼亚海(里海)的距离中。
οὐ γὰρ ὁμοίως ἐπί τε τούτων ἐξεταστέον αὐτὸν καὶ ἐπὶ τῶν κατὰ τὴν ἠπειρῶτιν παραλίαν καὶ τοὺς ἄλλους τοὺς οὕτω γνωρίμους τόπους· ἀλλʼ οὐδʼ ἐπὶ τούτων γεωμετρικῶς, ὅπερ ἔφην, ἀλλὰ γεωγραφικῶς μᾶλλον.
因为在这些情况下,对他的审查不应与对大陆沿海以及其他如此为人熟知的地方的审查一概而论;事实上,即使是对后者,正如我所说,也不应以几何学的方式,而应以地理学的方法进行审查。
αἰτιασάμενος δʼ οὖν τινα τῶν Αἰθιοπικῶν ἐπὶ τέλει τοῦ δευτέρου ὑπομνήματος τῶν πρὸς τὴν Ἐρατοσθένους γεωγραφίαν πεποιημένων, ἐν τῷ τρίτῳ φησὶ τὴν μὲν πλείω θεωρίαν ἔσεσθαι μαθηματικήν, ἐπὶ ποσὸν δὲ καὶ γεωγραφικήν·
总之,在针对埃拉托斯特尼《地理学》所著的第二部著作的末尾,喜帕恰斯对埃塞俄比亚的一些事情进行指责之后,他在第三部著作中说,大部分的考察将是数学的,但在一定程度上也是地理的。
οὐδʼ ἐπὶ ποσὸν μέντοι δοκεῖ μοι ποιήσασθαι γεωγραφικήν, ἀλλὰ πᾶσαν μαθηματικήν, διδόντος καὶ τοῦ Ἐρατοσθένους τὴν τοιαύτην πρόφασιν.
然而,在我看来,他甚至没有任何一部分是地理的,而是完全数学的,尽管埃拉托斯特尼本人也提供了这样的借口。
πολλαχοῦ γὰρ ἐκπίπτει πρὸς τὸ ἐπιστημονικώτερον τῆς προκειμένης ἱστορίας, ἐκπεσὼν δὲ οὐκ ἀκριβεῖς ἀλλʼ ὁλοσχερεῖς ποιεῖται τὰς ἀποφάσεις, τρόπον τινὰ ἐν μὲν τοῖς γεωγραφικοῖς μαθηματικὸς ἐν δὲ τοῖς μαθηματικοῖς γεωγραφικὸς ὤν, ὥστε πρὸς ἄμφω δίδωσιν ἀφορμὰς τοῖς ἀντιλέγουσιν, ἐν δὲ τούτῳ τῷ ὑπομνήματι καὶ δικαίας καὶ οὗτος καὶ ὁ Τιμοσθένης, ὥστʼ οὐδʼ ἡμῖν καταλείπεται συνεπισκοπεῖν, ἀλλʼ ἀρκεῖσθαι τοῖς ὑπὸ τοῦ Ἱππάρχου λεχθεῖσιν.
因为埃拉托斯特尼在许多地方偏离了眼前叙述中更为学术性的方向,而在偏离之后,他做出的结论并不精确,而是粗略的,在某种意义上,他在地理事物上是个数学家,在数学事物上是个地理学家,以至于在两方面都给反对者留下了把柄。 而在这一部著作中,他和蒂莫斯提尼都留下了合理的把柄,因此我们甚至无需参与共同审查,只需对喜帕恰斯所述的内容感到满足即可。