§2.1.16τίνʼ οὖν τοιαύτην εὕροις εὐδαιμονίαν περὶ Βορυσθένη καὶ τὴν Κελτικὴν τὴν παρωκεανῖτιν;
那么,在博留斯提尼斯(第聂伯河)周围和凯尔特临大洋的地区,你能找到怎样的这种繁荣呢?
ὅπου μηδὲ φύεται ἄμπελος ἢ μὴ τελεσφορεῖ· ἐν δὲ τοῖς νοτιωτέροις τούτων καὶ ἐπιθαλαττιδίοις καὶ τοῖς κατὰ Βόσπορον τελεσφορεῖ, ἐν μικροκαρπίᾳ δέ, καὶ τοῦ χειμῶνος κατορύττεται.
在那些地方,葡萄藤甚至不生长,或者不结果实;但在这些地方以南、靠近海洋的地区以及博斯普鲁斯周围,它确实结果实,但果实微小,且在冬季需要埋入土中。
οἱ δὲ πάγοι παρʼ αὐτοῖς τοιοῦτοί τινές εἰσιν ἐπὶ τῷ στόματι τῆς λίμνης τῆς Μαιώτιδος, ὥστʼ ἐν χωρίῳ, ἐν ᾧ χειμῶνος ὁ τοῦ Μιθριδάτου στρατηγὸς ἐνίκησε τοὺς βαρβάρους ἱππομαχῶν ἐπὶ τῷ πάγῳ, τοὺς αὐτοὺς καταναυμαχῆσαι θέρους, λυθέντος τοῦ πάγου.
他们那里的冰冻在迈奥蒂斯湖(阿速海)湖口是如此严重,以至于在冬天米特里达特的将军在冰上进行骑兵战击败蛮族的同一地点,到了夏天,当冰融化时,他又通过海战击败了相同的蛮族。
ὁ δʼ Ἐρατοσθένης καὶ τοὐπίγραμμα προφέρεται τὸ ἐν τῷ Ἀσκληπιείῳ τῷ Παντικαπαιέων ἐπὶ τῇ ῥαγείσῃ χαλκῇ ὑδρίᾳ διὰ τὸν πάγον
εἴ τις ἄρʼ ἀνθρώπων μὴ πείθεται οἷα παρʼ ἡμῖν γίγνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν· ἣν οὐχ ὡς ἀνάθημα θεοῦ καλόν, ἀλλʼ ἐπίδειγμα χειμῶνος μεγάλου θῆχʼ ἱερεὺς Στρατίος.
埃拉托斯特尼还引用了潘蒂卡派翁人阿斯克勒庇俄斯神庙中,因结冰而破裂的青铜水瓶上的碑文: “如果有人不相信我们这里发生的事情,让他看着这个水瓶并明白:祭司斯特拉提奥斯放置它,并非作为献给神明的精美贡品,而是作为严冬的见证。
ὅπου οὖν οὐδὲ τοῖς ἐν Βοσπόρῳ συγκριτέον τὰ ἐν τοῖς διαριθμηθεῖσι τόποις, ἀλλʼ οὐδὲ τοῖς ἐν Ἀμισῷ καὶ Σινώπῃ (καὶ γὰρ ἐκείνων εὐκρατοτέρους ἂν εἴποι τις), σχολῇ γʼ ἂν παραβάλλοιντο τοῖς κατὰ Βορυσθένη καὶ τοῖς ἐσχάτοις Κελτοῖς.
” 因此,既然上述那些地方的状况甚至无法与博斯普鲁斯相比,更不用说与阿米索斯和西诺皮相比(因为人们可以说那些地方比后者还要温和),那么它们就更难与博留斯提尼斯周围和最远处的凯尔特人地区相比了。
μόλις γὰρ ἂν ταυτοκλινεῖς εἶεν τοῖς κατʼ Ἀμισὸν καὶ Σινώπην καὶ Βυζάντιον καὶ Μασσαλίαν, οἳ τοῦ Βορυσθένους καὶ τῶν Κελτῶν ὡμολόγηνται νοτιώτεροι σταδίοις τρισχιλίοις καὶ ἑπτακοσίοις.
因为它们勉强能与阿米索斯、西诺皮、拜占庭和马萨利亚处于同一纬度,而公认这些城市比博留斯提尼斯和凯尔特人地区靠南三千七百斯塔迪翁。
§2.1.17οἱ δέ γε περὶ Δηίμαχον τοῖς τρισμυρίοις ἐὰν προσλάβωσι τὸ ἐπὶ τὴν Ταπροβάνην καὶ τοὺς ὅρους τῆς διακεκαυμένης, οὓς οὐκ ἐλάττους τῶν τετρακισχιλίων θετέον, ἐκτοπιοῦσι τά τε Βάκτρα καὶ τὴν Ἀρίαν εἰς τοὺς ἀπέχοντας τόπους τῆς διακεκαυμένης σταδίους τρισμυρίους καὶ τετρακισχιλίους, ὅσους ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ Βορυσθένη φησὶν εἶναι ὁ Ἵππαρχος.
但是,如果戴马科斯及其追随者在三万斯塔迪翁之外,再加上到塔普罗巴内以及热带边界的距离——这必须设定为不少于四千斯塔迪翁——他们就会将巴克特拉和阿利亚驱逐到距离热带三万四千斯塔迪翁的遥远地方,希帕克说这是从赤道到博留斯提尼斯的距离。
ἐκπεσοῦνται ἄρα εἰς τοὺς βορειοτέρους τοῦ Βορυσθένους καὶ τῆς Κελτικῆς σταδίοις ὀκτακισχιλίοις καὶ ὀκτακοσίοις, ὅσοις νοτιώτερός ἐστιν ὁ ἰσημερινὸς τοῦ ὁρίζοντος κύκλου τὴν διακεκαυμένην καὶ τὴν εὔκρατον, ὅν φαμεν διὰ τῆς Κινναμωμοφόρου μάλιστα γράφεσθαι.
因此,它们将落入比博留斯提尼斯和凯尔特地区偏北八千八百斯塔迪翁的区域,这一数值等于赤道比划分热带与温带的圆圈(我们说该圆圈大致穿过肉桂产地)偏南的距离。
ἡμεῖς δέ γε ἐπεδείκνυμεν μέχρι τῆς Ἰέρνης μόλις οἰκήσιμα ὄντα τὰ ὑπὲρ τὴν Κελτικήν, ἅπερ οὐ πλείω τῶν πεντακισχιλίων ἐστίν.
然而,我们曾指出,凯尔特地区以北,直到伊尔内(爱尔兰)才勉强可居住,而这一距离不超过五千斯塔迪翁。
οὗτος δʼ ἀποφαίνει ὁ λόγος τῆς Ἰέρνης ἔτι βορειότερον εἶναί τινα κύκλον οἰκήσιμον σταδίοις τρισχιλίοις ὀκτακοσίοις.
但这种论点表明,在伊尔内以北三千八百斯塔迪翁处,还有一个可居住的纬度圈。
ἔσται δὲ Βάκτρα καὶ τοῦ στόματος τῆς Κασπίας θαλάττης εἴτε Ὑρκανίας πάμπολύ τι ἀρκτικώτερα, ὅπερ τοῦ μυχοῦ τῆς Κασπίας καὶ τῶν Ἀρμενιακῶν καὶ Μηδικῶν ὀρῶν διέχει περὶ ἑξακισχιλίους σταδίους, καὶ δοκεῖ αὐτῆς τῆς παραλίας μέχρι τῆς Ἰνδικῆς ἀρκτικώτερον εἶναι σημεῖον καὶ περίπλουν ἔχειν ἀπὸ τῆς Ἰνδικῆς δυνατόν, ὥς φησιν ὁ τῶν τόπων ἡγησάμενος τούτων Πατροκλῆς.
巴克特拉也将比里海(或称希尔卡尼亚海)的口部偏北得多,该海口距离里海最深处以及亚美尼亚和米底亚的山脉约六千斯塔迪翁,且被认为是该海岸线直到印度为止最靠北的点,并且据曾领导在这些地区探险的帕特罗克莱斯所说,从印度绕航是可能的。
ἔτι τοίνυν ἡ Βακτριανὴ χίλια στάδια ἐπὶ τὴν ἄρκτον ἐκτείνεται· τὰ δὲ τῶν Σκυθῶν πολὺ μείζω ταύτης ἐπέκεινα χώραν νέμεται, καὶ τελευτᾷ πρὸς τὴν βόρειον θάλατταν, νομαδικῶς μὲν ζῶντα δʼ ὅμως.
此外,巴克特里亚纳向北延伸一千斯塔迪翁;而在那之外,斯基泰人的领土占据了比这大得多的土地,并终结于北海,尽管他们是以游牧方式生活。
πῶς οὖν, εἴπερ καὶ αὐτὰ τὰ Βάκτρα ἤδη τῆς οἰκουμένης ἐκπίπτει;
那么,如果巴克特拉本身就已经落入人居世界之外,这又怎么可能呢?
εἴη ἂν τὸ διάστημα τοῦτο ἀπὸ τοῦ Καυκάσου μέχρι τῆς βορείας θαλάττης τῇ διὰ Βάκτρων ὀλίγῳ πλειόνων ἢ τετρακισχιλίων.
从考卡苏斯(兴都库什山脉)穿过巴克特拉到北海的这段距离,应该比四千斯塔迪翁稍微多一点。
ταῦτα δὴ προστεθέντα τῷ ἀπὸ τῆς Ἰέρνης ἐπὶ τὰ βόρεια σταδιασμῷ ποιεῖ τὸ πᾶν διὰ τῆς ἀοικήτου διάστημα ἐπὶ τοῦ διὰ τῆς Ἰέρνης σταδιασμοῦ σταδίων ἑπτακισχιλίων καὶ ὀκτακοσίων· εἰ δὲ ἐάσειέ τις τοὺς τετρακισχιλίους σταδίους, αὐτά γε τὰ πρὸς τῷ Καυκάσῳ μέρη τῆς Βακτριανῆς ἔσται βορειότερα τῆς Ἰέρνης σταδίοις τρισχιλίοις καὶ ὀκτακοσίοις, τῆς δὲ Κελτικῆς καὶ τοῦ Βορυσθένους ὀκτακισχιλίοις καὶ ὀκτακοσίοις.
如果将这些加入从伊尔内向北的斯塔迪翁计算中,就会使在通过伊尔内的斯塔迪翁计算上,穿过不可居住区域的总距离达到七千八百斯塔迪翁;但如果有人省去这四千斯塔迪翁,仅巴克特里亚纳靠近考卡苏斯的部分,就会比伊尔内偏北三千八百斯塔迪翁,比凯尔特地区和博留斯提尼斯偏北八千八百斯塔迪翁。