§2.1.10εἰ γὰρ ὁ διὰ Ῥόδου καὶ Βυζαντίου μεσημβρινὸς ὀρθῶς εἴληπται, καὶ ὁ διὰ τῆς Κιλικίας καὶ Ἀμισοῦ ὀρθῶς ἂν εἴη εἰλημμένος· φαίνεται γὰρ τὸ παράλληλον ἐκ πολλῶν, ὅταν μηδετέρως ἡ σύμπτωσις ἀπελέγχηται.
因为如果通过罗得岛和拜占庭的子午线被正确地取定,那么通过基利家和阿米索斯的子午线也应当是被正确地取定的;因为只要两者的重合在任何方面都没有被驳倒,它们之间的平行关系就从许多证据中显现出来。
§2.1.11̔́ο τε ἐξ Ἀμισοῦ πλοῦς ἐπὶ τὴν Κολχίδα ὅτι ἐστὶν ἐπὶ ἰσημερινὴν ἀνατολήν, καὶ τοῖς ἀνέμοις ἐλέγχεται καὶ ὥραις καὶ καρποῖς καὶ ταῖς ἀνατολαῖς αὐταῖς· ὡς δʼ αὕτως καὶ ἡ ἐπὶ τὴν Κασπίαν ὑπέρβασις καὶ ἡ ἐφεξῆς ὁδὸς μέχρι Βάκτρων.
而且,从阿米索斯到科尔基斯的航行是朝向二分点日出的方向,这既被风所证实,也被季节、作物以及日出本身所证实;同样地,跨越到里海的通道以及随后直到巴克特里亚的路线也是如此。
πολλαχοῦ γὰρ ἡ ἐνάργεια καὶ τὸ ἐκ πάντων συμφωνούμενον ὀργάνου πιστότερόν ἐστιν, ἐπεὶ καὶ αὐτὸς ὁ Ἵππαρχος τὴν ἀπὸ στηλῶν μέχρι τῆς Κιλικίας γραμμήν, ὅτι ἐστὶν ἐπʼ εὐθείας καὶ ὅτι ἐπὶ ἰσημερινὴν ἀνατολήν, οὐ πᾶσαν ὀργανικῶς καὶ γεωμετρικῶς ἔλαβεν, ἀλλʼ ὅλην τὴν ἀπὸ στηλῶν μέχρι πορθμοῦ τοῖς πλέουσιν ἐπίστευσεν.
因为在很多情况下,直接的明了和所有人的一致意见比仪器更可靠,因为喜帕恰斯自己也并非全凭仪器和几何学才得出从赫拉克勒斯之柱到基利家的线路是直线且朝向二分点日出的,而是对于从柱子到海峡的整个距离,他都信任了航海者。
ὥστʼ οὐδʼ ἐκεῖνο εὖ λέγει τό
ἐπειδὴ οὐκ ἔχομεν λέγειν οὔθʼ ἡμέρας μεγίστης πρὸς τὴν βραχυτάτην λόγον οὔτε γνώμονος πρὸς σκιὰν ἐπὶ τῇ παρωρείᾳ τῇ ἀπὸ Κιλικίας μέχρι Ἰνδῶν, οὐδʼ εἰ ἐπὶ παραλλήλου γραμμῆς ἐστιν ἡ λόξωσις ἔχομεν εἰπεῖν, ἀλλʼ ἐᾶν ἀδιόρθωτον, λοξὴν φυλάξαντες, ὡς οἱ ἀρχαῖοι πίνακες παρέχουσι.
因此,他以下说法也是不对的: “既然我们既无法说明从基利家到印度的山麓地带最长一天与最短一天的比例,也无法说明日晷指针与其投影的比例,也无法说明其弯曲是否沿着一条平行线,我们就必须不加修正地予以保留,保持其倾斜,正如古代地图所呈现的那样。
πρῶτον μὲν γὰρ τὸ μὴ ἔχειν εἰπεῖν ταὐτόν ἐστι τῷ ἐπέχειν, ὁ δʼ ἐπέχων οὐδετέρωσε ῥέπει, ἐᾶν δὲ κελεύων, ὡς οἱ ἀρχαῖοι, ἐκεῖσε ῥέπει.
” 因为首先,无法说明等同于保留意见(悬置判断),而保留意见者不偏向任何一方,但他却要求像古代人那样搁置它,这便偏向了那一方。
μᾶλλον δʼ ἂν τἀκόλουθον ἐφύλαττεν, εἰ συνεβούλευε μηδὲ γεωγραφεῖν ὅλως· οὐδὲ γὰρ τῶν ἄλλων ὀρῶν τὰς θέσεις, οἷον Ἄλπεων καὶ τῶν Πυρηναίων καὶ τῶν Θρᾳκίων καὶ Ἰλλυρικῶν καὶ Γερμανικῶν, οὕτως ἔχομεν εἰπεῖν.
相反,如果他建议根本不要进行地理学研究,他倒更能保持首尾一致;因为对于其他山脉的位置,例如阿尔卑斯山、比利牛斯山、色雷斯山、伊利里亚山和日耳曼山,我们同样无法说明。
τίς δʼ ἂν ἡγήσαιτο πιστοτέρους τῶν ὑστέρων τοὺς παλαιοὺς τοσαῦτα πλημμελήσαντας περὶ τὴν πινακογραφίαν, ὅσα εὖ διαβέβληκεν Ἐρατοσθένης, ὧν οὐδενὶ ἀντείρηκεν Ἵππαρχος;
在埃拉托斯特尼已经很好地指出了古代人在地图制作上的诸多错误,且喜帕恰斯对此没有提出任何反驳的情况下,谁还会认为那些犯了如此多错误的古代人比后世的人更值得信任呢?
§2.1.12καὶ τὰ ἑξῆς δὲ πλήρη μεγάλων ἀποριῶν ἐστιν.
而接下来的部分也充满了巨大的难点。
ὅρα γάρ, εἰ τοῦτο μὲν μὴ κινοίη τις τὸ τὰ ἄκρα τῆς Ἰνδικῆς τὰ μεσημβρινὰ ἀνταίρειν τοῖς κατὰ Μερόην, μηδὲ τὸ διάστημα τὸ ἀπὸ Μερόης ἐπὶ τὸ στόμα τὸ κατὰ τὸ Βυζάντιον, ὅτι ἐστὶ περὶ μυρίους σταδίους καὶ ὀκτακισχιλίους, ποιοίη δὲ τρισμυρίων τὸ ἀπὸ τῶν μεσημβρινῶν Ἰνδῶν μέχρι τῶν ὀρῶν, ὅσα ἂν συμβαίη ἄτοπα.
因为请看,如果有人不改变这一点,即印度的南端与麦罗埃一带相对,也不改变从麦罗埃到拜占庭附近海口的距离是大约一万八千斯塔迪翁,但却把从南印度到山脉的距离定为三万,那将会产生多少荒谬的结果。
τὸ πρῶτον μὲν γὰρ εἴπερ ὁ αὐτός ἐστι παράλληλος ὁ διὰ Βυζαντίου τῷ διὰ Μασσαλίας, καθάπερ εἴρηκεν Ἵππαρχος πιστεύσας Πυθέᾳ, ὁ δʼ αὐτὸς καὶ μεσημβρινός ἐστιν ὁ διὰ Βυζαντίου τῷ διὰ Βορυσθένους, ὅπερ καὶ αὐτὸ δοκιμάζει ὁ Ἵππαρχος, δοκιμάζει δὲ καὶ τὸ ἀπὸ Βυζαντίου διάστημα ἐπὶ τὸν Βορυσθένη σταδίους εἶναι τρισχιλίους ἑπτακοσίους, τοσοῦτοι ἂν εἶεν καὶ οἱ ἀπὸ Μασσαλίας ἐπὶ τὸν διὰ Βορυσθένους παράλληλον, ὅς γε διὰ τῆς Κελτικῆς παρωκεανίτιδος ἂν εἴη· τοσούτους γάρ πως διελθόντες συνάπτουσι τῷ ὠκεανῷ.
首先,如果通过拜占庭的平行线与通过马萨利亚的平行线相同,正如喜帕恰斯相信了皮西亚斯所说的那样,而通过拜占庭的子午线与通过博里斯梯尼的子午线相同,这本身也是喜帕恰斯所认可的,并且他还认可从拜占庭到博里斯梯尼的距离是三千七百斯塔迪翁,那么从马萨利亚到通过博里斯梯尼的平行线的距离也会是这么多,而这条平行线应当通过临近大洋的凯尔特人领土;因为他们穿过大约这么长的距离就会与大洋相接。
§2.1.13πάλιν δʼ ἐπεὶ τὴν Κινναμωμοφόρον ἐσχάτην ἴσμεν οἰκουμένην πρὸς μεσημβρίαν, καὶ καθʼ Ἵππαρχον αὐτὸν ὁ διʼ αὐτῆς παράλληλος ἀρχὴ τῆς εὐκράτου καὶ τῆς οἰκουμένης ἐστί, καὶ διέχει τοῦ ἰσημερινοῦ περὶ ὀκτακισχιλίους καὶ ὀκτακοσίους σταδίους· ἐπεὶ οὖν φησὶν ἀπὸ τοῦ ἰσημερινοῦ τὸν διὰ Βορυσθένους διέχειν τρισμυρίους καὶ τετρακισχιλίους σταδίους, εἶεν ἂν λοιποὶ οἱ ἀπὸ τοῦ ὁρίζοντος τὴν διακεκαυμένην καὶ τὴν εὔκρατον εἰς τὸν διὰ Βορυσθένους καὶ τῆς Κελτικῆς παρωκεανίτιδος στάδιοι δισμύριοι πεντακισχίλιοι διακόσιοι.
再者,既然我们知道产肉桂的地区是向南最边缘的居住地,且根据喜帕恰斯本人,通过该地的平行线是温带和居住世界的起点,距离赤道大约八千八百斯塔迪翁;如果他说通过博里斯梯尼的平行线距离赤道三万四千斯塔迪翁,那么从划分灼热带与温带的边界到通过博里斯梯尼和凯尔特临洋地区的平行线的剩余距离,就将是两万五千二百斯塔迪翁。
ὁ δέ γε ἀπὸ τῆς Κελτικῆς πρὸς ἄρκτον πλοῦς ἔσχατος λέγεται παρὰ τοῖς νῦν ὁ ἐπὶ τὴν Ἰέρνην, ἐπέκεινα μὲν οὖσαν τῆς Βρεττανικῆς, ἀθλίως δὲ διὰ ψῦχος οἰκουμένην, ὥστε τὰ ἐπέκεινα νομίζειν ἀοίκητα.
而如今的人们说,从凯尔特人领土向北最远的航行是到伊尔尼(爱尔兰),它位于不列颠群岛之外,因寒冷而生活悲惨,以至于其外侧被认为是不可居住的。
οὐ πλέον δὲ τῆς Κελτικῆς τὴν Ἰέρνην διέχειν φασὶ τῶν πεντακισχιλίων, ὥστε περὶ τρισμυρίους εἶεν ἂν ἢ μικρῷ πλείους οἱ πάντες οἱ τὸ πλάτος τῆς οἰκουμένης ἀφορίζοντες.
他们说伊尔尼距离凯尔特人领土不超过五千斯塔迪翁,因此那些限定居住世界宽度的人的总距离大约是三万斯塔迪翁,或者稍微多一点。