§1.4.7̔εξῆς δὲ περὶ τῶν ἠπείρων εἰπὼν γεγονέναι πολὺν λόγον, καὶ τοὺς μὲν τοῖς ποταμοῖς διαιρεῖν αὐτὰς τῷ τε Νείλῳ καὶ τῷ Τανάιδι νήσους ἀποφαίνοντας, τοὺς δὲ τοῖς ἰσθμοῖς τῷ τε μεταξὺ τῆς Κασπίας καὶ τῆς Ποντικῆς θαλάσσης καὶ τῷ μεταξὺ τῆς Ἐρυθρᾶς καὶ τοῦ Ἐκρήγματος, τούτους δὲ χερρονήσους αὐτὰς λέγειν, οὐχ ὁρᾶν φησι πῶς ἂν εἰς πράγματα καταστρέφοι ἡ ζήτησις αὕτη, ἀλλὰ μόνον ἔριν διαιτώντων κατὰ Δημόκριτον εἶναι.
接着,在谈到关于大陆曾有许多争论之后,他说,有些人用河流——即尼罗河和塔奈斯河——来划分它们,宣称它们是岛屿;另一些人则用地峡——即里海与黑海之间的地峡,以及红海与裂口之间的地峡——来划分它们,并称这些为半岛。 他表示自己看不出这种探究如何能归结到实际事务中去,而这正如德谟克利特所说,只是调解人之间的无端争吵。
μὴ ὄντων γὰρ ἀκριβῶν ὅρων, καθάπερ Κολυττοῦ καὶ Μελίτης, οἷον στηλῶν ἢ περιβόλων, τοῦτο μὲν ἔχειν φάναι ἡμᾶς ὅτι τουτὶ μέν ἐστι Κολυττὸς τουτὶ δὲ Μελίτη, τοὺς ὅρους δὲ μὴ ἔχειν εἰπεῖν.
因为在没有精确边界的情况下,比如科吕托斯和梅利特,像界桩或围墙之类,他说我们确实可以宣称“这里是科吕托斯,那里是梅利特”,但却无法说出边界。
διὸ καὶ συμβαίνειν κρίσεις πολλάκις περὶ χωρίων τινῶν, καθάπερ Ἀργείοις μὲν καὶ Λακεδαιμονίοις περὶ Θυρέας, Ἀθηναίοις δὲ καὶ Βοιωτοῖς περὶ Ὠρωποῦ.
因此,关于某些土地经常会发生争端,就像阿耳戈斯人与拉刻代蒙人之间关于蒂雷亚,以及雅典人与波奥蒂亚人之间关于奥罗波斯的争端一样。
ἄλλως τε τοὺς Ἕλληνας τὰς τρεῖς ἠπείρους ὀνομάσαι οὐκ εἰς τὴν οἰκουμένην ἀποβλέψαντας, ἀλλʼ εἴς τε τὴν σφετέραν καὶ τὴν ἀπαντικρὺ τὴν Καρικήν, ἐφʼ ᾗ νῦν Ἴωνες καὶ οἱ ἑξῆς· χρόνῳ δὲ ἐπὶ πλέον προϊόντας ἀεὶ καὶ πλειόνων γνωριζομένων χωρῶν εἰς τοῦτο καταστρέψαι τὴν διαίρεσιν.
尤其是,希腊人命名这三个大陆,并不是着眼于整个已知世界,而是着眼于他们自己的土地以及对面的卡里亚土地(即现在伊奥尼亚人及其后继者居住的地方);随着时间的推移,他们越走越远,了解了更多的地方,最终归纳出了这种三分法。
πότερον οὖν οἱ πρῶτοι διορίσαντες τὰς τρεῖς, ἵνα ἀπὸ τῶν ἐσχάτων ἄρξωμαι διαιτῶν τὴν ἔριν, μὴ κατὰ Δημόκριτον ἀλλὰ κατʼ αὐτόν, οὗτοι ἦσαν οἱ πρῶτοι τὴν σφετέραν ἀπὸ τῆς ἀντικειμένης τῆς τῶν Καρῶν διορίσαι ζητοῦντες;
那么,最先划定这三个大陆的人——为了让我从最极端的角度开始调解这场争端,不是按照德谟克利特,而是按照他自己——难道就是那些试图将自己的土地与对面的卡里亚人土地区分开来的最先的人吗?
ἢ οὗτοι μὲν τὴν Ἑλλάδα ἐπενόουν μόνην καὶ τὴν Καρίαν καὶ ὀλίγην τὴν συνεχῆ, οὔτε δʼ Εὐρώπην οὔτε Ἀσίαν ὡσαύτως οὔτε Λιβύην, οἱ δὲ λοιποὶ ἐπιόντες ὅση ἦν ἱκανὴ ὑπογράψαι τὴν τῆς οἰκουμένης ἐπίνοιαν, οὗτοί εἰσιν οἱ εἰς τρία διαιροῦντες;
或者,这些人当时脑子里只想着希腊、卡里亚以及相连的一小部分地区,而同样既没有想到欧洲,也没有想到亚洲或利比亚,而是后来跟进、其范围足以勾勒出已知世界概念的其他的人,才是将其分为三部分的人吗?
πῶς οὖν οὐ τῆς οἰκουμένης ἐποιοῦντο διαίρεσιν;
那么,他们怎么会不是在对已知世界进行划分呢?
τίς δὲ τρία μέρη λέγων καὶ καλῶν ἤπειρον ἕκαστον τῶν μερῶν οὐ προσεπινοεῖ τὸ ὅλον, οὗ τὸν μερισμὸν ποιεῖται;
谁在谈论三个部分并称其中每一部分为大陆时,会不同时想到他正在进行划分的那个整体呢?
εἰ δʼ ἐπινοοῖ μὲν μὴ τὴν οἰκουμένην, μέρους δέ τινος αὐτῆς τὸν μερισμὸν ποιοῖτο, τίνος ἄν τις μέρους τῆς οἰκουμένης μέρος εἶπε τὴν Ἀσίαν ἢ τὴν Εὐρώπην ἢ ὅλως ἤπειρον;
如果他想到的不是已知世界,而是对其中某一部分进行划分,那么人们会说亚洲、欧洲或整个大陆是已知世界的哪一部分的一部分呢?
ταῦτα γὰρ εἴρηται παχυμερῶς.
因为这些话都是说得很粗略的。
§1.4.8ἔτι δὲ παχυμερέστερον τὸ φήσαντα μὴ ὁρᾶν εἰς τί πραγματικὸν καταστρέφει τὸ τοὺς ὅρους ζητεῖν, παραθεῖναι τὸν Κολυττὸν καὶ τὴν Μελίτην, εἶτʼ εἰς τἀναντία περιτρέπεσθαι.
更粗略的是,在说了看不出寻找边界能归结到什么实际事务之后,他列举了科吕托斯和梅利特,然后又转向了相反的观点。
εἰ γὰρ οἱ περὶ Θυρεῶν καὶ Ὠρωποῦ πόλεμοι διὰ τὰς τῶν ὅρων ἀγνοίας ἀπέβησαν, εἰς πραγματικόν τι καταστρέφον τὸ διαχωρίζειν τὰς χώρας·
因为如果关于蒂雷亚和奥罗波斯的战争是因为对边界的无知而发生的,那么划分领土确实归结到了某种实际事务。
ἢ τοῦτο λέγει, ὡς ἐπὶ μὲν τῶν χωρίων καὶ νὴ Δία τῶν καθʼ ἕκαστα ἐθνῶν πραγματικὸν τὸ διορίζειν ἀκριβῶς, ἐπὶ δὲ τῶν ἠπείρων περιττόν;
还是他的意思是,虽然在领土以及(凭宙斯起誓)在各个民族的情况下,精确划定边界是有实际意义的,但在大陆的情况下却是多余的?
καίτοι οὐδὲ ἐνταῦθα ἧττον οὐδέν· γένοιτο γὰρ ἂν καὶ ἐπὶ τούτων ἡγεμόσι μεγάλοις ἀμφισβήτησις, τῷ μὲν ἔχοντι τὴν Ἀσίαν, τῷ δὲ τὴν Λιβύην, ὁποτέρου δή ἐστιν ἡ Αἴγυπτος, δηλονότι ἡ κάτω λεγομένη τῆς Αἰγύπτου χώρα.
然而,在此处也同样有实际意义;因为在巨大的统治者之间,一个占有亚洲,另一个占有利比亚,也可能就埃及(显然是指被称为下埃及的地区)属于哪一方而产生争执。
κἂν ἐάσῃ δέ τις τοῦτο διὰ τὸ σπάνιον, ἄλλως φατέον διαιρεῖσθαι τὰς ἠπείρους κατὰ μέγαν διορισμὸν καὶ πρὸς τὴν οἰκουμένην ὅλην ἀναφερόμενον· καθʼ ὃν οὐδὲ τούτου φροντιστέον, εἰ οἱ τοῖς ποταμοῖς διορίσαντες ἀπολείπουσί τινα χωρία ἀδιόριστα, τῶν ποταμῶν μὴ μέχρι τοῦ ὠκεανοῦ διηκόντων μηδὲ νήσους ὡς ἀληθῶς ἀπολειπόντων τὰς ἠπείρους.
即使有人因为这种情况罕见而忽略它,也应该换种说法,即大陆是根据一个宏大的界定并参照整个已知世界来划分的;根据这种划分,即使那些用河流进行划分的人由于河流未延伸至大洋且未真正将大陆留为岛屿,而留下一些未划分的地区,我们也不必介意。
§1.4.9Ἐπὶ τέλει δὲ τοῦ ὑπομνήματος οὐκ ἐπαινέσας τοὺς δίχα διαιροῦντας ἅπαν τὸ τῶν ἀνθρώπων πλῆθος εἴς τε Ἕλληνας καὶ βαρβάρους, καὶ τοὺς Ἀλεξάνδρῳ παραινοῦντας τοῖς μὲν Ἕλλησιν ὡς φίλοις χρῆσθαι τοῖς δὲ βαρβάροις ὡς πολεμίοις, βέλτιον εἶναί φησιν ἀρετῇ καὶ κακίᾳ διαιρεῖν ταῦτα.
在他的这篇论著的末尾,他没有赞扬那些将整个人类群体一分为二(即希腊人和野蛮人)的人,以及那些建议亚历山大将希腊人当作朋友而将野蛮人当作敌人对待的人,而是说最好以美德和邪恶来划分他们。
πολλοὺς γὰρ καὶ τῶν Ἑλλήνων εἶναι κακοὺς καὶ τῶν βαρβάρων ἀστείους, καθάπερ Ἰνδοὺς καὶ Ἀριανούς, ἔτι δὲ Ῥωμαίους καὶ Καρχηδονίους οὕτω θαυμαστῶς πολιτευομένους.
因为他说,希腊人中也有许多坏人,而野蛮人中也有许多优雅的人,比如印度人和阿利亚诺斯人,还有罗马人和迦太基人,他们的政治制度如此令人赞叹。
διόπερ τὸν Ἀλέξανδρον ἀμελήσαντα τῶν παραινούντων, ὅσους οἷόν τʼ ἦν ἀποδέχεσθαι τῶν εὐδοκίμων ἀνδρῶν καὶ εὐεργετεῖν·
因此,亚历山大无视了那些提出建议的人,尽可能地接纳并恩待了那些声誉卓著的人。
ὥσπερ διʼ ἄλλο τι τῶν οὕτω διελόντων τοὺς μὲν ἐν ψόγῳ τοὺς δʼ ἐν ἐπαίνῳ τιθεμένων, ἢ διότι τοῖς μὲν ἐπικρατεῖ τὸ νόμιμον καὶ τὸ παιδείας καὶ λόγων οἰκεῖον, τοῖς δὲ τἀναντία.
就好像那些进行这种划分、将一些人置于指责之中而将另一些人置于赞美之中的人,是因为除了在前一类人中法律、教育和理性的特征占据主导,而在后一类人中相反之外的什么其他原因似的!
καὶ ὁ Ἀλέξανδρος οὖν οὐκ ἀμελήσας τῶν παραινούντων, ἀλλʼ ἀποδεξάμενος τὴν γνώμην τὰ ἀκόλουθα, οὐ τὰ ἐναντία ἐποίει, πρὸς τὴν διάνοιαν σκοπῶν τὴν τῶν ἐπεσταλκότων.
因此,亚历山大也并没有无视那些提出建议的人,而是接纳了他们的意见并做出了顺理成章的事情,而不是相反,他考虑了那些提出建议的人的真意。