Humanitext Reader

斯特拉波 · 地理学 §2.1.5-2.1.9

为埃拉托斯特尼辩护与帕特罗克莱斯的信度

第 47 段,共 577 段 · 希腊语

内容简介

斯特拉波反驳了喜帕恰斯关于埃拉托斯特尼仅依赖帕特罗克莱斯证言的指责,指出埃拉托斯特尼利用丰富的馆藏资料综合了诸多证据,强调了帕特罗克莱斯的高信誉,并揭示了麦加斯梯尼和戴马科斯记载中充斥荒诞不经谣言的事实。

§2.1.5οἶμαι δὴ πολλὰς ἔχειν εὐθύνας τοῦτον τὸν λόγον.
我认为,这一言论确实有很多可以指责之处。
πρῶτον μὲν ὅτι πολλαῖς μαρτυρίαις ἐκείνου χρησαμένου μιᾷ φησι τῇ Πατροκλέους αὐτὸν χρῆσθαι.
首先,因为尽管埃拉托斯特尼使用了许多证据,喜帕恰斯却声称他仅使用了一个,即帕特罗克莱斯的证据。
τίνες οὖν ἦσαν οἱ φάσκοντες τὰ μεσημβρινὰ ἄκρα τῆς Ἰνδικῆς ἀνταίρειν τοῖς κατὰ Μερόην;
那么,是谁声称印度南端与麦罗埃一带相对的?
τίνες δʼ οἱ τὸ ἀπὸ Μερόης διάστημα μέχρι τοῦ διʼ Ἀθηνῶν παραλλήλου λέγοντες;
又是谁说从麦罗埃到穿过雅典的平行线的距离的?
τίνες δὲ πάλιν οἱ τὸ τῶν ὀρῶν πλάτος τοσοῦτον, ἢ οἱ τὸ ἀπὸ τῆς Κιλικίας ἐπὶ τὴν Ἀμισὸν τὸ αὐτὸ τούτῳ λέγοντες;
再者,是谁说这些山脉的宽度是这么多的,或者是谁说从基利家到阿米索斯的距离与此相同的?
τίνες δὲ οἱ ἀπὸ Ἀμισοῦ διὰ Κόλχων καὶ τῆς Ὑρκανίας μέχρι Βακτρίων καὶ τῶν ἐπέκεινα εἰς τὴν ἑῴαν θάλατταν καθηκόντων ἐπʼ εὐθείας τε εἶναι λέγοντες καὶ ἐπʼ ἰσημερινὰς ἀνατολὰς καὶ παρὰ τὰ ὄρη ἐν δεξιᾷ ἔχοντι αὐτά;
又是谁说,从阿米索斯经过科尔基斯和赫尔卡尼亚,直到巴克特里亚以及更远延伸至东部海洋的地区,这条路线呈直线延伸,朝向二分点的东方,且将山脉置于右侧并沿着它们呢?
ἢ πάλιν τὸ ἐπὶ τὴν δύσιν ἐπʼ εὐθείας ταύτῃ τῇ γραμμῇ, διότι ἐπὶ τὴν Προποντίδα ἐστὶ καὶ τὸν Ἑλλήσποντον;
或者,是谁说向西延伸与这条线排成一直线,因为它是通往丙泊提斯和赫勒斯滂的?
ταῦτα γὰρ ὁ Ἐρατοσθένης λαμβάνει πάντα ὡς καὶ ἐκμαρτυρούμενα ὑπὸ τῶν ἐν τοῖς τόποις γενομένων, ἐντετυχηκὼς ὑπομνήμασι πολλοῖς, ὧν εὐπόρει βιβλιοθήκην ἔχων τηλικαύτην ἡλίκην αὐτὸς Ἵππαρχός φησι.
因为埃拉托斯特尼将所有这些都视为曾到过这些地方的人所证实的,他接触过许多备忘录,由于拥有喜帕恰斯自己所说的那么大的图书馆,他手头有丰富的资料。
§2.1.6καὶ αὐτὴ δὲ ἡ τοῦ Πατροκλέους πίστις ἐκ πολλῶν μαρτυριῶν σύγκειται, τῶν βασιλέων τῶν πεπιστευκότων αὐτῷ τηλικαύτην ἀρχήν, τῶν ἐπακολουθησάντων αὐτῷ, τῶν ἀντιδοξούντων, ὧν αὐτὸς ὁ Ἵππαρχος κατονομάζει· οἱ γὰρ κατʼ ἐκείνων ἔλεγχοι πίστεις τῶν ὑπὸ τούτου λεγομένων εἰσίν.
而帕特罗克莱斯自身的信誉也是由许多证据构成的,包括信任并托付他如此重大职权的君主们、随同他的人们,以及与他持有异议的人们,这些人都是喜帕恰斯自己指名道姓提及的;因为对那些人的驳斥,正是对此人所说之话的信誉证明。
οὐδὲ τοῦτο δὲ ἀπίθανον τοῦ Πατροκλέους, ὅτι φησὶ τοὺς Ἀλεξάνδρῳ συστρατεύσαντας ἐπιδρομάδην ἱστορῆσαι ἕκαστα, αὐτὸν δὲ Ἀλέξανδρον ἀκριβῶσαι, ἀναγραψάντων τὴν ὅλην χώραν τῶν ἐμπειροτάτων αὐτῷ· τὴν δʼ ἀναγραφὴν αὐτῷ δοθῆναί φησιν ὕστερον ὑπὸ Ξενοκλέους τοῦ γαζοφύλακος.
关于帕特罗克莱斯,这也不是不可信的:他说,那些与亚历山大一同出征的人只是仓促地记录了细节,而亚历山大本人则使之精确,因为他麾下最富有经验的人测绘了整个国家;他说,这份测绘图后来由国库主管克塞诺克莱斯交给了他。
§2.1.7ἔτι φησὶν ὁ Ἵππαρχος ἐν τῷ δευτέρῳ ὑπομνήματι αὐτὸν τὸν Ἐρατοσθένη διαβάλλειν τὴν τοῦ Πατροκλέους πίστιν ἐκ τῆς πρὸς Μεγασθένη διαφωνίας περὶ τοῦ μήκους τῆς Ἰνδικῆς τοῦ κατὰ τὸ βόρειον πλευρόν, τοῦ μὲν Μεγασθένους λέγοντος σταδίων μυρίων ἑξακισχιλίων, τοῦ δὲ Πατροκλέους χιλίοις λείπειν φαμένου· ἀπὸ γάρ τινος ἀναγραφῆς σταθμῶν ὁρμηθέντα τοῖς μὲν ἀπιστεῖν διὰ τὴν διαφωνίαν, ἐκείνῃ δὲ προσέχειν.
此外,喜帕恰斯在第二部备忘录中说,埃拉托斯特尼本人根据他与麦加斯梯尼在印度北侧边长上的不一致,贬低了帕特罗克莱斯的信誉,因为麦加斯梯尼说是一万六千斯塔迪翁,而帕特罗克莱斯说少了一千;因为埃拉托斯特尼是以某种宿站记录为依据,因其不一致而不信任他们,却关注该记录。
εἰ οὖν διὰ τὴν διαφωνίαν ἐνταῦθα ἄπιστος ὁ Πατροκλῆς, καίτοι παρὰ χιλίους σταδίους τῆς διαφορᾶς οὔσης, πόσῳ χρὴ μᾶλλον ἀπιστεῖν ἐν οἷς παρὰ ὀκτακισχιλίους ἡ διαφορά ἐστι, πρὸς δύο καὶ ταῦτα ἄνδρας συμφωνοῦντας ἀλλήλοις, τῶν μὲν λεγόντων τὸ τῆς Ἰνδικῆς πλάτος δισμυρίων σταδίων, τοῦ δὲ μυρίων καὶ δισχιλίων;
因此,如果因为在这里的不一致,帕特罗克莱斯就被认为不可信,即便其差额仅为一千斯塔迪翁,那么在差额高达八千斯塔迪翁的情况下,而且还是面对着互相一致的两个人,我们难道不应该更加不相信他吗? 因为他们说印度的宽度是两万斯塔迪翁,而他却说是一万两千。
§2.1.8Ἐροῦμεν δʼ ὅτι οὐ ψιλὴν τὴν διαφωνίαν ᾐτιάσατο, ἀλλὰ συγκρίνων πρὸς τὴν ὁμολογίαν καὶ τὴν ἀξιοπιστίαν τῆς ἀναγραφῆς τῶν σταθμῶν.
但我们要说,他指责的并非单纯的不一致,而是将其与宿站记录的吻合及可靠性进行了对比。
οὐ θαυμαστὸν δὲ εἰ πιστοῦ γίνεταί τι πιστότερον, καὶ εἰ τῷ αὐτῷ ἐν ἑτέροις μὲν πιστεύομεν ἐν ἑτέροις δʼ ἀπιστοῦμεν, ὅταν παρά τινος τεθῇ τι βεβαιότερον.
而如果比可信的东西有更可信的东西出现,或者当有人提出更确定的证据时,我们在某些事情上信任同一个人,而在另一些事情上不信任他,这并不足为奇。
γελοῖόν τε τὸ τὴν παρὰ πολὺ διαφωνίαν ἀπιστοτέρους ποιεῖν νομίσαι τοὺς διαφωνοῦντας· τοὐναντίον γὰρ ἐν τῷ παρὰ μικρὸν συμβαίνειν τοῦτο μᾶλλον ἔοικε.
而且,认为巨大的不一致会让持不同意见者变得更不可信,这是可笑的;因为相反,这似乎更倾向于发生在微小的差异中。
παρὰ μικρὸν γὰρ ἡ πλάνη συμβαίνει μᾶλλον οὐ τοῖς τυχοῦσι μόνον, ἀλλὰ καὶ τοῖς πλέον τι τῶν ἑτέρων φρονοῦσιν· ἐν δὲ τοῖς παρὰ πολὺ ὁ μὲν τυχὼν ἁμάρτοι ἄν, ὁ δʼ ἐπιστημονικώτερος ἧττον ἂν τοῦτο πάθοι· διὸ καὶ πιστεύεται θᾶττον.
因为微小的误差不仅更容易发生在普通人身上,也更容易发生在比别人更有智慧的人身上;但在巨大差异的情况下,普通人可能会犯错,而更有科学素养的人则较少会遭遇这种情况;因此后者也更容易被相信。
§2.1.9̔́απαντες μὲν τοίνυν οἱ περὶ τῆς Ἰνδικῆς γράψαντες ὡς ἐπὶ τὸ πολὺ ψευδολόγοι γεγόνασι, καθʼ ὑπερβολὴν δὲ Δηίμαχος, τὰ δὲ δεύτερα λέγει Μεγασθένης, Ὀνησίκριτος δὲ καὶ Νέαρχος καὶ ἄλλοι τοιοῦτοι παραψελλίζοντες ἤδη.
总之,所有写过关于印度的人大体上都是说谎者,而戴马科斯尤为甚,麦加斯梯尼次之,奥内西克里图斯、尼阿库斯及其他此类作家则已是满口胡言了。
καὶ ἡμῖν δʼ ὑπῆρξεν ἐπὶ πλέον κατιδεῖν ταῦτα ὑπομνηματιζομένοις τὰς Ἀλεξάνδρου πράξεις· διαφερόντως δʼ ἀπιστεῖν ἄξιον Δηιμάχῳ τε καὶ Μεγασθένει.
而我们在撰写亚历山大事迹的备忘录时,也有机会更充分地看清这些事情;特别应当不信任戴马科斯和麦加斯梯尼。
οὗτοι γάρ εἰσιν οἱ τοὺς ἐνωτοκοίτας καὶ τοὺς ἀστόμους καὶ ἄρρινας ἱστοροῦντες μονοφθάλμους τε καὶ μακροσκελεῖς καὶ ὀπισθοδακτύλους· ἀνεκαίνισαν δὲ καὶ τὴν Ὁμηρικὴν τῶν Πυγμαίων γερανομαχίαν, τρισπιθάμους εἰπόντες.
因为正是这些人,记载了关于“以耳为被者”、无口者、无鼻者、独眼者、长腿者以及手指反向者的故事;他们还复活了荷马史诗中俾格米人与鹤的战斗,称他们只有三掌之高。
οὗτοι δὲ καὶ τοὺς χρυσωρύχους μύρμηκας καὶ Πᾶνας σφηνοκεφάλους ὄφεις τε καὶ βοῦς καὶ ἐλάφους σὺν κέρασι καταπίνοντας· περὶ ὧν ἕτερος τὸν ἕτερον ἐλέγχει, ὅπερ καὶ Ἐρατοσθένης φησίν.
这些人还讲述了掘金的蚂蚁、楔形头颅的潘神,以及连角一起吞下牛和鹿的巨蛇;关于这些事情,他们互相指责对方说谎,正如埃拉托斯特尼所说的那样。
ἐπέμφθησαν μὲν γὰρ εἰς τὰ Παλίμβοθρα, ὁ μὲν Μεγασθένης πρὸς Σανδρόκοττον ὁ δὲ Δηίμαχος πρὸς Ἀλλιτροχάδην τὸν ἐκείνου υἱὸν κατὰ πρεσβείαν· ὑπομνήματα δὲ τῆς ἀποδημίας κατέλιπον τοιαῦτα, ὑφʼ ἧς δή ποτε αἰτίας προαχθέντες.
因为他们曾作为使节被派往华氏城,麦加斯梯尼被派往珊德拉科特斯处,戴马科斯则被派往其子阿利特罗哈德斯处;由于某种原因的驱使,他们留下了关于这次出使的此类备忘录。
Πατροκλῆς δὲ ἥκιστα τοιοῦτος· καὶ οἱ ἄλλοι δὲ μάρτυρες οὐκ ἀπίθανοι, οἷς κέχρηται ὁ Ἐρατοσθένης
但帕特罗克莱斯绝对不是这样的人;而埃拉托斯特尼所引用的其他证人也并非不可信。

词汇与语法注释

  1. 2.1.5πολλαῖς μαρτυρίαις ἐκείνου χρησαμένου μιᾷ φησι τῇ Πατροκλέους αὐτὸν χρῆσθαι — 属格独立结构 `ἐκείνου χρησαμένου` 具有让步意味(虽然埃拉托斯特尼使用了许多证据),而带对格的不定式 `αὐτὸν χρῆσθαι`(他仅使用了一个证据)则是动词 `φησί`(其主语为喜帕恰斯)的宾语。`ἐκείνου` 和 `αὐτόν` 均指代埃拉托斯特尼。
  2. 2.1.6ὧν αὐτὸς ὁ Ἵππαρχος κατονομάζει — 关系代名词 `ὧν` 表现出格的吸引(assimilation)现象。作为及物动词 `κατονομάζει` 的直接宾语,它本应是复数对格 `οὕς`,但由于受到先行词(如 `τῶν ἀντιδοξούντων` 等属格复数名词)的影响,被吸引成了属格 `ὧν`。
  3. 2.1.7τοῖς μὲν ἀπιστεῖν διὰ τὴν διαφωνίαν, ἐκείνῃ δὲ προσέχειν — 此处对比了两个要求与格宾语的动词 `ἀπιστέω` 和 `προσέχω` 的对象:`τοῖς μὲν` 是阳性复数,指代存在分歧的作者们(麦加斯梯尼等人);`ἐκείνῃ δὲ` 是阴性单数,指代宿站记录(`ἀναγραφή`)。
  4. 2.1.8γελοῖόν τε τὸ τὴν παρὰ πολὺ διαφωνίαν ἀπιστοτέρους ποιεῖν νομίσαι τοὺς διαφωνοῦντας — 该复杂的不定式短语作非人称句 `γελοῖόν [ἐστι]`(是可笑的)的主语。在短语 `τὸ ... νομίσαι`(认为……)内部,不定式 `ποιεῖν` 引导着带对格的不定式结构:`τὴν παρὰ πολὺ διαφωνίαν` 作主格对格,`τοὺς διαφωνοῦντας` 作直接宾语,`ἀπιστοτέρους` 作宾语补足语(述语形容词)。
  5. 2.1.9Ὀνησίκριτος δὲ καὶ Νέαρχος καὶ ἄλλοι τοιοῦτοι παραψελλίζοντες ἤδη — 分词 `παραψελλίζοντες`(咿呀学语、胡言乱语)在此充当表语,省略了系动词 `εἰσί` 或 `ἦσαν`,或者承接了上一句中 `γεγόνασι` 的语气。副词 `ἤδη`(已经)表明,到了他们这一阶段,其叙述的荒诞程度已经退化为了幼儿呓语的水平。

引用这一段

斯特拉波, 地理学 §2.1.5-2.1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:2.1.5-2.1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。