Humanitext Reader

斯特拉波 · 地理学 §17.3.9-17.3.10

马赛舒利奥伊人的土地与对波塞多尼奥斯的批评

第 571 段,共 577 段 · 希腊语

内容简介

斯特拉波描述了马赛舒利奥伊人土地的地理、历代统治者和主要城市,并针对波塞多尼奥斯关于利比亚西部干旱的理论,从天文学及经验事实的角度展开反驳。

§17.3.9μετὰ δὲ τὴν τῶν Μαυρουσίων γῆν ἡ τῶν Μασαισυλίων ἐστίν, ἀπὸ τοῦ Μολοχὰθ ποταμοῦ τὴν ἀρχὴν λαμβάνουσα, τελευτῶσα δὲ ἐπὶ τὴν ἄκραν, ἣ καλεῖται, ὅριον τῆς τε Μασαισύλων καὶ τῆς Μασυλιέων γῆς·
继茂鲁西亚人的土地之后是马赛舒利奥伊人的土地,它起自莫洛哈特河,止于被称为〔特雷托斯〕的岬角,该岬角是马赛舒利人与马舒利埃斯人土地的边界。
στάδιοι δʼ εἰσὶν ἀπὸ τοῦ Μεταγωνίου μέχρι τοῦ Τρητοῦ ἑξακισχίλιοι· οἱ δʼ ἐλάττους φασίν.
从梅塔戈尼翁到特雷托斯的距离为六千斯塔德,但也有人说要少一些。
ἔχει δʼ ἡ παραλία πόλεις τε πλείους καὶ ποταμοὺς καὶ χώραν εὐφυῆ, τῶν δʼ ἐν ὀνόματι ἀρκεῖ μνησθῆναι.
沿海一带拥有许多城市、河流和富饶的土地,但只需提及其中有名者即可。
ἔστι δὲ πόλις Σίγα ἐν χιλίοις σταδίοις ἀπὸ τῶν λεχθέντων ὅρων, βασίλειον Σόφακος· κατέσπασται δὲ νῦν· τὴν δὲ χώραν μετὰ Σόφακα κατέσχε Μασανάσσης, εἶτα Μικίψας, εἶτα καὶ οἱ ἐκεῖνον διαδεξάμενοι, καθʼ ἡμᾶς δὲ Ἰούβας ὁ πατὴρ τοῦ νεωστὶ τελευτήσαντος Ἰούβα· κατέσπασται δὲ καὶ Ζάμα τὸ τούτου βασίλειον ὑπὸ Ῥωμαίων·
在距离上述边界一千斯塔德的地方有一座城市西加,它是索法克斯的王都,如今已被摧毁;索法克斯之后,马萨纳塞斯占领了该地区,接着是米基普萨斯,然后是继承其位的人,而在我们这个时代,则是最近去世的尤巴的父亲尤巴;他的王都扎马也已被罗马人摧毁。
μετὰ δὲ τὴν Σίγαν Θεῶν λιμὴν ἐν ἑξακοσίοις σταδίοις· εἶτʼ ἄλλοι ἄσημοι τόποι.
西加之后,在六百斯塔德处是诸神港;接着是其他无名之地。
τὰ μὲν οὖν ἐν βάθει τῆς χώρας ὀρεινὰ καὶ ἔρημα ἔσθʼ ὅτε παρέσπαρται, ἃ κατέχουσιν οἱ Γαίτουλοι μέχρι καὶ Σύρτεων· τὰ δʼ ἐκεῖ πρὸς θαλάττῃ καὶ πεδία εὐδαίμονά ἐστι καὶ πόλεις πολλαὶ καὶ ποταμοὶ καὶ λίμναι.
该国内陆地区多山且荒凉,间或分布,盖图利人占据了这些地方,一直延伸到苏尔特斯;而那里靠近海洋的地区则拥有肥沃的平原、许多城市、河流和湖泊。
§17.3.10ποσειδώνιος δʼ οὐκ οἶδʼ εἰ ἀληθεύει φήσας ὀλίγοις καὶ μικροῖς διαρρεῖσθαι ποταμοῖς τὴν Λιβύην· αὐτοὺς γάρ, οὓς Ἀρτεμίδωρος εἴρηκε, τοὺς μεταξὺ τῆς Λυγγὸς καὶ Καρχηδόνος καὶ πολλοὺς εἴρηκε καὶ μεγάλους.
至于波塞多尼奥斯,我不知道他所说的是否属实,他说利比亚为数不多且细小的河流所流经;因为正是阿尔特米多罗斯所提到的位于里克斯和迦太基之间的那些河流,他自己也说它们既多又大。
ἐν δὲ τῇ μεσογαίᾳ ταῦτʼ ἀληθέστερον εἰπεῖν· εἴρηκε δὲ τούτου τὴν αἰτίαν αὐτός· μὴ γὰρ κατομβρεῖσθαι τοῖς ἀρκτικοῖς μέρεσι, καθάπερ οὐδὲ τὴν Αἰθιοπίαν φασί· διὸ πολλάκις λοιμικὰ ἐμπίπτειν ὑπὸ αὐχμῶν καὶ τὰς λίμνας τελμάτων πίμπλασθαι καὶ τὴν ἀκρίδα ἐπιπολάζειν.
但在内陆地区,这样说更为真实;他自己也说明了其原因;因为据说北方地区并不降雨,正如人们所说埃塞俄比亚也是如此;因此,由于干旱,常有瘟疫爆发,湖泊被泥沼填满,荒虫成灾。
ἔτι φησὶ τὰ μὲν ἀνατολικὰ ὑγρὰ εἶναι, τὸν γὰρ ἥλιον ἀνίσχοντα ταχὺ παραλλάττειν, τὰ δʼ ἑσπέρια ξηρά, ἐκεῖ γὰρ καταστρέφειν ὑγρὰ γὰρ καὶ ξηρά, τὰ μὲν παρʼ ὑδάτων ἀφθονίαν ἢ σπάνιν λέγεται, τὰ δὲ παρὰ τὴν τῶν ἡλίων· βούλεται δὲ λέγειν τὰ παρὰ τοὺς ἡλίους· ταῦτα δὲ πάντες ἀρκτικοῖς καὶ μεσημβρινοῖς κλίμασιν ἀφορίζουσι·
他进一步说,东部地区是湿润的,因为升起的太阳迅速掠过它们,而西部地区是干燥的,因为太阳在那里结束其运行;因为所谓湿润与干燥,要么是指水源的丰沛或稀缺,要么是指太阳的热度;而他想说的是由太阳所引起的那种;但所有人都是根据北方和南方的气候带来界定这些的。
καὶ μὴν ἀνατολικά τε καὶ δυσμικά, τὰ μὲν πρὸς τὰς οἰκήσεις λεγόμενα, καθʼ ἑκάστην τὴν οἴκησιν καὶ τὴν μετάπτωσιν τῶν ὁριζόντων ἄλλα καὶ ἄλλα ἐστίν, ὥστʼ οὐδʼ ἔνεστι καθολικῶς εἰπεῖν ἐπὶ τῶν ἀπεριλήπτων τὸ πλῆθος, ὅτι τὰ μὲν ἀνατολικὰ ὑγρά, τὰ δὲ δυσμικὰ ξηρά.
再者,所谓东方与西方,是相对于居住地而言的,随每个居住地的不同以及地平线的变化而互不相同,因此,不可能对无数的居住地一概而论说东部湿润、西部干燥。
ὡς δὲ λέγεται πρὸς τὴν οἰκουμένην ὅλην καὶ τὰς ἐσχατιὰς τὰς τοιαύτας, οἵα καὶ ἡ Ἰνδικὴ καὶ ἡ Ἰβηρία, λέγοι ἂν εἰ ἄρα τὴν τοιαύτην ἀπόφασιν.
但如果他是针对整个适居世界及其两极(如印度和伊比利亚)做出如此断言,那或许确实可以说得通。
τίς οὖν ἡ πιθανότης τῆς αἰτιολογίας;
那么,这种因果解释的可信度又如何呢?
ἐν γὰρ περιφορᾷ συνεχεῖ τε καὶ ἀδιαλείπτῳ τοῦ ἡλίου τίς ἂν εἴη καταστροφή;
因为在太阳连续不断且无间断的运转中,怎么会有所谓的“终结”呢?
τό τε τάχος τῆς παραλλαγῆς πανταχοῦ ἴσον.
且其掠过的速度在各地都是均等的。
ἄλλως τε παρὰ τὴν ἐνάργειάν ἐστι, τὰ ἔσχατα τῆς Ἰβηρίας ἢ τῆς Μαυρουσίας τὰ πρὸς δύσιν ξηρὰ λέγειν ἁπάντων μάλιστα· καὶ γὰρ τὸ περιέχον εὔκρατον ἔχει καὶ πλείστων ὑδάτων εὐπορεῖ.
此外,说伊比利亚或茂鲁西亚最西端的边界在所有地方中最干燥,这完全违背了显而易见的事实;因为那里气候温和,水源极其充沛。
εἰ δὲ τὸ καταστρέφειν τοιοῦτον εἴληπται, ὅτι ἐνταῦθα * τὰ ὕστατα τῆς οἰκουμένης ὑπὲρ γῆς γίνεται, τί τοῦτο συντείνει πρὸς ξηρασίαν;
如果“终结”被理解为:在那里地上适居世界的终点发生,这又如何导致干燥呢?
καὶ γὰρ ἐνταῦθα καὶ ἐν τοῖς ἄλλοις τόποις τῆς οἰκουμένης τοῖς ταυτοκλινέσι τὸν ἴσον διαλιπὼν χρόνον τὸν τῆς νυκτὸς ἐπάνεισι πάλιν καὶ θερμαίνει τὴν γῆν.
因为在那里,正如在处于相同纬度的适居世界的其他地方一样,在隔开相同的时间(即夜晚)之后,太阳会再次升起并使大地变热。

词汇与语法注释

  1. §17.3.9ἣ καλεῖται — 在 `ἣ καλεῖται` 之后,岬角的名称 `Τρητός`(特雷托斯)在抄本传承中脱落。然而,由于紧接其后的句子提到了“从梅塔戈尼翁到特雷托斯”的距离,该岬角的身份是确凿无疑的。
  2. §17.3.10μὴ γὰρ κατομβρεῖσθαι — 带有连词 `γάρ` 的不定式 `κατομβρεῖσθαι` 属于间接引语中说明原因的结构。它依赖于主句 `εἴρηκε δὲ τούτου τὴν αἰτίαν αὐτός`(他自己也说明了其原因),解释了波塞多尼奥斯针对利比亚内陆干旱所给出的理由。
  3. §17.3.10τὰ παρὰ τοὺς ἡλίους — 前置词 `παρά` 后接宾格表示原因(“起因于”、“由于”)。它呼应前文的 `τὰ δὲ παρὰ τὴν τῶν ἡλίων`,明确指出波塞多尼奥斯所指的是“由太阳(的热度或位置)引起的”干燥与湿润。
  4. §17.3.10τί τοῦτο συντείνει — 动词 `συντείνει` 在此作不及物动词,意为“有助于”、“与……有关系”,并与前置词 `πρός` 连用。与前面的疑问代词 `τί` 一起,构成一个反问句:“这如何有助于干燥?”(暗示毫无关系)。

引用这一段

斯特拉波, 地理学 §17.3.9-17.3.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.3.9-17.3.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。