§17.3.20̔η δὲ μεγάλη σύρτις τὸν μὲν κύκλον ἔχει σταδίων ἐνακοσίων τριάκοντά που, τὴν δʼ ἐπὶ τὸν μυχὸν διάμετρον χιλίων πεντακοσίων, τοσοῦτον δέ που καὶ τὸ τοῦ στόματος πλάτος.
大苏尔特斯湾的周长大约为九百三十斯塔德,到最深处的直径为一千五百斯塔德,湾口的宽度也大约与之相同。
ἡ χαλεπότης δὲ καὶ ταύτης τῆς σύρτεως καὶ τῆς μικρᾶς ὅτι πολλαχοῦ τεναγώδης ἐστὶν ὁ βυθὸς καὶ κατὰ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας συμβαίνει τισὶν ἐμπίπτειν εἰς τὰ βράχη καὶ καθίζειν, σπάνιον δʼ εἶναι τὸ σωζόμενον σκάφος.
这一苏尔特斯湾与小苏尔特斯湾的险恶之处在于,许多地方的海底是浅滩,在潮汐涨落时,有些人会撞上暗礁而搁浅,能获救的船只实属罕见。
διόπερ πόρρωθεν τὸν παράπλουν ποιοῦνται φυλαττόμενοι μὴ ἐμπέσοιεν εἰς τοὺς κόλπους ὑπʼ ἀνέμων ἀφύλακτοι ληφθέντες·
因此,他们防范着因疏忽而被风吹入海湾,而在较远的海面上进行沿岸航行。
τὸ μέντοι παρακίνδυνον τῶν ἀνθρώπων ἁπάντων διαπειρᾶσθαι ποιεῖ, καὶ μάλιστα τῶν παρὰ γῆν παράπλων.
然而,冒险的天性使所有人,尤其是那些进行沿岸航行的人,都去尝试它。
εἰσπλέοντι δὴ τὴν μεγάλην σύρτιν ἐν δεξιᾷ μετὰ τὰς Κεφαλὰς ἔστι λίμνη τριακοσίων που σταδίων τὸ μῆκος ἑβδομήκοντα δὲ τὸ πλάτος, ἐκδιδοῦσα εἰς τὸν κόλπον, ἔχουσα καὶ νησία καὶ ὕφορμον πρὸ τοῦ στόματος.
驶入大苏尔特斯湾时,在凯法莱角之后的右侧,有一座长度大约三百斯塔德、宽度七十斯塔德的湖泊,流入湾内,在其入口前还有一些小岛和锚地。
μετὰ δὲ τὴν λίμνην τόπος ἐστὶν Ἀσπὶς καὶ λιμὴν κάλλιστος τῶν ἐν τῇ σύρτει.
湖泊之后是名为阿斯皮斯的地方,以及一个港口,是苏尔特斯湾中最好的港口。
συνεχὴς δὲ ὁ Εὐφράντας πύργος ἐστίν, ὅριον τῆς πρότερον Καρχηδονίας γῆς καὶ τῆς Κυρηναίας τῆς ὑπὸ Πτολεμαίῳ·
紧接着是尤夫兰塔斯之塔,这是以前迦太基领土与普托利迈乌斯统治下的基rene那卡之间的边界。
εἶτʼ ἄλλος τόπος Χάραξ καλούμενος, ᾧ ἐμπορίῳ ἐχρῶντο Καρχηδόνιοι κομίζοντες οἶνον, ἀντιφορτιζόμενοι δὲ ὀπὸν καὶ σίλφιον παρὰ τῶν ἐκ Κυρήνης λάθρᾳ παρακομιζόντων·
然后是另一个被称为哈拉克斯的地方,迦太基人将其用作商埠,运来葡萄酒,并从那些秘密从基rene那运来物品的人那里换取汁液和西尔菲乌姆。
εἶθʼ οἱ Φιλαίνων βωμοί·
接着是菲莱努斯祭坛。
καὶ μετὰ δὲ τούτους Αὐτόμαλα φρούριον φυλακὴν ἔχον, ἱδρυμένον κατὰ τὸν μυχὸν τοῦ κόλπου παντός.
在这些之后是奥托马拉要塞,设有驻军,坐落于整个海湾的最深处。
ἔστι δʼ ὁ διὰ τοῦ μυχοῦ τούτου παράλληλος τοῦ μὲν διʼ Ἀλεξανδρείας μικρῷ νοτιώτερος χιλίοις σταδίοις, τοῦ δὲ διὰ Καρχηδόνος ἐλάττοσιν ἢ δισχιλίοις·
通过该湾最深处的纬线,比通过亚历山大里的那条偏南大约一千斯塔德,而比通过迦太基的那条偏南不到二千斯塔德。
πίπτοι δʼ ἂν τῇ μὲν καθʼ Ἡρώων πόλιν τὴν ἐν τῷ μυχῷ τοῦ Ἀραβίου κόλπου, τῇ δὲ κατὰ τὴν μεσόγαιαν τῶν Μασαισυλίων καὶ τῶν Μαυρουσίων·
它(向东)将与阿拉伯湾最深处的赫罗翁波利斯相重合,而(向西)则与马萨埃斯利人和毛鲁西人的内陆地区相重合。
ὅπου τὸ λειπόμενον ἤδη τῆς παραλίας ἐστὶν εἰς πόλιν Βερενίκην στάδιοι χίλιοι πεντακόσιοι.
从这里开始,沿海岸线到贝雷尼凯城的剩余距离为一千五百斯塔德。
ὑπέρκεινται δὲ τοῦ μήκους τοῦδε παρήκοντες καὶ μέχρι τῶν Φιλαίνου βωμῶν οἱ προσαγορευόμενοι Νασαμῶνες, Λιβυκὸν ἔθνος·
在这段海岸线的上方,一直延伸到菲莱努斯祭坛,居住着被称为纳萨莫内斯人的利比亚民族。
ἔχει δὲ τὸ μεταξὺ διάστημα καὶ λιμένας οὐ πολλοὺς ὑδρεῖά τε σπάνια.
而其间交界的地带港口较少,水源也十分稀缺。
ἔστι δὲ ἄκρα λεγομένη Ψευδοπενιάς, ἐφʼ ἧς ἡ Βερενίκη τὴν θέσιν ἔχει παρὰ λίμνην τινὰ Τριτωνίδα, ἐν ᾗ μάλιστα νησίον ἐστὶ καὶ ἱερὸν τῆς Ἀφροδίτης ἐν αὐτῷ·
有一处被称为普塞乌多佩尼亚斯的岬角,贝雷尼凯便坐落于其上,紧邻着一座名为特里托尼斯的湖泊,湖中特别有一座小岛,岛上有一座阿芙洛狄忒的神庙。
ἔστι δὲ καὶ λίμνη Ἑσπερίδων, καὶ ποταμὸς ἐμβάλλει Λάθων.
这里还有一座赫斯佩里得斯湖,拉松河注入其中。
ἐνδοτέρω δὲ τῆς Βερενίκης ἐστὶ τὸ μικρὸν ἀκρωτήριον λεγόμενον Βόρειον ὃ ποιεῖ τὸ στόμα τῆς σύρτεως πρὸς τὰς Κεφαλάς·
从贝雷尼凯往更内陆方向是名为波雷翁的小海角,它与凯法莱角共同构成了苏尔特斯湾的湾口。
κεῖται δὲ ἡ Βερενίκη κατὰ τὰ ἄκρα τῆς Πελοποννήσου, κατὰ τὸν καλούμενον Ἰχθύν καὶ ἔτι κατὰ τὴν Ζάκυνθον, ἐν διάρματι σταδίων τρισχιλίων ἑξακοσίων.
贝雷尼凯位于伯罗奔尼撒半岛的海角对面,即所谓的伊赫蒂斯角,甚至在扎金索斯岛对面,渡海距离为三千六百斯塔德。
ἐκ ταύτης τῆς πόλεως τριακοσταῖος πεζῇ περιώδευσε τὴν σύρτιν Μάρκος Κάτων, κατάγων στρατιὰν πλειόνων ἢ μυρίων ἀνδρῶν, εἰς μέρη διελὼν τῶν ὑδρείων χάριν·
小马尔库斯·加图从这座城市出发,率领一支一万多人的军队,为了寻找水源而将部队分成若干部分,历时三十天徒步绕过了苏尔特斯湾。
ὥδευσε δὲ πεζὸς ἐν ἄμμῳ βαθείᾳ καὶ καύμασι.
他是在深沙与酷暑中徒步行军的。
μετὰ δὲ Βερενίκην πόλις ἐστὶ Ταύχειρα ἣν καὶ Ἀρσινόην καλοῦσιν·
贝雷尼凯之后是陶希拉城,人们也称其为阿尔西诺伊。
εἶθʼ ἡ Βάρκη πρότερον, νῦν δὲ Πτολεμαΐς·
接着是以前名为巴尔卡,现在被称为普托利迈斯的地方。
εἶτα Φυκοῦς ἄκρα, ταπεινὴ μὲν πλεῖστον δʼ ἐκκειμένη πρὸς ἄρκτον παρὰ τὴν ἄλλην τὴν Λιβυκὴν παραλίαν·
接着是菲库斯角,它虽然低平,但与其他利比亚海岸相比,最向北突。
κεῖται δὲ κατὰ Ταίναρον τῆς Λακωνικῆς ἐν διάρματι δισχιλίων ὀκτακοσίων σταδίων·
它位于拉科尼亚的泰纳龙角对面,渡海距离为二千八百斯塔德。
ἔστι δὲ καὶ πολίχνιον ὁμώνυμον τῇ ἄκρᾳ.
还有一座与该岬角同名的小镇。
οὐ πολὺ δὲ τοῦ Φυκοῦντος ἀπέχει τὸ τῶν Κυρηναίων ἐπίνειον ἡ Ἀπολλωνία, ὅσον ἑκατὸν καὶ ἑβδομήκοντα σταδίοις, τῆς δὲ Βερενίκης χιλίοις, τῆς δὲ Κυρήνης ὀγδοήκοντα, πόλεως μεγάλης ἐν τραπεζοειδεῖ πεδίῳ κειμένης, ὡς ἐκ τοῦ πελάγους ἑωρῶμεν αὐτήν.
基rene那人的外港阿波罗尼亚距离菲库斯角不远,大约一百七十斯塔德,距离贝雷尼凯一千斯塔德,距离基rene那八十斯塔德。 基rene那是一座坐落于梯形平原上的大城市,我们从海面上就能望见它。
§17.3.21ἔστι δὲ Θηραίων κτίσμα, Λακωνικῆς νήσου, ἣν καὶ Καλλίστην ὠνόμαζον τὸ παλαιόν, ὥς φησι καὶ Καλλίμαχος
καλλίστη τὸ πάροιθε, τὸ δʼ ὕστερον οὔνομα Θήρη, μήτηρ εὐίππου πατρίδος ἡμετέρης.
这是泰拉人的殖民地,该岛属于拉科尼亚,古时人们也称其为卡利斯特,正如卡利马科斯所言: “昔日名为卡利斯特,后名为泰拉,我那产骏马的祖国之母。
κεῖται δὲ τὸ τῶν Κυρηναίων ἐπίνειον κατὰ τὸ ἑσπέριον τῆς Κρήτης ἄκρον, τὸ τοῦ Κριοῦ μέτωπον, ἐν διάρματι χιλίων σταδίων· ὁ δὲ πλοῦς λευκονότῳ.
” 基rene那人的外港位于克里特岛西端克留麦托蓬对面,渡海距离为一千斯塔德;航行须乘西南风。
λέγεται δὲ ἡ Κυρήνη κτίσμα Βάττου· πρόγονον δὲ τοῦτον ἑαυτοῦ φάσκει Καλλίμαχος·
据说基rene那是巴图斯所建;卡利马科斯自称此人是其先祖。
ηὐξήθη δὲ διὰ τὴν ἀρετὴν τῆς χώρας·
它因土地的肥沃而繁荣起来。
καὶ γὰρ ἱπποτρόφος ἐστὶν ἀρίστη καὶ καλλίκαρπος, καὶ πολλοὺς ἄνδρας ἀξιολόγους ἔσχε καὶ δυναμένους ἐλευθερίας ἀξιολόγως προΐστασθαι καὶ πρὸς τοὺς ὑπερκειμένους βαρβάρους ἰσχυρῶς ἀντέχειν.
因为这里极其适于养马,且土地多产,并孕育了许多杰出人物,他们能够以值得称道的方式捍卫自由,并能强力抵抗居住在其上方的蛮族。
τὸ μὲν οὖν παλαιὸν αὐτόνομος ἦν ἡ πόλις· εἶτα οἱ τὴν Αἴγυπτον κατασχόντες Μακεδόνες αὐξηθέντες ἐπέθεντο αὐτοῖς, ἀρξάντων τῶν περὶ Θίβρωνα τῶν ἀνελόντων τὸν Ἅρπαλον.
在古时,这座城市是自治的;但后来占领埃及的马其顿人实力增强并袭击了他们,这一事端是由杀死哈尔帕鲁斯的西布伦及其党羽发起的。
βασιλευθέντες δὲ χρόνους τινὰς εἰς τὴν Ῥωμαίων ἐξουσίαν ἦλθον, καὶ νῦν ἐστιν ἐπαρχία τῇ Κρήτῃ συνεζευγμένη·
在由国王统治了一段时间后,他们归入罗马人的统治之下,现在是一个与克里特岛合并的行省。
τῆς δὲ Κυρήνης ἐστὶ περιπόλια ἥ τε Ἀπολλωνία καὶ ἡ Βάρκη καὶ ἡ Ταύχειρα καὶ Βερενίκη καὶ τὰ ἄλλα πολίχνια τὰ πλησίον.
属于基rene那的周边城镇有阿波罗尼亚、巴尔卡、陶希拉、贝雷尼凯以及附近的其它小城镇。