§17.3.24τὰ μὲν οὖν μέρη τῆς καθʼ ἡμᾶς οἰκουμένης οὕτω διάκειται·
因此,我们所知的居住世界的各部分便是如此配置的。
ἐπεὶ δʼ οἱ Ῥωμαῖοι τὴν ἀρίστην αὐτῆς καὶ γνωριμωτάτην κατέχουσιν, ἅπαντας ὑπερβεβλημένοι τοὺς πρότερον ἡγεμόνας ὧν μνήμην ἴσμεν, ἄξιον διὰ βραχέων καὶ τὰ τούτων εἰπεῖν.
但既然罗马人占有着其中最优质、最著名的一部分,超越了我们所记得的所有先前的统治者,那么简要叙述一下他们的治理情况也是很有价值的。
ὅτι μὲν οὖν ἐκ μιᾶς ὁρμηθέντες πόλεως τῆς Ῥώμης ἅπασαν τὴν Ἰταλίαν ἔσχον διὰ τὸ πολεμεῖν καὶ πολιτικῶς ἄρχειν εἴρηται, καὶ διότι μετὰ τὴν Ἰταλίαν τὰ κύκλῳ προσεκτήσαντο τῇ αὐτῇ ἀρετῇ χρώμενοι.
首先,他们从罗马这一座城市出发,通过战争和政治治理获取了整个意大利,以及在意大利之后以同样的卓越能力获取了周围地区,这些都已经说过了。
τριῶν δὲ ἠπείρων οὐσῶν τὴν μὲν Εὐρώπην σχεδόν τι πᾶσαν ἔχουσι πλὴν τῆς ἔξω τοῦ Ἴστρου καὶ τῶν μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Τανάιδος παρωκεανιτῶν, τῆς δὲ Λιβύης ἡ καθʼ ἡμᾶς παραλία πᾶσα ὑπʼ αὐτοῖς ἐστιν, ἡ δὲ ἄλλη ἀοίκητός ἐστιν ἢ λυπρῶς καὶ νομαδικῶς οἰκεῖται.
在三个大陆中,他们几乎占领了整个欧洲,除了伊斯特河以外的地方,以及莱茵河与塔纳伊斯河之间靠近大洋的地区;而在利比亚,我们这一侧的海岸全部在他们统治之下,其余部分则荒无人烟,或者生活极其贫瘠且处于游牧状态。
ὁμοίως δὲ καὶ τῆς Ἀσίας ἡ καθʼ ἡμᾶς παραλία πᾶσα ὑποχείριός ἐστιν, εἰ μή τις τὰ τῶν Ἀχαιῶν καὶ Ζυγῶν καὶ Ἡνιόχων ἐν λόγῳ τίθεται, λῃστρικῶς καὶ νομαδικῶς ζώντων ἐν στενοῖς καὶ λυπροῖς χωρίοις.
同样,亚洲我们这一侧的海岸也都在他们的控制之下,除非有人把阿开亚人、济戈伊人和赫尼奥霍伊人的情况考虑在内,他们生活在狭窄贫瘠的土地上,靠劫掠和游牧为生。
τῆς δὲ μεσογαίας καὶ τῆς ἐν βάθει τὴν μὲν ἔχουσιν αὐτοί, τὴν δὲ Παρθυαῖοι καὶ οἱ ὑπὲρ τούτων βάρβαροι, πρός τε ταῖς ἀνατολαῖς καὶ ταῖς ἄρκτοις Ἰνδοὶ καὶ Βάκτριοι καὶ Σκύθαι, εἶτʼ Ἄραβες καὶ Αἰθίοπες· προστίθεται δὲ ἀεί τι παρʼ ἐκείνων αὐτοῖς.
至于内陆和深处,一部分由罗马人自己占领,另一部分由帕提亚人及其彼方的蛮族占领,在东方和北方则是印度人、巴克特里亚人和塞人,然后是阿拉伯人和埃塞俄比亚人;而且不断有土地从这些人那里并入罗马人手中。
ταύτης δὲ τῆς συμπάσης χώρας τῆς ὑπὸ Ῥωμαίοις ἣ μὲν βασιλεύεται, ἣν δʼ ἔχουσιν αὐτοὶ καλέσαντες ἐπαρχίαν, καὶ πέμπουσιν ἡγεμόνας καὶ φορολόγους.
在罗马人统治下的这全部土地中,一部分由国王统治,一部分由他们自己占领并称之为“属州”,且派遣总督和征税官。
εἰσὶ δέ τινες καὶ ἐλεύθεραι πόλεις, αἱ μὲν ἐξ ἀρχῆς κατὰ φιλίαν προσελθοῦσαι, τὰς δʼ ἠλευθέρωσαν αὐτοὶ κατὰ τιμήν.
也有一些自由城市,有些是从一开始就因友好关系而加入的,有些是罗马人自己为了表示尊崇而予以解放的。
εἰσὶ δὲ καὶ δυνάσται τινὲς καὶ φύλαρχοι καὶ ἱερεῖς ὑπʼ αὐτοῖς· οὗτοι μὲν δὴ ζῶσι κατά τινας πατρίους νόμους.
在他们手下还有一些君主、部落首领和祭司,这些人确实按照某些祖传的法律生活。
§17.3.25αἱ δʼ ἐπαρχίαι διῄρηνται ἄλλοτε μὲν ἄλλως, ἐν δὲ τῷ παρόντι ὡς Καῖσαρ ὁ Σεβαστὸς διέταξεν.
属州在不同时期有不同的划分,但目前是按照奥古斯都凯撒所规定的方式划分的。
ἐπειδὴ γὰρ ἡ πατρὶς ἐπέτρεψεν αὐτῷ τὴν προστασίαν τῆς ἡγεμονίας, καὶ πολέμου καὶ εἰρήνης κατέστη κύριος διὰ βίου, δίχα διεῖλε πᾶσαν τὴν χώραν καὶ τὴν μὲν ἀπέδειξεν ἑαυτῷ τὴν δὲ τῷ δήμῳ, ἑαυτῷ μὲν ὅση στρατιωτικῆς φρουρᾶς ἔχει χρείαν· αὕτη δʼ ἐστὶν ἡ βάρβαρος καὶ πλησιόχωρος τοῖς μήπω κεχειρωμένοις ἔθνεσιν ἢ λυπρὰ καὶ δυσγεώργητος, ὥσθʼ ὑπὸ ἀπορίας τῶν ἄλλων ἐρυμάτων δʼ εὐπορίας ἀφηνιάζειν καὶ ἀπειθεῖν, τῷ δήμῳ δὲ τὴν ἄλλην ὅση εἰρηνικὴ καὶ χωρὶς ὅπλων ἄρχεσθαι ῥᾳδία· ἑκατέραν δὲ τὴν μερίδα εἰς ἐπαρχίας διένειμε πλείους, ὧν αἱ μὲν καλοῦνται Καίσαρος αἱ δὲ τοῦ δήμου.
因为当祖国将帝国的统治权托付给他,使他成为终身掌握战争与和平的主权者时,他将全部土地一分为二,一部分指定给自己,另一部分指定给人民(元老院);指定给他自己的,是那些需要军队驻防的地区——这些地方或者是未被征服的蛮族近邻,或者是贫瘠且难以耕作,以至于由于缺乏其他生存物资却拥有众多要塞而容易反叛和不服从;指定给人民的,则是其余和平且易于无武装统治的地区;他将这两个部分分别划分为多个属州,其中一些被称为凯撒的属州,另一些被称为人民的属州。
καὶ εἰς μὲν τὰς Καίσαρος ἡγεμόνας καὶ διοικητὰς Καῖσαρ πέμπει, διαιρῶν ἄλλοτε ἄλλως τὰς χώρας καὶ πρὸς τοὺς καιροὺς πολιτευόμενος, εἰς δὲ τὰς δημοσίας ὁ δῆμος στρατηγοὺς ἢ ὑπάτους· καὶ αὗται δʼ εἰς μερισμοὺς ἄγονται διαφόρους, ἐπειδὰν κελεύῃ τὸ συμφέρον.
对于凯撒的属州,凯撒派遣总督和行政官,根据时局不断调整和划分这些地区;对于公共的属州,人民则派遣法务官或执政官;当利益需要时,这些属州也会进行不同的重新划分。
ἀλλʼ ἐν ἀρχαῖς γε διέθηκε ποιήσας ὑπατικὰς μὲν δύο, Λιβύην τε ὅση ὑπὸ Ῥωμαίοις ἔξω τῆς ὑπὸ Ἰούβᾳ μὲν πρότερον νῦν δὲ Πτολεμαίῳ τῷ ἐκείνου παιδί, καὶ Ἀσίαν τὴν ἐντὸς Ἅλυος καὶ τοῦ Ταύρου πλὴν Γαλατῶν καὶ τῶν ὑπὸ Ἀμύντα γενομένων ἐθνῶν, ἔτι δὲ Βιθυνίας καὶ τῆς Προποντίδος· δέκα δὲ στρατηγικάς, κατὰ μὲν τὴν Εὐρώπην καὶ τὰς πρὸς αὐτῇ νήσους τήν τε ἐκτὸς Ἰβηρίαν λεγομένην, ὅση περὶ τὸν Βαῖτιν ποταμόν, καὶ τῆς Κελτικῆς τὴν Ναρβωνῖτιν, τρίτην δὲ Σαρδὼ μετὰ Κύρνου, καὶ Σικελίαν τετάρτην, πέμπτην δὲ καὶ ἕκτην τῆς Ἰλλυρίδος τὴν πρὸς τῇ Ἠπείρῳ καὶ Μακεδονίαν, ἑβδόμην δʼ Ἀχαΐαν μέχρι Θετταλίας καὶ Αἰτωλῶν καὶ Ἀκαρνάνων καί τινων Ἠπειρωτικῶν ἐθνῶν ὅσα τῇ Μακεδονίᾳ προσώριστο, ὀγδόην δὲ Κρήτην μετὰ τῆς Κυρηναίας, ἐνάτην δὲ Κύπρον, δεκάτην δὲ Βιθυνίαν μετὰ τῆς Προποντίδος καὶ τοῦ Πόντου τινῶν μερῶν· τὰς δὲ ἄλλας ἐπαρχίας ἔχει Καῖσαρ, ὧν εἰς ἃς μὲν πέμπει τοὺς ἐπιμελησομένους ὑπατικοὺς ἄνδρας, εἰς ἃς δὲ στρατηγικούς, εἰς ἃς δὲ καὶ ἱππικούς· καὶ βασιλεῖς δὲ καὶ δυνάσται καὶ δεκαρχίαι τῆς ἐκείνου μερίδος καὶ εἰσὶ καὶ ὑπῆρξαν ἀεί.
但在最初的安排中,他设立了两个执政官级属州:一个是罗马人控制下的利比亚(除了先前由尤巴统治、现在由其子托勒密统治的地区之外),另一个是哈里斯河和托罗斯山脉以内的小亚细亚(除了加拉太人、曾归于阿敏塔斯统治下的那些民族,以及比提尼亚和普罗蓬蒂斯之外);还有十个法务官级属州:在欧洲及其邻近岛屿中,第一是所谓的远西班牙(即拜提斯河周围的地区),第二是凯尔特奈的纳尔榜南西斯,第三是库尔诺斯岛伴随下的萨尔多岛,第四是西西里,第五和第六是靠近伊庇鲁斯的伊利里斯的一部分和马其顿,第七是直到色萨利、埃托利亚人、阿卡纳尼亚人以及并入马其顿的某些伊庇鲁斯民族在内的阿开亚,第八是伴随有基rene那卡的克里特,第九是塞浦路斯,第十是伴随有普罗蓬蒂斯和蓬托斯部分地区的比提尼亚;其余属州由凯撒掌握,其中一些他派遣执政官级的官员去管理,一些派遣法务官级的官员,另一些则派遣骑士阶层的官员;而国王、君主和十人委员会也一直属于他的管辖部分。