§17.3.16διάπλους δʼ ἐστὶν ἐκ Καρχηδόνος ἑξήκοντα σταδίων εἰς τὴν προσεχῆ περαίαν, ὅθεν εἰς Νέφεριν ἀνάβασις σταδίων ἑκατὸν εἴκοσι, πόλιν ἐρυμνὴν ἐπὶ πέτρας ᾠκισμένην.
从迦太基到邻近对岸的航程为六十斯塔德,由此登上去往内非里斯的路程为一百二十斯塔德,那是一座建在岩石上的坚固城市。
ἐν αὐτῷ δὲ τῷ κόλπῳ ἐν ᾧπερ καὶ ἡ Καρχηδών, Τύνις ἐστὶ πόλις καὶ θερμὰ καὶ λατομίαι τινές·
在迦太基同样坐落的那个海湾内,有突尼斯城、温泉以及一些采石场。
εἶθʼ ἡ Ἑρμαία ἄκρα τραχεῖα καὶ ἐπʼ αὐτῇ πόλις ὁμώνυμος· εἶτα Νεάπολις· εἶτʼ ἄκρα Ταφῖτις, καὶ ἐπʼ αὐτῇ λόφος Ἀσπὶς καλούμενος ἀπὸ τῆς ὁμοιότητος, ὅνπερ συνῴκισεν ὁ τῆς Σικελίας τύραννος Ἀγαθοκλῆς καθʼ ὃν καιρὸν ἐπέπλευσε τοῖς Καρχηδονίοις· συγκατεσπάσθησαν δὲ τῇ Καρχηδονίᾳ ὑπὸ Ῥωμαίων αἱ πόλεις αὗται.
接着是险峻的埃尔迈亚角,其上有同名城市;然后是新城;再后是塔菲蒂斯角,其上有因形状相似而被称为阿斯皮斯的山丘,这是西西里僭主阿加托克利斯在远征迦太基人时期所建立的居民点;这些城市与迦太基一同被罗马人夷为平地。
ἀπὸ δὲ τῆς Ταφίτιδος ἐν τετρακοσίοις σταδίοις νῆσός ἐστι Κόσσουρος κατὰ Σελινοῦντα τῆς Σικελίας ποταμόν, καὶ πόλιν ἔχουσα ὁμώνυμον, ἑκατὸν καὶ πεντήκοντα σταδίων οὖσα τὴν περίμετρον, διέχουσα τῆς Σικελίας περὶ ἑξακοσίους σταδίους· ἔστι δὲ καὶ Μελίτη νῆσος ἐν πεντακοσίοις σταδίοις ἀπὸ τῆς Κοσσούρου.
从塔菲蒂斯角出发,在四百斯塔德处是科苏罗斯岛,正对着西西里的塞利努斯河,岛上有同名城市,其周长为一百五十斯塔德,距离西西里约六百斯塔德;在距离科苏罗斯五百斯塔德处还有梅利特岛。
εἶτα Ἀδρύμης πόλις, ἐν ᾗ καὶ νεώρια ἦν· εἶθʼ αἱ Ταριχεῖαι λεγόμεναι, νησία πολλὰ καὶ πυκνά· εἶτα Θάψος πόλις, καὶ μετὰ ταύτην νῆσος πελαγία Λοπαδοῦσσα· εἶτα ἄκρα Ἄμμωνος Βαλίθωνος, πρὸς ᾗ θυννοσκοπεῖον· εἶτα Θένα πόλις παρὰ τὴν ἀρχὴν κειμένη τῆς μικρᾶς σύρτεως· πολλαὶ δʼ εἰσὶ καὶ ἄλλαι μεταξὺ πολίχναι οὐκ ἄξιαι μνήμης· παράκειται δὲ τῇ ἀρχῇ τῆς σύρτεως νῆσος παραμήκης ἡ Κέρκιννα εὐμεγέθης ἔχουσα ὁμώνυμον πόλιν, καὶ ἄλλη ἐλάττων Κερκιννῖτις.
然后是阿德里梅斯城,城内也有船坞;接着是被称作塔里凯埃的群岛,由许多密集的小岛组成;然后是萨普索斯城,其后是公海上的洛帕杜萨岛;接着是阿蒙·巴利松角,附近有金枪鱼瞭望哨;然后是靠近小苏尔特斯湾起点处的塞纳城;其间还有许多不值一提的小镇;紧邻苏尔特斯湾起点处的是狭长的科尔基纳岛,面积颇大,有同名城市,以及另一座较小的科尔基尼蒂斯岛。
§17.3.17συνεχὴς δʼ ἐστὶν ἡ μικρὰ σύρτις, ἣν καὶ Λωτοφαγῖτιν σύρτιν λέγουσιν.
紧接着是小苏尔特斯湾,人们也称其为食莲人苏尔特斯。
ἔστι δʼ ὁ μὲν κύκλος τοῦ κόλπου τούτου σταδίων χιλίων ἑξακοσίων, τὸ δὲ πλάτος τοῦ στόματος ἑξακοσίων· καθʼ ἑκατέραν τὴν ἄκραν τὴν ποιοῦσαν τὸ στόμα προσεχεῖς εἰσι τῇ ἠπείρῳ νῆσοι, ἥ τε λεχθεῖσα Κέρκιννα καὶ ἡ Μῆνιγξ, πάρισοι τοῖς μεγέθεσι.
该湾的周长为一千六百斯塔德,湾口宽度为六百斯塔德;在形成湾口的两个海角的每一个附近,都有紧邻大陆的岛屿,即前述的科尔基纳岛和梅宁克斯岛,两者大小相近。
τὴν δὲ Μήνιγγα νομίζουσιν εἶναι τὴν τῶν Λωτοφάγων γῆν τὴν ὑφʼ Ὁμήρου λεγομένην, καὶ δείκνυταί τινα σύμβολα, καὶ βωμὸς Ὀδυσσέως καὶ αὐτὸς ὁ καρπός· πολὺ γάρ ἐστι τὸ δένδρον ἐν αὐτῇ τὸ καλούμενον λωτόν, ἔχον ἥδιστον καρπόν· πλείους δʼ εἰσὶν ἐν αὐτῇ πολίχναι, μία δʼ ὁμώνυμος τῇ νήσῳ· καὶ ἐν αὐτῇ δὲ τῇ σύρτει πολίχναι τινές εἰσι.
人们认为梅宁克斯岛就是荷马所说的食莲人之国,这里还展示着一些遗迹,如奥德修斯的祭坛以及那种果实本身;因为岛上长满了被称为莲花的树木,结出极甜的果实;岛上有几座小镇,其中一座与该岛同名;在苏尔特斯湾本身也有一些小镇。
κατὰ δὲ τὸν μυχὸν ἔστι παμμέγεθες ἐμπόριον, ποταμὸν ἔχον ἐμβάλλοντα εἰς τὸν κόλπον.
在海湾最深处有一个极大的商埠,有一条河流注入湾内。
διατείνει δὲ μέχρι δεῦρο τὰ τῶν ἀμπώτεων πάθη καὶ τῶν πλημμυρίδων, καθʼ ὃν καιρὸν ἐπὶ τὴν θήραν τῶν ἰχθύων ἐπιπηδῶσιν οἱ πρόσχωροι κατὰ σπουδὴν θέοντες.
潮汐的涨落现象一直延伸到这里,每当此时,附近的居民便会急忙奔跑前去捕鱼。
§17.3.18μετὰ δὲ τὴν σύρτιν Ζοῦχις ἔστι λίμνη σταδίων τετρακοσίων στενὸν ἔχουσα εἴσπλουν καὶ παρʼ αὐτὴν πόλις ὁμώνυμος πορφυροβαφεῖα ἔχουσα καὶ ταριχείας παντοδαπάς· εἶτʼ ἄλλη λίμνη πολὺ ἐλάττων· καὶ μετὰ ταύτην Ἀβρότονον πόλις καὶ ἄλλαι τινές, συνεχῶς δὲ Νεάπολις, ἣν καὶ Λέπτιν καλοῦσιν· ἐντεῦθεν δʼ ἐστὶ δίαρμα τὸ Λοκρῶν τῶν Ἐπιζεφυρίων τρισχίλιοι ἑξακόσιοι στάδιοι.
穿过苏尔特斯湾后,是周长四百斯塔德的祖基斯湖,其入口狭窄,湖畔有同名城市,建有紫红染坊和各式鱼类腌制厂;接着是另一个小得多的湖泊;此后是阿布罗托农城及其他几座城市,紧接着是新城,人们也称其为莱普提斯;从这里到东洛克里人的航程为三千六百斯塔德。
ἑξῆς δʼ ἐστὶ ποταμός· καὶ μετὰ ταῦτα διατείχισμά τι, ὃ ἐποίησαν Καρχηδόνιοι γεφυροῦντες βάραθρά τινα εἰς τὴν χώραν ἀνέχοντα· εἰσὶ δὲ καὶ ἀλίμενοί τινες ἐνταῦθα τόποι, τῆς ἄλλης παραλίας ἐχούσης λιμένας· εἶτʼ ἄκρα ὑψηλὴ καὶ ὑλώδης, ἀρχὴ τῆς μεγάλης σύρτεως, καλοῦσι δὲ Κεφαλάς· εἰς ταύτην δὲ τὴν ἄκραν ἐκ Καρχηδόνος στάδιοί εἰσι μικρῷ πλείους τῶν πεντακισχιλίων.
紧接着是一条河流;然后是一道防线,这是迦太基人为了给延伸到内陆的深渊架桥而建造的;这里也有一些无港湾的地区,而其余海岸则拥有港口;接着是一处高耸且多林木的海角,是大苏尔特斯湾的起点,人们称之为凯法莱角;从迦太基到这个海角的路程略多于五千斯塔德。
§17.3.19̔υπέρκειται δὲ τῆς ἀπὸ Καρχηδόνος παραλίας μέχρι Κεφαλῶν καὶ μέχρι τῆς Μασαισυλίων ἡ τῶν Λιβοφοινίκων γῆ μέχρι τῆς τῶν Γαιτούλων ὀρεινῆς ἤδη Λιβυκῆς οὔσης.
在从迦太基至凯法莱角以及至马萨埃斯利人领地之间的海岸线上方,是利波腓尼基人的土地,一直延伸到盖图利人的山地区域,那里已属于利比亚。
ἡ δʼ ὑπὲρ τῶν Γαιτούλων ἐστὶν ἡ τῶν Γαραμάντων γῆ παράλληλος ἐκείνῃ, ὅθεν οἱ καρχηδόνιοι κομίζονται λίθοι·
盖图利人上方是加拉曼特斯人的土地,与前者平行,迦太基石便产自那里。
τοὺς δὲ Γαράμαντας ἀπὸ τῶν Αἰθιόπων τῶν παρωκεανιτῶν ἀφεστάναι φασὶν ἡμερῶν ἐννέα ἢ καὶ δέκα ὁδόν, τοῦ δὲ Ἄμμωνος καὶ πεντεκαίδεκα.
据说加拉曼特斯人距离大洋附近的埃塞俄比亚人有九到十天的路程,距离阿蒙神庙有十五天的路程。
μεταξὺ δὲ τῆς Γαιτούλων καὶ τῆς ἡμετέρας παραλίας πολλὰ μὲν πεδία, πολλὰ δὲ ὄρη καὶ λίμναι μεγάλαι καὶ ποταμοί, ὧν τινες καὶ καταδύντες ὑπὸ γῆς ἀφανεῖς γίνονται· λιτοὶ δὲ σφόδρα τοῖς βίοις εἰσὶ καὶ τῷ κόσμῳ, πολυγύναικες δὲ καὶ πολύπαιδες, τἆλλα δὲ ἐμφερεῖς τοῖς νομάσι τῶν Ἀράβων· καὶ ἵπποι δὲ καὶ βόες μακροτραχηλότεροι τῶν παρʼ ἄλλοις· ἱπποφόρβια δʼ ἐστὶν ἐσπουδασμένα διαφερόντως τοῖς βασιλεῦσιν, ὥστε καὶ ἀριθμὸν ἐξετάζεσθαι πώλων κατʼ ἔτος εἰς μυριάδας δέκα.
在盖图利人的土地与我们的海岸之间有许多平原、许多山脉、巨大的湖泊和河流,其中一些河流潜入地下消失不见;他们的生活和服饰极其简朴,多妻多子,其他方面与阿拉伯游牧民相似;他们的马和牛比其他地方的脖子更长;君王们格外重视马群的饲养,以至于每年检验的小马数量达十万匹。
τὰ δὲ πρόβατα γάλακτι καὶ κρέασιν ἐκτρέφεται, καὶ μάλιστα πρὸς τοῖς Αἰθίοψι.
羊群靠牛奶和肉类喂养,特别是在靠近埃塞俄比亚人的地区。
τοιαῦτα μὲν τὰ ἐν τῇ μεσογαίᾳ.
内陆的情况大致如此。