§17.1.45Ἐντεῦθέν ἐστιν ἰσθμὸς εἰς τὴν Ἐρυθρὰν κατὰ πόλιν Βερενίκην, ἀλίμενον μὲν τῇ δʼ εὐκαιρίᾳ τοῦ ἰσθμοῦ καταγωγὰς ἐπιτηδείους ἔχουσαν.
从这里有一条地峡通往贝雷尼凯城旁的红海。 贝雷尼凯虽无港口,但由于地峡的便利位置,它拥有适宜的停泊处。
λέγεται δʼ ὁ Φιλάδελφος πρῶτος στρατοπέδῳ τεμεῖν τὴν ὁδὸν ταύτην ἄνυδρον οὖσαν, καὶ κατασκευάσαι σταθμούς, τοῦτο δὲ πρᾶξαι διὰ τὸ τὴν Ἐρυθρὰν δύσπλουν εἶναι καὶ μάλιστα τοῖς ἐκ τοῦ μυχοῦ πλοϊζομένοις.
据说,菲拉德尔甫斯首先率领军队开辟了这条无水的道路,并建造了驿站;他这样做是因为红海难以航行,特别是对于那些从湾内最深处启航的人。
ἐφάνη δὴ τῇ πείρᾳ πολὺ τὸ χρήσιμον, καὶ νῦν ὁ Ἰνδικὸς φόρτος ἅπας καὶ ὁ Ἀράβιος καὶ τοῦ Αἰθιοπικοῦ ὁ τῷ Ἀραβίῳ κόλπῳ κατακομιζόμενος εἰς Κοπτὸν φέρεται, καὶ τοῦτʼ ἔστιν ἐμπόριον τῶν τοιούτων φορτίων.
实际经验证明这具有巨大的实用价值。 如今,所有印度的货物、阿拉伯的货物,以及通过阿拉伯湾运下的埃塞俄比亚货物,都被运往科普托斯,这里成了此类货物的商埠。
οὐκ ἄπωθεν δὲ τῆς Βερενίκης ἐστὶ Μυὸς ὅρμος, πόλις ἔχουσα τὸ ναύσταθμον τῶν πλοϊζομένων, καὶ τῆς Κοπτοῦ οὐ πολὺ ἀφέστηκεν ἡ καλουμένη Ἀπόλλωνος πόλις, ὥστε καὶ αἱ διορίζουσαι τὸν ἰσθμὸν δύο πόλεις ἑκατέρωθέν εἰσιν.
离贝雷尼凯不远的是米奥斯·霍尔莫斯,这是一座拥有航海者停泊港的城市;而离科普托斯不远的地方,有被称为阿波罗之城的城市,因此界定该地峡的两座城市分别位于两端。
ἀλλὰ νῦν ἡ Κοπτὸς καὶ ὁ Μυὸς ὅρμος εὐδοκιμεῖ, καὶ χρῶνται τοῖς τόποις τούτοις.
但现在科普托斯和米奥斯·霍尔莫斯声誉极高,人们使用这些地方。
πρότερον μὲν οὖν ἐνυκτοπόρουν πρὸς τὰ ἄστρα βλέποντες οἱ καμηλέμποροι καὶ καθάπερ οἱ πλέοντες ὥδευον κομίζοντες καὶ ὕδωρ, νυνὶ δὲ καὶ ὑδρεῖα κατεσκευάκασιν, ὀρύξαντες πολὺ βάθος, καὶ ἐκ τῶν οὐρανίων καίπερ ὄντων σπανίων ὅμως δεξαμενὰς πεποίηνται·
以前,骆驼商人们通过观察星象在夜间旅行,像航海者一样也携带水;但现在他们通过挖掘极深的水井建造了给水所,尽管雨水稀少,他们还是建造了贮存雨水的蓄水池。
ἡ δʼ ὁδός ἐστιν ἓξ ἢ ἑπτὰ ἡμερῶν.
这段路程是六到七天的旅程。
ἐπὶ δὲ τῷ ἰσθμῷ τούτῳ καὶ τὰ τῆς σμαράγδου μέταλλά ἐστι, τῶν Ἀράβων ὀρυττόντων βαθεῖς τινας ὑπονόμους, καὶ ἄλλων λίθων πολυτελῶν.
在这条地峡上还有祖母绿矿,阿拉伯人挖掘深邃的地下通道进行采掘,此外还有其他珍贵宝石的矿藏。
§17.1.46μετὰ δὲ τὴν Ἀπόλλωνος πόλιν αἱ Θῆβαι (καλεῖται δὲ νῦν Διὸς πόλις)
αἵθʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν.
阿波罗之城后面是底比斯(现在被称为迪奥斯波利斯): “她有百个城门,每个城门都有两百名壮士乘着马匹和战车出击。
Ὅμηρος μὲν οὕτω· λέγει δὲ καὶ τὸν πλοῦτον
οὐδʼ ὅσα Θήβας Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐνὶ κτήματα κεῖται.
” 荷马如是说;他还提到了她的富庶: “也没有底比斯那么富裕,那里有无数的财宝堆积在殿宇里。
καὶ ἄλλοι δὲ τοιαῦτα λέγουσι, μητρόπολιν τιθέντες τῆς Αἰγύπτου ταύτην·
” 其他作家也这么说,将这里视为埃及的首都。
καὶ νῦν δʼ ἴχνη δείκνυται τοῦ μεγέθους αὐτῆς ἐπὶ ὀγδοήκοντα σταδίους τὸ μῆκος·
即使在今天,其规模的遗迹仍在八十斯塔迪翁的长度上展现。
ἔστι δʼ ἱερὰ πλείω. καὶ τούτων δὲ τὰ πολλὰ ἠκρωτηρίασε Καμβύσης·
这里有许多神殿,但冈比西斯损毁了其中的大部分。
νυνὶ δὲ κωμηδὸν συνοικεῖται, μέρος μέν τι ἐν τῇ Ἀραβίᾳ ἐν ᾗπερ ἡ πόλις, μέρος δέ τι καὶ ἐν τῇ περαίᾳ ὅπου τὸ Μεμνόνιον·
现在这里像村庄一样分散居住,一部分在城市实际所在的阿拉伯一侧,另一部分在对岸,即门农神殿(美姆诺尼翁)所在地。
ἐνταῦθα δὲ δυεῖν κολοσσῶν ὄντων μονολίθων ἀλλήλων πλησίον, ὁ μὲν σώζεται, τοῦ δʼ ἑτέρου τὰ ἄνω μέρη τὰ ἀπὸ τῆς καθέδρας πέπτωκε σεισμοῦ γενηθέντος, ὥς φασι.
这里有两座彼此靠近的整石雕刻的巨像,一座完好无损,而另一座从座椅以上的部分则因地震而坍塌(如人们所说)。
πεπίστευται δʼ ὅτι ἅπαξ καθʼ ἡμέραν ἑκάστην ψόφος ὡς ἂν πληγῆς οὐ μεγάλης ἀποτελεῖται ἀπὸ τοῦ μένοντος ἐν τῷ θρόνῳ καὶ τῇ βάσει μέρους·
人们相信,每天有一次,会从留在宝座和基座上的那部分发出一声轻微敲击般的声响。
κἀγὼ δὲ παρὼν ἐπὶ τῶν τόπων μετὰ Γάλλου Αἰλίου καὶ τοῦ πλήθους τῶν συνόντων αὐτῷ φίλων τε καὶ στρατιωτῶν περὶ ὥραν πρώτην ἤκουσα τοῦ ψόφου·
我本人与埃利乌斯·加卢斯以及陪伴他的众多朋友和士兵一同在场时,大约在第一时听到了这个声音。
εἴτε δὲ ἀπὸ τῆς βάσεως εἴτε ἀπὸ τοῦ κολοσσοῦ εἴτʼ ἐπίτηδες τῶν κύκλῳ καὶ περὶ τὴν βάσιν ἱδρυμένων τινὸς ποιήσαντος τὸν ψόφον, οὐκ ἔχω διισχυρίσασθαι· διὰ γὰρ τὸ ἄδηλον τῆς αἰτίας πᾶν μᾶλλον ἐπέρχεται πιστεύειν ἢ τὸ ἐκ τῶν λίθων οὕτω τεταγμένων ἐκπέμπεσθαι τὸν ἦχον.
但这个声音是来自基座还是来自巨像本身,或者是基座周围及附近立着的某人故意制造的,我无法断言;因为由于原因不明,人们更倾向于相信任何解释,而不愿相信声音是从如此排列的石头中发出来的。
ὑπὲρ δὲ τοῦ Μεμνονίου θῆκαι βασιλέων ἐν σπηλαίοις λατομηταὶ περὶ τετταράκοντα, θαυμαστῶς κατεσκευασμέναι καὶ θέας ἄξιαι·
在门农神殿上方,有约四十个在洞穴中开凿的国王陵墓,建造得令人惊叹,值得一看。
ἐν δὲ ταῖς Θήβαις ἐπί τινων ὀβελίσκων ἀναγραφαὶ δηλοῦσαι τὸν πλοῦτον τῶν τότε βασιλέων καὶ τὴν ἐπικράτειαν, ὡς μέχρι Σκυθῶν καὶ Βακτρίων καὶ Ἰνδῶν καὶ τῆς νῦν Ἰωνίας διατείνασαν, καὶ φόρων πλῆθος καὶ στρατιᾶς περὶ ἑκατὸν μυριάδας.
在底比斯的一些方尖碑上,有碑文展示了当时国王的财富和统治范围,其疆域一直延伸到斯基泰人、巴克特里亚人、印度人和现在的爱奥尼亚,并记载了大量的贡赋和约百万人的军队。
λέγονται δὲ καὶ ἀστρονόμοι καὶ φιλόσοφοι μάλιστα οἱ ἐνταῦθα ἱερεῖς· τούτων δʼ ἐστὶ καὶ τὸ τὰς ἡμέρας μὴ κατὰ σελήνην ἄγειν ἀλλὰ κατὰ ἥλιον, τοῖς τριακονθημέροις δώδεκα μησὶν ἐπαγόντων πέντε ἡμέρας κατʼ ἐνιαυτὸν ἕκαστον·
据说那里的祭司尤其是天文学家和哲学家;他们的贡献还包括不按月亮而按太阳来计算日子,在每年三十天的十二个月之外,再增加五天。
εἰς δὲ τὴν ἐκπλήρωσιν τοῦ ὅλου ἐνιαυτοῦ, ἐπιτρέχοντος μορίου τινὸς τῆς ἡμέρας, περίοδόν τινα συντιθέασιν ἐξ ὅλων ἡμερῶν καὶ ὅλων ἐνιαυτῶν τοσούτων ὅσα μόρια τὰ ἐπιτρέχοντα συνελθόντα ποιεῖ ἡμέραν.
为了补足整年,由于每天还有一部分微小的余数,他们用整天和整年组成一个特定的周期,其年数和天数恰好等于那些余数相加凑成一天所需的数量。
ἀνατιθέασι δὲ τῷ Ἑρμῇ πᾶσαν τὴν τοιαύτην μάλιστα σοφίαν·
他们将所有此类智慧尤其归功于赫耳墨斯。
τῷ δὲ Διὶ ὃν μάλιστα τιμῶσιν, εὐειδεστάτη καὶ γένους λαμπροτάτου παρθένος ἱερᾶται, ἃς καλοῦσιν οἱ Ἕλληνες παλλάδας·
他们最崇拜的宙斯,由一位最美丽、出身最高贵的处女侍奉,希腊人称这些处女为帕拉斯。
αὕτη δὲ καὶ παλλακεύει καὶ σύνεστιν οἷς βούλεται μέχρι ἂν ἡ φυσικὴ γένηται κάθαρσις τοῦ σώματος· μετὰ δὲ τὴν κάθαρσιν δίδοται πρὸς ἄνδρα, πρὶν δὲ δοθῆναι πένθος αὐτῆς ἄγεται μετὰ τὸν τῆς παλλακείας καιρόν.
她作为圣妓,可以与她想要的任何人交往,直到身体发生自然的净化;净化之后,她便被嫁给丈夫,但在出嫁之前,在她圣妓生涯结束之后,要为她举行哀悼。