Humanitext Reader

斯特拉波 · 地理学 §17.1.35-17.1.36

阿尔西诺伊等州县与陆海变迁考

第 558 段,共 577 段 · 希腊语

内容简介

斯特拉波介绍了埃及的阿坎托斯、阿普罗迪托波利斯、赫拉克里奥波利斯及极其肥沃的阿尔西诺伊县。随后,他从物理和宇宙学角度解释了陆地与海洋如何在时间的流逝中相互转化。

§17.1.35μετὰ δὲ Μέμφιν Ἄκανθος πόλις ὁμοίως ἐν τῇ Λιβύῃ καὶ τὸ τοῦ Ὀσίριδος ἱερὸν καὶ τὸ τῆς ἀκάνθης ἄλσος τῆς Θηβαϊκῆς ἐξ ἧς τὸ κόμμι.
紧随孟斐斯之后的是阿坎托斯市,同样位于利比亚一侧,还有奥西里斯神殿,以及出产树胶的底比斯金合欢圣林。
εἶθʼ ὁ Ἀφροδιτοπολίτης νομὸς καὶ ἡ ὁμώνυμος πόλις ἐν τῇ Ἀραβίᾳ, ἐν ᾗ λευκὴ βοῦς ἱερὰ τρέφεται.
然后是阿拉伯一侧的阿普罗迪托波利斯县及同名城市,那里饲养着一头神圣的白牛。
εἶθʼ ὁ Ἡρακλεώτης νομὸς ἐν νήσῳ μεγάλῃ, καθʼ ἣν ἡ διῶρύξ ἐστιν ἐν δεξιᾷ εἰς τὴν Λιβύην ἐπὶ τὸν Ἀρσινοΐτην νομόν, ὥστε καὶ δίστομον εἶναι τὴν διώρυγα, μεταξὺ μέρους τινὸς τῆς νήσου παρεμπίπτοντος.
接着是坐落在一个大岛上的赫拉克里奥波利斯县,在该岛旁,右侧有一条通往利比亚阿尔西诺伊县的运河,由于该岛的一部分介入其间,使得这条运河拥有两个口。
ἔστι δʼ ὁ νομὸς οὗτος ἀξιολογώτατος τῶν ἁπάντων κατά τε τὴν ὄψιν καὶ τὴν ἀρετὴν καὶ τὴν κατασκευήν·
该县在景观、肥沃程度和设施方面是所有县中最值得瞩目的。
ἐλαιόφυτός τε γὰρ μόνος ἐστὶ μεγάλοις καὶ τελείοις δένδρεσι καὶ καλλικάρποις, εἰ δὲ συγκομίζοι καλῶς τις, καὶ εὐέλαιος· ὀλιγωροῦντες δὲ τούτου πολὺ μὲν ποιοῦσιν ἔλαιον, μοχθηρὸν δὲ κατὰ τὴν ὀδμήν·
因为它是唯一种植着高大、成熟且结实累累的橄榄树的地方,如果能妥善收获,还能产出优质的橄榄油;但如果人们对此疏忽,虽然能生产很多油,但在气味上却很糟糕。
ἡ δʼ ἄλλη Αἴγυπτος ἀνέλαιός ἐστι πλὴν τῶν κατʼ Ἀλεξάνδρειαν κήπων, οἳ μέχρι τοῦ ἐλαίαν χορηγεῖν ἱκανοί εἰσιν, ἔλαιον δʼ οὐχ ὑπουργοῦσιν·
埃及的其他地方都缺少橄榄树,除了亚历山大附近的园林,这些园林足以供给橄榄果,但不能提供橄榄油。
οἶνόν τε οὐκ ὀλίγον ἐκφέρει σῖτόν τε καὶ ὄσπρια καὶ τὰ ἄλλα σπέρματα πάμπολλα.
该县也产出不少葡萄酒、谷物、豆类以及极多其他种类的种子。
θαυμαστὴν δὲ καὶ τὴν λίμνην ἔχει τὴν Μοίριδος καλουμένην, πελαγίαν τῷ μεγέθει καὶ τῇ χρόᾳ θαλαττοειδῆ· καὶ τοὺς αἰγιαλοὺς δὲ ἔστιν ὁρᾶν ἐοικότας τοῖς θαλαττίοις, ὡς ὑπονοεῖν τὰ αὐτὰ περὶ τῶν κατὰ Ἄμμωνα τόπων καὶ τούτων (καὶ γὰρ οὐδὲ πάμπολυ ἀφεστᾶσιν ἀλλήλων καὶ τοῦ Παραιτονίου) μὴ ὥσπερ τὸ ἱερὸν ἐκεῖνο εἰκάζειν ἔστι πρότερον ἐπὶ τῇ θαλάττῃ ἱδρῦσθαι διὰ τὸ πλῆθος τῶν τεκμηρίων, καὶ ταῦθʼ ὁμοίως τὰ χωρία πρότερον ἐπὶ τῇ θαλάττῃ ὑπῆρχεν, ἡ δὲ κάτω Αἴγυπτος καὶ τὰ μέχρι τῆς λίμνης τῆς Σιρβωνίτιδος πέλαγος ἦν, σύρρουν τυχὸν ἴσως τῇ Ἐρυθρᾷ τῇ κατὰ Ἡρώων πόλιν καὶ τὸν Αἰλανίτην μυχόν.
它还拥有一个被称为莫伊里斯的奇妙湖泊,其面积之大如汪洋大海,颜色也如海水一般;还可以看到其湖岸与海岸相似,以至于让人对阿蒙周围的地区和这些地区产生相同的推测(因为它们彼此之间以及与帕赖托尼乌姆的距离并不是特别遥远),即正如由于大量证据可以推测那座神殿以前建在海边一样,这些地方以前也同样存在于海边,而下埃及以及直到西尔博尼斯湖的地区曾是海洋,或许与位于赫罗翁波利斯附近的红海及艾拉尼特斯湾相连通。
§17.1.36εἴρηται δὲ περὶ τούτων διὰ πλειόνων ἐν τῷ πρώτῳ ὑπομνήματι τῆς γεωγραφίας, καὶ νῦν δʼ ἐπὶ τοσοῦτον ὑπομνηστέον τῆς φύσεως ἅμα καὶ τὸ τῆς προνοίας ἔργον εἰς ἓν συμφέροντας·
关于这些问题,在《地理学》的第一卷中已经进行了更详细的阐述,但现在我们也必须在这一程度上进行复习,将自然的作用与神圣摄理的作用结合为一个目的。
τὸ μὲν τῆς φύσεως, ὅτι τῶν πάντων ὑφʼ ἓν συννευόντων τὸ τοῦ ὅλου μέσον καὶ σφαιρουμένων περὶ τοῦτο, τὸ μὲν πυκνότατον καὶ μεσαίτατόν ἐστιν ἡ γῆ, τὸ δʼ ἧττον τοιοῦτον καὶ ἐφεξῆς τὸ ὕδωρ, ἑκάτερον δὲ σφαῖρα, ἡ μὲν στερεά, ἡ δὲ κοίλη ἐντὸς ἔχουσα τὴν γῆν·
关于自然的作用:当所有事物都朝向同一个中心(即整体的中心)聚拢并围绕其形成球体时,最致密且最处于中心的是地,而致密程度较低并紧随其后的是水,两者皆为球体,一个是实心球体,另一个是内部包容着地的空心球体。
τὸ δὲ τῆς προνοίας, ὅτι βεβούληται καὶ αὐτὴ ποικίλτριά τις οὖσα καὶ μυρίων ἔργων δημιουργὸς ἐν τοῖς πρώτοις ζῷα γεννᾶν ὡς πολὺ διαφέροντα τῶν ἄλλων καὶ τούτων τὰ κράτιστα θεούς τε καὶ ἀνθρώπους, ὧν ἕνεκεν καὶ τὰ ἄλλα συνέστηκε.
关于摄理的作用:摄理本身作为多样美景的缔造者和万千作品的创造者,首先渴望创造出远优于其他生物的生命,并在其中创造出最优秀的,即神和人,其他一切事物也都是为了他们而建立的。
τοῖς μὲν οὖν θεοῖς ἀπέδειξε τὸν οὐρανὸν τοῖς δʼ ἀνθρώποις τὴν γῆν, τὰ ἄκρα τῶν τοῦ κόσμου μερῶν· ἄκρα δὲ τῆς σφαίρας τὸ μέσον καὶ τὸ ἐξωτάτω.
因此,她将天空分配给神,将大地分配给人类,这二者是宇宙各部分的极点;而球体的极点就是中心和最外层。
ἀλλʼ ἐπειδὴ τῇ γῇ περίκειται τὸ ὕδωρ, οὐκ ἔστι δʼ ἔνυδρον ζῷον ὁ ἄνθρωπος, ἀλλὰ χερσαῖον καὶ ἐναέριον καὶ πολλοῦ κοινωνικὸν φωτός, ἐποίησεν ἐξοχὰς ἐν τῇ γῇ πολλὰς καὶ εἰσοχάς, ὥστʼ ἐν αἷς μὲν ἀπολαμβάνεσθαι τὸ σύμπαν ἢ καὶ τὸ πλέον ὕδωρ ἀποκρύπτον τὴν ὑπʼ αὐτῷ γῆν, ἐν αἷς δʼ ἐξέχειν τὴν γῆν ἀποκρύπτουσαν ὑφʼ ἑαυτῇ τὸ ὕδωρ, πλὴν ὅσον χρήσιμον τῷ ἀνθρωπείῳ γένει καὶ τοῖς περὶ αὐτὸ ζῴοις καὶ φυτοῖς.
然而,由于大地被水包围,而人并不是水生动物,而是陆生和空气动物,并且分享着许多光线,因此她在大地上制造了许多隆起和凹陷,使得在一些凹陷中,全部或大部分的水被容纳,从而掩盖了其下的大地,而在另一些隆起中,大地凸显出来,将水掩盖在自身之下,除了对人类及周围动植物有用的那部分水之外。
ἐπεὶ δʼ ἐν κινήσει συνεχεῖ τὰ σύμπαντα καὶ μεταβολαῖς μεγάλαις (οὐ γὰρ οἷόν τε ἄλλως τὰ τοιαῦτα καὶ τοσαῦτα καὶ τηλικαῦτα ἐν τῷ κόσμῳ διοικεῖσθαι), ὑποληπτέον μήτε τὴν γῆν ἀεὶ συμμένειν οὕτως ὥστʼ ἀεὶ τηλικαύτην εἶναι μηδὲν προστιθεῖσαν ἑαυτῇ μηδʼ ἀφαιροῦσαν, μήτε τὸ ὕδωρ, μηδὲ τὴν ἕδραν ἔχειν τὴν αὐτὴν ἑκάτερον, καὶ ταῦτα εἰς ἄλληλα φυσικωτάτης οὔσης καὶ ἐγγυτάτω τῆς μεταπτώσεως, ἀλλὰ καὶ τῆς γῆς πολλὴν εἰς ὕδωρ μεταβάλλειν, καὶ τῶν ὑδάτων πολλὰ χερσοῦσθαι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐν τῇ γῇ, καθʼ ἣν αὐτὴν τοσαῦται διαφοραί· ἡ μὲν γὰρ εὔθρυπτος ἡ δὲ στερεὰ καὶ πετρώδης καὶ σιδηρῖτις καὶ οὕτως ἐπὶ τῶν ἄλλων.
由于万物都处于持续的运动和巨大的变化之中(因为在宇宙中,如此多样、如此众多、如此巨大的事物不可能以其他方式来管理),我们必须假设,无论是大地,都无法始终保持原样,以至于始终为同样的大小,既不增加也不减少,水也是如此,两者都无法保持相同的方位,尤其是它们彼此之间的转换是最自然且最邻近的,大地的许多部分会转化为水,水的许多部分也会以同样的方式变成陆地,正如在大地本身之上存在着如此多的差异一样;因为有的地方易碎,有的地方坚固、多石且含铁,其他情况也是如此。
ὁμοίως δὲ καὶ ἐπὶ τῆς ὑγρᾶς οὐσίας, ἡ μὲν ἁλμυρὶς ἡ δὲ γλυκεῖα καὶ πότιμος, ἡ δὲ φαρμακώδης καὶ σωτήριος καὶ ὀλέθριος καὶ ψυχρὰ καὶ θερμή.
同样,对于液体物质也是如此,有的是咸的,有的是甜的且可饮用的,有的具有药性,能够救人或致命,有冷有热。
τί οὖν θαυμαστὸν εἴ τινα μέρη τῆς γῆς ἃ νῦν οἰκεῖται θαλάττῃ πρότερον κατείχετο, τὰ δὲ νῦν πελάγη πρότερον ᾠκεῖτο;
那么,如果现在有人居住的大地的某些部分以前被海洋占据,而现在的海洋以前曾有人居住,这又有何值得惊奇的呢?
καθάπερ καὶ πηγὰς τὰς πρότερον ἐκλιπεῖν συνέβη, τὰς δʼ ἀνεῖσθαι, καὶ ποταμοὺς καὶ λίμνας, οὕτω δὲ καὶ ὄρη καὶ πεδία εἰς ἄλληλα μεταπίπτειν· περὶ ὧν καὶ πρότερον εἰρήκαμεν πολλὰ καὶ νῦν εἰρήσθω.
正如以前存在的泉水已经干涸,而另一些泉水已经涌现,河流和湖泊也是如此,山脉和平原也同样会相互转化;关于这些,我们以前已经说了很多,现在也就说这么多吧。

词汇与语法注释

  1. §17.1.35μεταξὺ μέρους τινὸς τῆς νήσου παρεμπίπτοντος — 由名词 μέρους 和分词 παρεμπίπτοντος 构成的属格绝对结构。虽然也可以解释为受前置词 μεταξύ 支配的属格,但将其视为说明运河分流物理原因的独立分词结构(属格绝对)更为自然。
  2. §17.1.35μὴ ὥσπερ — 否定词 μή 作为主句动词 ὑπονοεῖν(推测/怀疑……是否)所引导的从属从句的起点。这并非简单的否定对比(“不像……”),而是引导一个强烈的推测,即如同阿蒙神殿的例子(ὥσπερ τὸ ἱερὸν...)一样,这些地区以前也可能同样存在于海边(μὴ... καὶ ταῦθʼ ὁμοίως... ὑπῆρχεν)。
  3. §17.1.36εἰς ἓν συμφέροντας — 现在时主动分词阳性宾格复数 συμφέροντας,在语境中指代本句话隐含的主语(作者或读者),与 형용사 형 분사 형용사 형 분사 의 논리적 주어에 일치한다。意为“将自然的作用和摄理的作用协调、统一于一个目的(即适合人类居住)之中”。

引用这一段

斯特拉波, 地理学 §17.1.35-17.1.36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.35-17.1.36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。