Humanitext Reader

斯特拉波 · 地理学 §17.1.39-17.1.42

各县的动物崇拜与阿拜多斯门农神殿

第 560 段,共 577 段 · 希腊语

内容简介

本段描述了埃及各县动物崇拜的多样性(如鳄鱼与獴的对立,以及对阿努比斯和象鼻鱼的崇拜),并详细介绍了底比斯地区的城市,包括阿拜多斯门农神殿的壮丽建筑。

§17.1.39μετὰ δὲ τὸν Ἀρσινοΐτην καὶ τὸν Ἡρακλεωτικὸν νομὸν Ἡρακλέους πόλις, ἐν ᾗ ὁ ἰχνεύμων τιμᾶται ὑπεναντίως τοῖς Ἀρσινοΐταις·
在阿尔西诺伊县和赫拉克里奥波利斯县之后是赫拉克勒斯城,在那里人们崇拜獴,其方式与阿尔西诺伊人完全相反。
οἱ μὲν γὰρ τοὺς κροκοδείλους τιμῶσι, καὶ διὰ τοῦτο ἥ τε διῶρυξ αὐτῶν ἐστι μεστὴ τῶν κροκοδείλων καὶ ἡ τοῦ Μοίριδος λίμνη· σέβονται γὰρ καὶ ἀπέχονται αὐτῶν· οἱ δὲ τοὺς ἰχνεύμονας τοὺς ὀλεθριωτάτους τοῖς κροκοδείλοις, καθάπερ καὶ ταῖς ἀσπίσι·
因为后者崇拜鳄鱼,因此他们的运河和莫伊里斯湖里都挤满了鳄鱼,因为他们敬畏它们并不去伤害它们;而前者则崇拜獴,这种动物对鳄鱼来说是致命的克星,就像对角蝰一样。
καὶ γὰρ τὰ ὠὰ διαφθείρουσιν αὐτῶν καὶ αὐτὰ τὰ θηρία, τῷ πηλῷ θωρακισθέντες· κυλισθέντες γὰρ ἐν αὐτῷ ξηραίνονται πρὸς τὸν ἥλιον, εἶτα τὰς ἀσπίδας μὲν ἢ τῆς κεφαλῆς ἢ τῆς οὐρᾶς λαβόμενοι κατασπῶσιν εἰς τὸν ποταμὸν καὶ διαφθείρουσι· τοὺς δὲ κροκοδείλους ἐνεδρεύσαντες, ἡνίκʼ ἂν ἡλιάζωνται κεχηνότες, ἐμπίπτουσιν εἰς τὰ χάσματα καὶ διαφαγόντες τὰ σπλάγχνα καὶ τὰς γαστέρας ἐκδύνουσιν ἐκ νεκρῶν τῶν σωμάτων.
因为它们用泥土包裹全身作为盔甲,从而消灭鳄鱼的蛋以及鳄鱼本身;它们在泥里打滚,并在阳光下晒干,然后对于角蝰,它们咬住其头部或尾部将其拖入河中消灭;对于鳄鱼,它们则进行埋伏,当鳄鱼张着嘴晒太阳时,它们就跃入其口中,吃光其内脏和肚子,然后从死去的尸体中爬出来。
§17.1.40̔εξῆς δʼ ἐστὶν ὁ Κυνοπολίτης νομὸς καὶ Κυνῶν πόλις, ἐν ᾗ ὁ Ἄνουβις τιμᾶται καὶ τοῖς κυσὶ τιμὴ καὶ σίτισις τέτακταί τις ἱερά.
接下来是犬民县和犬之城,在那里人们崇拜阿努比斯,并且对狗规定了某种敬意和神圣的饲养。
ἐν δὲ τῇ περαίᾳ Ὀξύρυγχος πόλις καὶ νομὸς ὁμώνυμος· τιμῶσι δὲ τὸν ὀξύρυγχον καὶ ἔστιν αὐτοῖς ἱερὸν ὀξυρύγχου, καίτοι καὶ τῶν ἄλλων Αἰγυπτίων κοινῇ τιμώντων τὸν ὀξύρυγχον.
在对岸是象鼻鱼城和同名县;他们崇拜象鼻鱼,并建有象鼻鱼的神殿,尽管其他埃及人也共同崇拜象鼻鱼。
τινὰ μὲν γὰρ τῶν ζῴων ἅπαντες κοινῇ τιμῶσιν Αἰγύπτιοι, καθάπερ τῶν μὲν πεζῶν τρία, βοῦν κύνα αἴλουρον, τῶν δὲ πτηνῶν δύο, ἱέρακα καὶ ἶβιν, τῶν δʼ ἐνύδρων δύο, λεπιδωτὸν ἰχθὺν καὶ ὀξύρυγχον·
因为确实,有些动物是所有埃及人共同崇拜的,例如陆生动物中的三种:牛、狗和猫;鸟类中的两种:鹰和朱鹭;水生动物中的两种:鳞甲鱼和象鼻鱼。
ἄλλα δʼ ἐστὶν ἃ τιμῶσι καθʼ ἑαυτοὺς ἕκαστοι, καθάπερ Σα̈ῖται πρόβατον καὶ Θηβα̈ῖται, λάτον δὲ τῶν ἐν τῷ Νείλῳ τινὰ ἰχθὺν Λατοπολῖται, λύκον τε Λυκοπολῖται, κυνοκέφαλον δὲ Ἑρμοπολῖται, κῆβον δὲ Βαβυλώνιοι οἱ κατὰ Μέμφιν·
但还有一些是各地区单独崇拜的,例如塞伊斯人和底比斯人崇拜绵羊;拉托波利斯人崇拜拉托斯鱼;吕科波利斯人崇拜狼;赫尔莫波利斯人崇拜狒狒;孟斐斯附近的巴比伦人崇拜长尾猴。
ἔστι δʼ ὁ κῆβος τὸ μὲν πρόσωπον ἐοικὼς σατύρῳ, τἆλλα δὲ κυνὸς καὶ ἄρκτου μεταξύ, γεννᾶται δʼ ἐν Αἰθιοπίᾳ·
这种长尾猴的脸像萨提尔,其他部分介于狗和熊之间,产于埃塞俄比亚。
ἀετὸν δὲ Θηβαῖοι, λέοντα δὲ Λεοντοπολῖται, αἶγα δὲ καὶ τράγον Μενδήσιοι, μυγαλῆν δὲ Ἀθριβῖται, ἄλλοι δʼ ἄλλο τι·
底比斯人崇拜雕;雷翁托波利斯人崇拜狮子;门德斯人崇拜母山羊和公山羊;阿特里比斯人崇拜鼩鼱;其他人则崇拜别的东西。
τὰς δʼ αἰτίας οὐχ ὁμολογουμένας λέγουσιν.
他们对于这些原因所给出的解释互不一致。
§17.1.41ἑξῆς δʼ ἐστὶν Ἑρμοπολιτικὴ φυλακή, τελώνιόν τι τῶν ἐκ τῆς Θηβαΐδος καταφερομένων· ἐντεῦθεν ἀρχὴ τῶν ἑξηκοντασταδίων σχοίνων ἕως Συήνης καὶ Ἐλεφαντίνης· εἶτα ἡ Θηβαϊκὴ φυλακὴ καὶ διῶρυξ φέρουσα ἐπὶ Τάνιν· εἶτα Λύκων πόλις καὶ Ἀφροδίτης καὶ Πανῶν πόλις, λινουργῶν καὶ λιθουργῶν κατοικία παλαιά.
接下来是赫尔莫波利斯哨所,这是对从底比斯地区运下来的货物征税的税关;从这里开始,直至塞伊尼和埃勒凡蒂尼,计算长达六十斯塔迪翁的斯霍伊诺斯;然后是底比斯哨所和一条通往塔尼斯的运河;再接着是狼之城、阿芙洛狄特之城和潘之城,这是古老的亚麻织工和石匠的定居点。
§17.1.42ἔπειτα Πτολεμαϊκὴ πόλις, μεγίστη τῶν ἐν τῇ Θηβαΐδι καὶ οὐκ ἐλάττων Μέμφεως, ἔχουσα καὶ σύστημα πολιτικὸν ἐν τῷ ἑλληνικῷ τρόπῳ.
再往后是普特勒迈斯城,这是底比斯地区最大的一座城市,其规模不亚于孟斐斯,并且拥有希腊式的公民政体。
ὑπὲρ δὲ ταύτης ἡ Ἄβυδος, ἐν ᾗ τὸ Μεμνόνιον βασίλειον θαυμαστῶς κατεσκευασμένον ὁλόλιθον τῇ αὐτῇ κατασκευῇ ᾗπερ τὸν λαβύρινθον ἔφαμεν, οὐ πολλαπλοῦν δέ· καὶ κρήνη ἐν βάθει κειμένη ὥστε καταβαίνειν εἰς αὐτὴν * κατακαμφθεισῶν ψαλίδων διὰ μονολίθων ὑπερβαλλόντων τῷ μεγέθει καὶ τῇ κατασκευῇ.
在这座城市上方是阿拜多斯,那里有门农神殿,这是一座用整石奇妙建造的宫殿,其建造方式与我们所说的迷宫完全相同,但并不那么复杂;那里还有一个位于深处的泉水,需要通过 * 用尺寸和建造工艺都极为惊人的独石所筑成的拱形通道下到泉水处。
ἔστι δὲ διῶρυξ ἄγουσα ἐπὶ τὸν τόπον ἀπὸ τοῦ μεγάλου ποταμοῦ.
有一条运河从大河引水到这个地方。
περὶ δὲ τὴν διώρυγα ἀκανθῶν τῶν Αἰγυπτίων ἄλσος ἐστὶν ἱερὸν τοῦ Ἀπόλλωνος.
在运河周围是阿波罗的圣林,由埃及相思树组成。
ἔοικε δὲ ὑπάρξαι ποτὲ ἡ Ἄβυδος πόλις μεγάλη, δευτερεύουσα μετὰ τὰς Θήβας, νυνὶ δʼ ἐστὶ κατοικία μικρά·
阿拜多斯似乎曾是一座仅次于底比斯的大城市,但现在只是一个小定居点。
εἰ δʼ ὥς φασιν ὁ Μέμνων ὑπὸ τῶν Αἰγυπτίων Ἰσμάνδης λέγεται, καὶ ὁ λαβύρινθος Μεμνόνιον ἂν εἴη καὶ τοῦ αὐτοῦ ἔργον οὗπερ καὶ τὰ ἐν Ἀβύδῳ καὶ τὰ ἐν Θήβαις· καὶ γὰρ ἐκεῖ λέγεταί τινα Μεμνόνια.
如果正如人们所说,门农被埃及人称为“伊斯曼德斯”,那么迷宫也就是门农神殿,并且与阿拜多斯和底比斯的建筑出自同一人之手;因为在底比斯也有一些建筑被称为门农神殿。
κατὰ δὲ τὴν Ἄβυδον ἔστιν ἡ πρώτη αὔασις ἐκ τῶν λεχθεισῶν τριῶν ἐν τῇ Λιβύῃ, διέχουσα ὁδὸν ἡμερῶν ἑπτὰ ἐνθένδε διʼ ἐρημίας, εὔυδρός τε κατοικία καὶ εὔοινος καὶ τοῖς ἄλλοις ἱκανή, δευτέρα δʼ ἡ κατὰ τὴν Μοίριδος λίμνην, τρίτη δὲ ἡ κατὰ τὸ μαντεῖον τὸ ἐν Ἄμμωνι· καὶ αὗται δὲ κατοικίαι εἰσὶν ἀξιόλογοι.
与阿拜多斯在同一纬度的是前述利比亚三个绿洲中的第一个,从这里穿过荒漠有七天的路程,是一个水源充足、盛产葡萄酒且其他物资充足的定居点;第二个是在莫伊里斯湖附近的那个,第三个是在阿蒙神谕所附近的那个;这些也都是值得瞩目的定居点。

词汇与语法注释

  1. §17.1.39οἱ δὲ τοὺς ἰχνεύμονας τοὺς ὀλεθριωτάτους... — 此处省略了动词 τιμῶσι,与前句 οἱ μὲν γὰρ τοὺς κροκοδείλους τιμῶσι 形成对比。短语 τοὺς ὀλεθριωτάτους 作为 τοὺς ἰχνεύμονας 的同位语,支配与格 τοῖς κροкоδείλοις,后接关于角蝰(ἀσπίσιν)的类似结构。
  2. §17.1.39τῷ πηλῷ θωρακισθέντες· κυλισθέντες γὰρ ἐν αὐτῷ... — 主格复数分词 θωρακισθέντες 和 κυλισθέντες 的逻辑主语是“獴”(前文作宾格 ἰχνεύμονας)。虽然在语法上与前句的主语 οἱ δέ(赫拉克里奥波利斯人)不一致,但此处直接以主格分词的形式转向描述动物自身的行为。
  3. §17.1.42* κατακαμφθεισῶν ψαλίδων διὰ μονολίθων... — 星号(*)表示手稿传统中的残缺或损坏。属格独立结构 κατακαμφθεισῶν ψαλίδων 描述了向下弯曲的拱形通道(拱顶),人们通过这些通道下到泉水处。

引用这一段

斯特拉波, 地理学 §17.1.39-17.1.42. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.39-17.1.42

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。