§17.1.29Ἐν δὲ τῇ Ἡλίου πόλει καὶ οἴκους εἴδομεν μεγάλους ἐν οἷς διέτριβον οἱ ἱερεῖς· μάλιστα γὰρ δὴ ταύτην κατοικίαν ἱερέων γεγονέναι φασὶ τὸ παλαιὸν φιλοσόφων ἀνδρῶν καὶ ἀστρονομικῶν· ἐκλέλοιπε δὲ καὶ τοῦτο νυνὶ τὸ σύστημα καὶ ἡ ἄσκησις.
在赫里奥波利斯,我们还看到了神官们曾经居住的大型房屋;因为据说在古代,这里尤其是那些身为哲学家和天文学家的神官们的居住地;但现在这一团体及其修练已经消逝。
ἐκεῖ μὲν οὖν οὐδεὶς ἡμῖν ἐδείκνυτο τῆς τοιαύτης ἀσκήσεως προεστώς, ἀλλʼ οἱ ἱεροποιοὶ μόνον καὶ ἐξηγηταὶ τοῖς ξένοις τῶν περὶ τὰ ἱερά.
因此,在那里并没有人向我们指出有谁在指导这种修练,而只有祭司和向外来人解释神殿事务的向导。
παρηκολούθει δέ τις ἐξ Ἀλεξανδρείας ἀναπλέοντι εἰς τὴν Αἴγυπτον Αἰλίῳ Γάλλῳ τῷ ἡγεμόνι Χαιρήμων τοὔνομα, προσποιούμενος τοιαύτην τινὰ ἐπιστήμην, γελώμενος δὲ τὸ πλέον ὡς ἀλαζὼν καὶ ἰδιώτης·
当时,有一个名叫凯雷蒙的人,陪同总督埃利乌斯·加卢斯从亚历山大乘船逆流而上前往埃及,他自称拥有某种此类知识,但多半被嘲笑为一个吹牛者和外行。
ἐκεῖ δʼ οὖν ἐδείκνυντο οἵ τε τῶν ἱερέων οἶκοι καὶ Πλάτωνος καὶ Εὐδόξου διατριβαί.
无论如何,在那里,人们向我们指出了神官们的房屋以及柏拉图和欧多克索斯的居所。
συνανέβη γὰρ δὴ τῷ Πλάτωνι ὁ Εὔδοξος δεῦρο, καὶ συνδιέτριψαν τοῖς ἱερεῦσιν ἐνταῦθα ἐκεῖνοι τρισκαίδεκα ἔτη, ὡς εἴρηταί τισι· περιττοὺς γὰρ ὄντας κατὰ τὴν ἐπιστήμην τῶν οὐρανίων, μυστικοὺς δὲ καὶ δυσμεταδότους, τῷ χρόνῳ καὶ ταῖς θεραπείαις ἐξελιπάρησαν ὥστε τινὰ τῶν θεωρημάτων ἱστορῆσαι· τὰ πολλὰ δὲ ἀπεκρύψαντο οἱ βάρβαροι.
因为欧多克索斯确实与柏拉图一同来到这里,并在那里与神官们共同生活了十三年,正如一些人所说;因为神官们在天体知识上非常杰出,但生性神秘且不愿传授,他们通过时间和殷勤的侍奉才恳求他们传授了某些理论;但这些蛮族隐瞒了大部分内容。
οὗτοι δὲ τὰ ἐπιτρέχοντα τῆς ἡμέρας καὶ τῆς νυκτὸς μόρια ταῖς τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις εἰς τὴν ἐκπλήρωσιν τοῦ ἐνιαυσίου χρόνου παρέδοσαν· ἀλλʼ ἠγνοεῖτο τέως ὁ ἐνιαυτὸς παρὰ τοῖς Ἕλλησιν ὡς καὶ ἄλλα πλείω, ἕως οἱ νεώτεροι ἀστρολόγοι παρέλαβον παρὰ τῶν μεθερμηνευσάντων εἰς τὸ Ἑλληνικὸν τὰ τῶν ἱερέων ὑπομνήματα· καὶ ἔτι νῦν παραλαμβάνουσι τὰ ἀπʼ ἐκείνων, ὁμοίως καὶ τὰ τῶν Χαλδαίων.
然而,他们还是将为了填满一年时间而加在三百六十五天之上的昼夜微小部分传授给了他们;但在希腊人中,直到那时,一年的准确长度仍是不为人知的,正如其他许多事情一样,直到后期的天文学家从那些将神官们的记录翻译成希腊语的人那里得到了这些知识;直到今天,他们仍然从这些记录中汲取知识,同样也从迦勒底人的记录中汲取。
§17.1.30Ἐντεῦθεν δὴ ὁ Νεῖλός ἐστιν ὁ ὑπὲρ τοῦ Δέλτα·
从这里起,尼罗河便位于三角洲之上。
τούτου δὴ τὰ μὲν δεξιὰ καλοῦσι Λιβύην ἀναπλέοντι, ὥσπερ καὶ τὰ περὶ τὴν Ἀλεξάνδρειαν καὶ τὴν Μαρεῶτιν, τὰ δʼ ἐν ἀριστερᾷ Ἀραβίαν.
逆流而上时,其右侧被称为利比亚,就像亚历山大和马里奥提斯附近地区一样,而左侧则被称为阿拉伯。
ἡ μὲν οὖν Ἡλίου πόλις ἐν τῇ Ἀραβίᾳ ἐστίν, ἐν δὲ τῇ Λιβύῃ Κερκέσουρα πόλις κατὰ τὰς Εὐδόξου κειμένη σκοπάς· δείκνυται γὰρ σκοπή τις πρὸ τῆς Ἡλίου πόλεως, καθάπερ καὶ πρὸ τῆς Κνίδου, πρὸς ἣν ἐσημειοῦτο ἐκεῖνος τῶν οὐρανίων τινὰς κινήσεις· ὁ δὲ νομὸς Λητοπολίτης οὗτος.
赫里奥波利斯位于阿拉伯,而在利比亚一侧则有克尔克苏拉市,坐落在欧多克索斯的观测台附近;因为在赫里奥波利斯前面展示着一个观测台,就像在克尼多斯前面一样,欧多克索斯曾在此标记天体的某些运动;这属于莱托波利斯行省。
ἀναπλεύσαντι δʼ ἐστὶ Βαβυλών, φρούριον ἐρυμνόν, ἀποστάντων ἐνταῦθα Βαβυλωνίων τινῶν, εἶτα διαπραξαμένων ἐνταῦθα κατοικίαν παρὰ τῶν βασιλέων· νυνὶ δʼ ἐστὶ στρατόπεδον ἑνὸς τῶν τριῶν ταγμάτων τῶν φρουρούντων τὴν Αἴγυπτον·
逆流而上是巴比伦,这是一座坚固的堡垒,是由于某些巴比伦人在此背叛,随后从国王们那里获得允许在此建立定居点而成的;而现在,这里是守卫埃及的三个军团之一的营地。
ῥάχις δʼ ἐστὶν ἀπὸ τοῦ στρατοπέδου καὶ μέχρι Νείλου καθήκουσα, διʼ ἧς ἀπὸ τοῦ ποταμοῦ τροχοὶ καὶ κοχλίαι τὸ ὕδωρ ἀνάγουσιν, ἀνδρῶν ἑκατὸν πεντήκοντα ἐργαζομένων δεσμίων· ἀφορῶνται δʼ ἐνθένδε τηλαυγῶς αἱ πυραμίδες ἐν τῇ περαίᾳ ἐν Μέμφει καὶ εἰσὶ πλησίον.
从营地有一条一直延伸到尼罗河的山脊,通过它,水车和螺旋泵将河水抽上来,有一百五十名囚犯在此劳作;从这里可以清晰地望见对岸孟斐斯的金字塔,它们就在附近。
§17.1.31Ἐγγὺς δὲ καὶ ἡ Μέμφις αὐτὴ τὸ βασίλειον τῶν Αἰγυπτίων· ἔστι γὰρ ἀπὸ τοῦ Δέλτα τρίσχοινον εἰς αὐτήν·
附近就是孟斐斯本身,埃及人的皇家驻地;因为从三角洲到那里有三斯科伊诺斯的距离。
ἔχει δὲ ἱερά, τό τε τοῦ Ἄπιδος ὅς ἐστιν ὁ αὐτὸς καὶ Ὄσιρις, ὅπου ὁ βοῦς ὁ Ἆπις ἐν σηκῷ τινι τρέφεται, θεὸς ὡς ἔφην νομιζόμενος, διάλευκος τὸ μέτωπον καὶ ἄλλα τινὰ μικρὰ τοῦ σώματος, τἆλλα δὲ μέλας· οἷς σημείοις ἀεὶ κρίνουσι τὸν ἐπιτήδειον εἰς τὴν διαδοχήν, ἀπογενομένου τοῦ τὴν τιμὴν ἔχοντος.
它拥有神殿,特别是阿皮斯的神殿,阿皮斯也就是奥西里斯;在这里,公牛阿皮斯被关在某个圈栏中饲养,正如我所说,它被视为神明;它的额头和身体其他一些小部分是纯白色的,而其余部分是黑色的;当拥有这一荣誉的公牛死去时,他们总是根据这些标记来判定哪只公牛适合继承这一地位。
ἔστι δʼ αὐλὴ προκειμένη τοῦ σηκοῦ, ἐν ᾗ καὶ ἄλλος σηκὸς τῆς μητρὸς τοῦ βοός·
在圈栏前面有一个庭院,其中有另一个为这只公牛的母亲准备的圈栏。
εἰς ταύτην δὲ τὴν αὐλὴν ἐξαφιᾶσι τὸν Ἆπιν καθʼ ὥραν τινὰ καὶ μάλιστα πρὸς ἐπίδειξιν τοῖς ξένοις· ὁρῶσι μὲν γὰρ καὶ διὰ θυρίδος ἐν τῷ σηκῷ, βούλονται δὲ καὶ ἔξω· ἀποσκιρτήσαντα δʼ ἐν αὐτῇ μικρὰ ἀναλαμβάνουσι πάλιν εἰς τὴν οἰκείαν στάσιν.
在某个特定的时间,他们会将阿皮斯放进这个庭院,特别是为了向外来人展示;因为虽然人们可以通过圈栏的窗户看到它,但也希望在外面看到它;当它在庭院里跳跃了一会儿后,他们会再次把它带回它原本的圈栏中。
τό τε δὴ τοῦ Ἄπιδός ἐστιν ἱερὸν παρακείμενον τῷ Ἡφαιστείῳ καὶ αὐτὸ τὸ Ἡφαίστειον πολυτελῶς κατεσκευασμένον ναοῦ τε μεγέθει καὶ τοῖς ἄλλοις.
阿皮斯的神殿与赫菲斯托斯神殿相邻,而赫菲斯托斯神殿本身的建筑也非常奢华,无论是在神殿的规模还是在其他方面。
πρόκειται δʼ ἐν τῷ δρόμῳ καὶ μονόλιθος κολοσσός·
在神道前立着一尊单体石雕巨像。
ἔθος δʼ ἐστὶν ἐν τῷ δρόμῳ τούτῳ ταύρων ἀγῶνας συντελεῖσθαι πρὸς ἀλλήλους, οὓς ἐπίτηδες τρέφουσί τινες, ὥσπερ οἱ ἱπποτρόφοι· συμβάλλουσι γὰρ εἰς μάχην ἀφέντες, ὁ δὲ κρείττων νομισθεὶς ἄθλου τυγχάνει.
在这条神道上,有让公牛互相搏斗的习俗,有些人为了这个目的特意饲养它们,就像养马者那样;因为他们放它们去战斗,而被认为更强者会获得奖品。
ἔστι δʼ ἐν Μέμφει καὶ Ἀφροδίτης ἱερόν, θεᾶς Ἑλληνίδος νομιζομένης· τινὲς δὲ Σελήνης ἱερὸν εἶναί φασιν.
在孟斐斯还有一座阿佛洛狄忒的神殿,她被视为希腊女神;但有些人说这是一座塞勒涅的神殿。