§17.1.32ἔστι δὲ καὶ Σαράπειον ἐν ἀμμώδει τόπῳ σφόδρα ὥσθʼ ὑπʼ ἀνέμων θῖνας ἄμμων σωρεύεσθαι, ὑφʼ ὧν αἱ σφίγγες αἱ μὲν καὶ μέχρι κεφαλῆς ἑωρῶντο ὑφʼ ἡμῶν κατακεχωσμέναι αἱ δʼ ἡμιφανεῖς· ἐξ ὧν εἰκάζειν παρῆν τὸν κίνδυνον, εἰ τῷ βαδίζοντι πρὸς τὸ ἱερὸν λαῖλαψ ἐπιπέσοι.
此外,沙拉皮斯神殿坐落在一个极多沙的地方,以至于风吹积起沙丘,在这些沙丘下,我们看到狮身人面像有的甚至被埋到了头部,有的则半露在外;由此可以推测出,如果暴风雨袭击走向神殿的行人,那将会是怎样的危险。
πόλις δʼ ἐστὶ μεγάλη τε καὶ εὔανδρος, δευτέρα μετὰ Ἀλεξάνδρειαν, μιγάδων ἀνδρῶν, καθάπερ καὶ τῶν ἐκεῖ συνῳκισμένων·
该市规模宏大且人口稠密,是仅次于亚历山大的第二大城市,由混杂的人口组成,正如居住在亚历山大的人们一样。
πρόκεινται δὲ καὶ λίμναι τῆς πόλεως καὶ τῶν βασιλείων, ἃ νῦν μὲν κατέσπασται καί ἐστιν ἔρημα· ἵδρυται δʼ ἐφʼ ὕψους καθήκοντα μέχρι τοῦ κάτω τῆς πόλεως ἐδάφους· συνάπτει δʼ ἄλσος αὐτῷ καὶ λίμνη.
城市和王宫前也有湖泊,而王宫如今已被摧毁并荒废;它建在高地上,一直延伸到城市下方的平地,有一片圣林和湖泊与之相连。
§17.1.33τετταράκοντα δʼ ἀπὸ τῆς πόλεως σταδίους προελθόντι ὀρεινή τις ὀφρύς ἐστιν, ἐφʼ ᾗ πολλαὶ μέν εἰσι πυραμίδες, τάφοι τῶν βασιλέων, τρεῖς δʼ ἀξιόλογοι· τὰς δὲ δύο τούτων καὶ ἐν τοῖς ἑπτὰ θεάμασι καταριθμοῦνται·
从该市前行四十斯塔德,有一处山脊,其上有许多金字塔(即国王们的陵墓),其中有三座值得瞩目;而这其中的两座甚至被列入世界七大奇迹。
εἰσὶ γὰρ σταδιαῖαι τὸ ὕψος, τετράγωνοι τῷ σχήματι, τῆς πλευρᾶς ἑκάστης μικρῷ μεῖζον τὸ ὕψος ἔχουσαι· μικρῷ δὲ καὶ ἡ ἑτέρα τῆς ἑτέρας ἐστὶ μείζων·
因为它们的高度为一斯塔德,呈四方形的形状,高度略大于其底边的各边;其中一座比另一座稍大。
ἔχει δʼ ἐν ὕψει μέσως πως τῶν πλευρῶν λίθον ἐξαιρέσιμον· ἀρθέντος δὲ σῦρίγξ ἐστι σκολιὰ μέχρι τῆς θήκης·
在侧面大约中等高度的位置,有一块可移动的石头,移开它,便有一条曲折的通道通往墓室。
αὗται μὲν οὖν ἐγγὺς ἀλλήλων ἐπὶ τῷ αὐτῷ ἐπιπέδῳ, ἀπωτέρω δʼ ἐστὶν ἐν ὕψει μείζονι τῆς ὀρεινῆς ἡ τρίτη πολὺ ἐλάττων τῶν δυεῖν, πολὺ δὲ μείζονος δαπάνης κατεσκευασμένη·
这些金字塔在同一平面上彼此临近;但在较远处,于山脊更高的地方,有第三座金字塔,它比前两座小得多,但建造花费却昂贵得多。
ἀπὸ γὰρ θεμελίων μέχρι μέσου σχεδόν τι μέλανος λίθου ἐστίν, ἐξ οὗ καὶ τὰς θυΐας κατασκευάζουσι, κομίζοντες πόρρωθεν· ἀπὸ γὰρ τῶν τῆς Αἰθιοπίας ὀρῶν· καὶ τῷ σκληρὸς εἶναι καὶ δυσκατέργαστος πολυτελῆ τὴν πραγματείαν παρέσχε·
因为从地基到接近中部,它都是由黑石建成的(人们也用这种石头制作研钵),这种石头是从很远的地方,即埃塞俄比亚的山区运来的;由于它坚硬且难以加工,使得这项工程造价极其昂贵。
λέγεται δὲ τῆς ἑταίρας τάφος γεγονὼς ὑπὸ τῶν ἐραστῶν, ἣν Σαπφὼ μὲν ἡ τῶν μελῶν ποιήτρια καλεῖ Δωρίχαν, ἐρωμένην τοῦ ἀδελφοῦ αὐτῆς Χαράξου γεγονυῖαν, οἶνον κατάγοντος εἰς Ναύκρατιν Λέσβιον κατʼ ἐμπορίαν, ἄλλοι δʼ ὀνομάζουσι Ῥοδῶπιν·
据说这是情人们为一位名妓建造的陵墓,抒情女诗人萨福称她为多里卡,她是萨福兄弟查拉克斯的情人,查拉克斯当时正将莱斯博斯葡萄酒运往纳克拉提斯进行贸易;而其他人则称她为罗多庇斯。
μυθεύουσι δʼ ὅτι λουομένης αὐτῆς ἓν τῶν ὑποδημάτων αὐτῆς ἁρπάσας ἀετὸς παρὰ τῆς θεραπαίνης κομίσειεν εἰς Μέμφιν καὶ τοῦ βασιλέως δικαιοδοτοῦντος ὑπαιθρίου, γενόμενος κατὰ κορυφὴν αὐτοῦ ῥίψειε τὸ ὑπόδημα εἰς τὸν κόλπον·
他们传述神话称,当她在沐浴时,一只老鹰从她的侍女手中抢走了她的一只鞋,带到孟斐斯;当时国王正在露天审理案件,老鹰飞到他的头顶,将鞋子掉落到他的怀里。
ὁ δὲ καὶ τῷ ῥυθμῷ τοῦ ὑποδήματος καὶ τῷ παραδόξῳ κινηθεὶς περιπέμψειεν εἰς τὴν χώραν κατὰ ζήτησιν τῆς φορούσης ἀνθρώπου τοῦτο, εὑρεθεῖσα δʼ ἐν τῇ πόλει τῶν Ναυκρατιτῶν ἀναχθείη καὶ γένοιτο γυνὴ τοῦ βασιλέως, τελευτήσασα δὲ τοῦ λεχθέντος τύχοι τάφου.
国王被鞋子的精美比例和这一奇特事件所打动,便派人到全国各地寻找穿这只鞋的女人;她在纳克拉提斯人的城市中被找到后被带走,成为了国王的妻子,死后便得到了上述的陵墓。
§17.1.34̔̀εν δέ τι τῶν ὁραθέντων ὑφʼ ἡμῶν ἐν ταῖς πυραμίσι παραδόξων οὐκ ἄξιον παραλιπεῖν.
然而,我们在金字塔所见到的奇特现象中,有一件是不应忽略的。
ἐκ γὰρ τῆς λατύπης σωροί τινες πρὸ τῶν πυραμίδων κεῖνται· ἐν τούτοις δʼ εὑρίσκεται ψήγματα καὶ τύπῳ καὶ μεγέθει φακοειδῆ· ἐνίοις δὲ καὶ ὡς ἂν πτίσμα οἷον ἡμιλεπίστων ὑποτρέχει·
因为在金字塔前堆着一些石屑堆;在这些石屑中,可以发现形状和大小都像透镜豆的碎屑;在有些碎屑中,甚至还混杂着像半去壳谷物一样的物质。
φασὶ δʼ ἀπολιθωθῆναι λείψανα τῆς τῶν ἐργαζομένων τροφῆς· οὐκ ἀπέοικε δέ·
人们说,这些是工人们的食物残渣化石化而成的;这并不是不可能的。
καὶ γὰρ οἴκοι παρʼ ἡμῖν λόφος ἐστὶν ἐν πεδίῳ παραμήκης, οὗτος δʼ ἐστὶ μεστὸς ψήφων φακοειδῶν λίθου πωρείας· καὶ αἱ θαλάττιαι δὲ καὶ αἱ ποτάμιαι ψῆφοι σχεδόν τι τὴν αὐτὴν ἀπορίαν ὑπογράφουσιν·
因为在我的家乡,平原上也有一座狭长的山丘,里面充满了凝灰岩制成的扁豆状小石子;海里和河里的鹅卵石也提出了几乎相同的问题。
ἀλλʼ αὗται μὲν ἐν τῇ κινήσει τῇ διὰ τοῦ ῥεύματος εὑρεσιλογίαν τινὰ ἔχουσιν, ἐκεῖ δʼ ἀπορωτέρα ἡ σκέψις.
但后者在水流引起的运动中可以找到某种解释,而前者的考察则更加困难。
εἴρηται δʼ ἐν ἄλλοις καὶ διότι περὶ τὸ μέταλλον τῶν λίθων, ἐξ ὧν αἱ πυραμίδες γεγόνασιν, ἐν ὄψει ταῖς πυραμίσιν ὂν πέραν ἐν τῇ Ἀραβίᾳ, Τρωικόν τι καλεῖται πετρῶδες ἱκανῶς ὄρος καὶ σπήλαια ὑπʼ αὐτῷ καὶ κώμη πλησίον καὶ τούτοις καὶ τῷ ποταμῷ, Τροία καλουμένη, κατοικία παλαιὰ τῶν Μενελάῳ συγκατακολουθησάντων αἰχμαλώτων Τρώων, καταμεινάντων δʼ αὐτόθι.
在其他著作中也曾提到,关于建造金字塔的石料的采石场,它位于对岸的阿拉伯境内,处于金字塔的视野之内,那里有一座相当多石的山,被称为特洛伊孔山,山下有洞窟,在洞窟和河流附近有一个名为特洛伊的村庄,这是随同梅内劳斯而来的特洛伊战俘的古老定居点,他们留在了那里。