§17.1.26πλησίον δὲ τῆς Ἀρσινόης καὶ ἡ τῶν Ἡρώων ἐστὶ πόλις καὶ ἡ Κλεοπατρὶς ἐν τῷ μυχῷ τοῦ Ἀραβίου κόλπου τῷ πρὸς Αἴγυπτον καὶ λιμένες καὶ κατοικίαι διώρυγές τε πλείους καὶ λίμναι πλησιάζουσαι τούτοις· ἐνταῦθα δʼ ἐστὶ καὶ ὁ Φαγρωριοπολίτης νομὸς καὶ πόλις Φαγρωριόπολις.
在阿西诺亚附近还有英雄城,以及位于朝向埃及的阿拉伯湾深处的克列奥帕特里斯,此外还有与这些相临近的港口、定居点、数条运河和湖泊;这里还有法格里奥波利斯行省和法格里奥波利斯市。
ἡ δὲ ἀρχὴ τῆς διώρυγος τῆς ἐκδιδούσης εἰς τὴν Ἐρυθρὰν ἀπὸ κώμης ἄρχεται Φακούσης, ᾗ συνεχής ἐστι καὶ ἡ Φίλωνος κώμη· πλάτος δʼ ἔχει πηχῶν ἑκατὸν ἡ διῶρυξ, βάθος δʼ ὅσον ἀρκεῖν μυριοφόρῳ νηί· οὗτοι δʼ οἱ τόποι πλησιάζουσι τῇ κορυφῇ τοῦ Δέλτα.
流向红海的运河起点始于法库萨村,菲隆村与之相连;运河宽一百肘,深足以容纳载重一万吨的船只;这些地方都靠近三角洲的顶点。
§17.1.27αὐτοῦ δὲ καὶ ἡ Βούβαστος πόλις καὶ ὁ Βουβαστίτης νομὸς καὶ ὑπὲρ αὐτὸν ὁ Ἡλιοπολίτης νομός.
就在那里还有布巴斯托斯市和布巴斯托斯行省,在其上游是赫里奥波利斯行省。
ἐνταῦθα δʼ ἐστὶν ἡ τοῦ Ἡλίου πόλις ἐπὶ χώματος ἀξιολόγου κειμένη, τὸ ἱερὸν ἔχουσα τοῦ Ἡλίου καὶ τὸν βοῦν τὸν Μνεῦιν ἐν σηκῷ τινι τρεφόμενον, ὃς παρʼ αὐτοῖς νενόμισται θεός, ὥσπερ καὶ ἐν Μέμφει ὁ Ἆπις.
这里有赫里奥波利斯,坐落在一个显著的高土墩上,拥有太阳神殿,以及在某个圈栏中饲养的公牛姆内维斯,它被他们视为神明,就像孟斐斯的阿皮斯一样。
πρόκεινται δὲ τοῦ χώματος λίμναι τὴν ἀνάχυσιν ἐκ τῆς πλησίον διώρυγος ἔχουσαι.
在土墩前面有一些湖泊,其水源来自附近的运河。
νυνὶ μὲν οὖν ἐστι πανέρημος ἡ πόλις, τὸ ἱερὸν ἔχουσα τῷ Αἰγυπτίῳ τρόπῳ κατεσκευασμένον ἀρχαῖον, ἔχον πολλὰ τεκμήρια τῆς Καμβύσου μανίας καὶ ἱεροσυλίας, ὃς τὰ μὲν πυρὶ τὰ δὲ σιδήρῳ διελωβᾶτο τῶν ἱερῶν, ἀκρωτηριάζων καὶ περικαίων, καθάπερ καὶ τοὺς ὀβελίσκους, ὧν δύο καὶ εἰς Ῥώμην ἐκομίσθησαν οἱ μὴ κεκακωμένοι τελέως, ἄλλοι δʼ εἰσὶ κἀκεῖ καὶ ἐν Θήβαις, τῇ νῦν Διοσπόλει, οἱ μὲν ἑστῶτες ἀκμὴν πυρίβρωτοι οἱ δὲ καὶ κείμενοι.
然而现在,这座城市已完全荒废,只保留着按埃及风格建造的古老神殿,它带有许多冈比西斯疯狂和亵渎神圣的证据,他用火和铁器毁坏了一些神殿,将它们残损并焚烧,就像对那些方尖碑一样,其中两座未完全损毁的被运到了罗马,而其他的仍在罗马和底拜斯(即现在的迪奥斯波利斯),有的依然立着,但已被火焚蚀,有的则倒在地上。
§17.1.28τῆς δὲ κατασκευῆς τῶν ἱερῶν ἡ διάθεσις τοιαύτη· κατὰ τὴν εἰσβολὴν τὴν εἰς τὸ τέμενος λιθόστρωτόν ἐστιν ἔδαφος, πλάτος μὲν ὅσον πλεθριαῖον ἢ καὶ ἔλαττον, μῆκος δὲ καὶ τριπλάσιον καὶ τετραπλάσιον, ἔστιν ὅπου καὶ μεῖζον· καλεῖται δὲ τοῦτο δρόμος, καθάπερ Καλλίμαχος εἴρηκεν
ὁ δρόμος ἱερὸς οὗτος Ἀνούβιδος.
神殿建筑的布局如下:在进入圣区的入口处有一条石铺路面,宽约一普勒特龙或更窄,长则是宽的三倍或四倍,在某些地方甚至更长;这被称为神道,正如卡利马科斯所说: “这是阿努比斯的神圣神道。
διὰ δὲ τοῦ μήκους παντὸς ἑξῆς ἐφʼ ἑκάτερα τοῦ πλάτους σφίγγες ἵδρυνται λίθιναι, πήχεις εἴκοσιν ἢ μικρῷ πλείους ἀπʼ ἀλλήλων διέχουσαι, ὥσθʼ ἕνα μὲν ἐκ δεξιῶν εἶναι στίχον τῶν σφιγγῶν ἕνα δʼ ἐξ εὐωνύμων· μετὰ δὲ τὰς σφίγγας πρόπυλον μέγα, εἶτʼ ἄλλο προελθόντι πρόπυλον, εἶτʼ ἄλλο· οὐκ ἔστι δὲ διωρισμένος ἀριθμὸς οὔτε τῶν προπύλων οὔτε τῶν σφιγγῶν· ἄλλα δʼ ἐν ἄλλοις ἱεροῖς, ὥσπερ καὶ τὰ μήκη καὶ τὰ πλάτη τῶν δρόμων.
” 在其整个长度上,宽度的两侧并排树立着石雕狮身人面像,彼此相距二十肘或稍多一些,因此右侧有一排斯芬克斯,左侧也有一排;斯芬克斯之后是一个巨大的前门,再往前走是另一个前门,然后又是另一个;前门和斯芬克斯的数量都没有固定限制,而是因神殿而异,就像神道的长度和宽度一样。
μετὰ δὲ τὰ προπύλαια ὁ νεὼς πρόναον ἔχων μέγα καὶ ἀξιόλογον, τὸν δὲ σηκὸν σύμμετρον, ξόανον δʼ οὐδέν, ἢ οὐκ ἀνθρωπόμορφον, ἀλλὰ τῶν ἀλόγων ζῴων τινός·
前门之后是神殿主建筑,它有一个巨大且值得瞩目的前室,内殿的大小与之相称,但没有木雕神像,或者至少没有人类形象的神像,而是某种无理性动物的形象。
τοῦ δὲ προνάου παρʼ ἑκάτερον πρόκειται τὰ λεγόμενα πτερά· ἔστι δὲ ταῦτα ἰσοϋψῆ τῷ νεῷ τείχη δύο, κατʼ ἀρχὰς μὲν ἀφεστῶτα ἀπʼ ἀλλήλων μικρὸν πλέον ἢ τὸ πλάτος ἐστὶ τῆς κρηπῖδος τοῦ νεώ, ἔπειτʼ εἰς τὸ πρόσθεν προϊόντι κατʼ ἐπινευούσας γραμμὰς μέχρι πηχῶν πεντήκοντα ἢ ἑξήκοντα·
在前室的两侧各有所谓的“翼”向前延伸;这是两面与神殿同高的墙,起初彼此相距比神殿基座的宽度稍宽,然后随着向前走,沿着相互倾斜的线条延伸五十或六十肘。
ἀναγλυφὰς δʼ ἔχουσιν οἱ τοῖχοι οὗτοι μεγάλων εἰδώλων, ὁμοίων τοῖς Τυρρηνικοῖς καὶ τοῖς ἀρχαίοις σφόδρα τῶν παρὰ τοῖς Ἕλλησι δημιουργημάτων.
这些墙上有巨大偶像的浮雕,类似于托斯卡纳的作品以及希腊人极古老的工艺品。
ἔστι δέ τις καὶ πολύστυλος οἶκος, καθάπερ ἐν Μέμφει, βαρβαρικὴν ἔχων τὴν κατασκευήν· πλὴν γὰρ τοῦ * μεγάλων εἶναι καὶ πολλῶν καὶ πολυστίχων τῶν στύλων οὐδὲν ἔχει χαρίεν οὐδὲ γραφικόν, ἀλλὰ ματαιοπονίαν ἐμφαίνει μᾶλλον.
这里还有一个多柱大厅,就像在孟斐斯一样,具有异族风格的构造;因为除了柱子巨大、数量众多且排成多列之外,它没有任何优雅或艺术感,反而更显出徒劳无益。