Humanitext Reader

斯特拉波 · 地理学 §17.1.16-17.1.18

坎诺普斯运河沿线城镇与三角洲各河口地理

第 552 段,共 577 段 · 希腊语

内容简介

作者介绍了亚历山大里亚东部运河沿线的埃勒夫西斯、斯克迪亚和坎诺普斯等城镇,描绘了当地享乐奢华的风气。同时概述了尼罗河三角洲各大河口及周边城市塞伊斯等地的地理情况。

§17.1.16Ἐν δεξιᾷ δὲ τῆς Κανωβικῆς πύλης ἐξιόντι ἡ διῶρυξ ἔστιν ἡ ἐπὶ Κάνωβον συνάπτουσα τῇ λίμνῃ· ταύτῃ δὲ καὶ ἐπὶ Σχεδίαν ὁ πλοῦς ἐπὶ τὸν μέγαν ποταμὸν καὶ ἐπὶ τὸν Κάνωβον, πρῶτον δὲ ἐπὶ τὴν Ἐλευσῖνα·
在出坎诺普斯门右侧,有连接湖泊并通往坎诺普斯的运河;通过这条运河有前往斯克迪亚、大河和坎诺普斯的航路,但首先到达埃勒夫西斯。
ἔστι δʼ αὕτη κατοικία πλησίον τῆς τε Ἀλεξανδρείας καὶ τῆς Νικοπόλεως ἐπʼ αὐτῇ τῇ Κανωβικῇ διώρυγι κειμένη, διαίτας ἔχουσα καὶ ἀπόψεις τοῖς καπυρίζειν βουλομένοις καὶ ἀνδράσι καὶ γυναιξίν, ἀρχή τις Κανωβισμοῦ καὶ τῆς ἐκεῖ λαμυρίας.
埃勒夫西斯是靠近亚历山大里亚和尼科波利斯的一个定居点,坐落在坎诺普斯运河畔,为那些想要寻欢作乐的男女提供住所和景观,可以说是坎诺普斯式生活和当地放荡风气的某种起点。
ἀπὸ δὲ τῆς Ἐλευσῖνος προελθοῦσι μικρὸν ἐν δεξιᾷ ἐστιν ἡ διῶρυξ ἀνάγουσα ἐπὶ τὴν Σχεδίαν· διέχει δὲ τετράσχοινον τῆς Ἀλεξανδρείας ἡ Σχεδία, κατοικία πόλεως, ἐν ᾗ τὸ ναύσταθμον τῶν θαλαμηγῶν πλοίων, ἐφʼ οἷς οἱ ἡγεμόνες εἰς τὴν ἄνω χώραν ἀναπλέουσιν· ἐνταῦθα δὲ καὶ τὸ τελώνιον τῶν ἄνωθεν καταγομένων καὶ ἀναγομένων· οὗ χάριν καὶ σχεδία ἔζευκται ἐπὶ τῷ ποταμῷ, ἀφʼ ἧς καὶ τοὔνομα τῷ τόπῳ.
从埃勒夫西斯稍稍前行,右侧是通往斯克迪亚的运河;斯克迪亚距离亚历山大里亚四斯克伊诺斯,是一个城郊般的定居点,其中有客舱船的停泊处,统治者们乘坐这些船逆流而上前往上游地区;这里还有对来自上游和运往上游的货物征税的税关;因此,河上架设了一座浮桥,该地也由此得名。
μετὰ δὲ τὴν διώρυγα τὴν ἐπὶ Σχεδίαν ἄγουσαν ὁ ἑξῆς ἐπὶ τὸν Κάνωβον πλοῦς ἐστι παράλληλος τῇ παραλίᾳ τῇ ἀπὸ Φάρου μέχρι τοῦ Κανωβικοῦ στόματος· στενὴ γάρ τις ταινία μεταξὺ διήκει τοῦ τε πελάγους καὶ τῆς διώρυγος, ἐν ᾗ ἔστιν ἥ τε μικρὰ Ταπόσειρις μετὰ τὴν Νικόπολιν καὶ τὸ Ζεφύριον, ἄκρα ναΐσκον ἔχουσα Ἀρσινόης Ἀφροδίτης· τὸ δὲ παλαιὸν καὶ Θῶνίν τινα πόλιν ἐνταῦθά φασιν, ἐπώνυμον τοῦ βασιλέως τοῦ δεξαμένου Μενέλαόν τε καὶ Ἑλένην ξενίᾳ.
在通往斯克迪亚的运河之后,接下来前往坎诺普斯的航线与从法罗斯到坎诺普斯河口的海岸线平行;因为在外海和运河之间延伸着一条狭窄的陆地地带,上面有尼科波利斯之后的“小塔波塞里斯”和泽菲里翁(一个拥有阿尔西诺埃·阿芙罗狄蒂小神殿的岬角);他们说古时这里还有一座名为托尼斯的城市,以款待梅内拉奥斯和海伦的国王的名字命名。
περὶ οὖν τῶν τῆς Ἑλένης φαρμάκων φησὶν οὕτως ὁ ποιητής ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις.
因此,关于海伦的药,诗人这样说:“那是托尼斯的妻子多吕丹娜赠予她的良药。
§17.1.17Κάνωβος δʼ ἐστὶ πόλις ἐν εἴκοσι καὶ ἑκατὸν σταδίοις ἀπὸ Ἀλεξανδρείας πεζῇ ἰοῦσιν, ἐπώνυμος Κανώβου τοῦ Μενελάου κυβερνήτου ἀποθανόντος αὐτόθι, ἔχουσα τὸ τοῦ Σαράπιδος ἱερὸν πολλῇ ἁγιστείᾳ τιμώμενον καὶ θεραπείας ἐκφέρον, ὥστε καὶ τοὺς ἐλλογιμωτάτους ἄνδρας πιστεύειν καὶ ἐγκοιμᾶσθαι αὐτοὺς ὑπὲρ ἑαυτῶν ἢ ἑτέρους.
” 坎诺普斯是一座城市,对于步行的人来说,距离亚历山大里亚有一百二十斯塔迪翁,它以在此去世的梅内拉奥斯的领航员坎诺普斯的名字命名,拥有一座极其神圣而受尊崇的萨拉皮斯神殿,该神殿以治愈疾病而闻名,以至于最著名的人们也信仰它,并亲自为了自己或者让别人代表他们而在神殿中留宿。
συγγράφουσι δέ τινες καὶ τὰς θεραπείας, ἄλλοι δὲ ἀρετὰς τῶν ἐνταῦθα λογίων.
有些人记录了这些治疗,而另一些人则记录了此地神谕的力量。
ἀντὶ πάντων δʼ ἐστὶν ὁ τῶν πανηγυριστῶν ὄχλος τῶν ἐκ τῆς Ἀλεξανδρείας κατιόντων τῇ διώρυγι· πᾶσα γὰρ ἡμέρα καὶ πᾶσα νὺξ πληθύει τῶν ἐν τοῖς πλοιαρίοις καταυλουμένων καὶ κατορχουμένων ἀνέδην μετὰ τῆς ἐσχάτης ἀκολασίας καὶ ἀνδρῶν καὶ γυναικῶν, τῶν δʼ ἐν αὐτῷ τῷ Κανώβῳ καταγωγὰς ἐχόντων ἐπικειμένας τῇ διώρυγι εὐφυεῖς πρὸς τὴν τοιαύτην ἄνεσιν καὶ εὐωχίαν.
但最引人注目的是从亚历山大里亚沿运河而下的节日人群;因为无论白天还是黑夜,这里都挤满了在小船上听着长笛演奏、放纵跳舞的男女,极其放荡,而那些在坎诺普斯本身拥有客栈的人们,其客栈临近运河,非常适合这种放松和宴乐。
§17.1.18μετὰ δὲ τὸν Κάνωβον ἔστι τὸ Ἡράκλειον Ἡρακλέους ἔχον ἱερόν· εἶτα τὸ Κανωβικὸν στόμα καὶ ἡ ἀρχὴ τοῦ Δέλτα.
在坎诺普斯之后是赫拉克莱翁,拥有一座赫拉克勒斯神殿;接着是坎诺普斯河口和三角洲的起点。
τὰ δʼ ἐν δεξιᾷ τῆς Κανωβικῆς διώρυγος ὁ Μενελαΐτης ἐστὶ νομὸς ἀπὸ τοῦ ἀδελφοῦ τοῦ πρώτου Πτολεμαίου καλούμενος, οὐ μὰ Δία ἀπὸ τοῦ ἥρωος, ὡς ἔνιοί φασιν ὧν καὶ Ἀρτεμίδωρος.
坎诺普斯运河右侧的地区是梅内莱特行省,以第一位普托利迈奥斯的兄弟的名字命名,发誓绝不是像包括阿耳特弥多罗斯在内的一些人所说的那样,以那位英雄的名字命名。
μετὰ δὲ τὸ Κανωβικὸν στόμα ἔστι τὸ Βολβιτικόν, εἶτα τὸ Σεβεννυτικὸν καὶ τὸ Φατνιτικόν, τρίτον ὑπάρχον τῷ μεγέθει παρὰ τὰ πρῶτα δύο, οἷς ὥρισται τὸ Δέλτα· καὶ γὰρ οὐ πόρρω τῆς κορυφῆς σχίζεται εἰς τὸ ἐντὸς τοῦ Δέλτα.
在坎诺普斯河口之后是博尔比蒂农河口,然后是塞本尼提科斯河口和法特尼提科斯河口,后者在大小上仅次于界定三角洲的前两个河口而位居第三;因为它在距离顶点不远的地方就分叉进入三角洲内部。
τῷ δὲ Φατνιτικῷ συνάπτει τὸ Μενδήσιον, εἶτα τὸ Τανιτικὸν καὶ τελευταῖον τὸ Πηλουσιακόν.
与法特尼提科斯河口相连的是门德西翁河口,然后是塔尼蒂科斯河口,最后是佩鲁西翁河口。
ἔστι δὲ καὶ ἄλλα τούτων μεταξὺ ὡς ἂν ψευδοστόματα ἀσημότερα.
在这些河口之间还有其他被称为“伪河口”的不太显眼的河口。
ἔχει μὲν οὖν εἰσαγωγὰς τὰ στόματα, ἀλλʼ οὐκ εὐφυεῖς οὐδὲ μεγάλοις πλοίοις ἀλλʼ ὑπηρετικοῖς διὰ τὸ βραχέα εἶναι καὶ ἑλώδη.
因此,这些河口虽然有入口,但由于水浅且多沼泽,不适宜航行,不能通大船,只能通辅助小船。
μάλιστα μέντοι τῷ Κανωβικῷ στόματι ἐχρῶντο ὡς ἐμπορίῳ, τῶν κατʼ Ἀλεξάνδρειαν λιμένων ἀποκεκλειμένων, ὡς προείπομεν.
然而,正如我们之前所说,当亚历山大里亚的港口被关闭时,他们主要将坎诺普斯口作为商埠。
μετὰ δὲ τὸ Βολβίτινον στόμα ἐπὶ πλέον ἔκκειται ταπεινὴ καὶ ἀμμώδης ἄκρα· καλεῖται δὲ Ἀγνοῦ κέρας· εἶθʼ ἡ Περσέως σκοπὴ καὶ τὸ Μιλησίων τεῖχος· πλεύσαντες γὰρ ἐπὶ Ψαμμιτίχου τριάκοντα ναυσὶ Μιλήσιοι (κατὰ Κυαξάρη δʼ οὗτος ἦν τὸν Μῆδον) κατέσχον εἰς τὸ στόμα τὸ Βολβίτινον, εἶτʼ ἐκβάντες ἐτείχισαν τὸ λεχθὲν κτίσμα· χρόνῳ δʼ ἀναπλεύσαντες εἰς τὸν Σαϊτικὸν νομὸν καταναυμαχήσαντες Ἰνάρων πόλιν ἔκτισαν Ναύκρατιν οὐ πολὺ τῆς Σχεδίας ὕπερθεν.
在博尔比蒂农河口之后,延伸出一个更长的低矮沙质岬角,被称为“阿格诺斯之角”;接着是波塞斯的瞭望台和米利都人的城墙;因为在普萨米提科斯统治时期(这在米底人库亚克萨列斯时代),米利都人驾三十艘船在博尔比蒂农河口停泊,然后登岸筑起了上述建筑;随着时间的推移,他们逆流而上进入塞伊斯行省,在海战中击败了伊纳罗斯,在斯克迪亚上方不远处建立了奈克拉蒂斯城。
μετὰ δὲ τὸ τῶν Μιλησίων τεῖχος ἐπὶ τὸ Σεβεννυτικὸν προϊόντι στόμα λίμναι εἰσίν, ὧν ἡ ἑτέρα Βουτικὴ καλεῖται ἀπὸ Βούτου πόλεως, καὶ ἡ Σεβεννυτικὴ δὲ πόλις καὶ ἡ Σάις, μητρόπολις τῆς κάτω χώρας, ἐν ᾗ τιμῶσι τὴν Ἀθηνᾶν· ἐν δὲ τῷ ἱερῷ αὐτῆς ἡ θήκη κεῖται τοῦ Ψαμμιτίχου· περὶ δὲ τὴν Βοῦτον καὶ Ἑρμοῦ πόλις ἐν νήσῳ κειμένη· ἐν δὲ τῇ Βούτῳ Λητοῦς ἐστι μαντεῖον.
在米利都人的城墙之后,向塞本尼提科斯河口前行,有湖泊,其中一个因布托城而被称为布蒂克湖;还有塞本尼托斯城和下埃及的首府塞伊斯城(在其中他们尊崇阿典娜,在她的神殿里安放着普萨米提科斯的棺木);在布托附近还有赫尔莫波利斯城,坐落在一个岛上;在布托有勒托的神谕所。

词汇与语法注释

  1. 17.1.16ἐξιόντι — 关系与格(或判断与格),设想了一个走出坎诺普斯门的人。设立了“对于走出去的人来说,在右侧”的视觉基准点。
  2. 17.1.17αὐτοὺς ὑπὲρ ἑαυτῶν ἢ ἑτέρους — 对格主语 `αὐτού斯`(著名的人们自己)与 `ἑτέρους`(其他人,代理人)形成对比,并列作为不定式 `ἐγκοιμᾶσθαι` 的逻辑主语。前者指“为了他们自己而亲自留宿”,后者指“其他人”代表他们在此留宿。
  3. 17.1.17τῶν ... καταυλουμένων — 由动词 `πληθύει`(充满)支配的属格。`καταυλουμένων` 是 `καταυλέω`(吹长笛)的被动分词,意为“被长笛演奏伴奏”或“在长笛声中享乐”。
  4. 17.1.18προϊόντι — 关系与格(判断与格),用于设定旅行者的视角。表示“对于向塞本尼提科斯河口前行的人来说”这一地理空间上的相对关系。

引用这一段

斯特拉波, 地理学 §17.1.16-17.1.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.16-17.1.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。