Humanitext Reader

斯特拉波 · 地理学 §16.4.27

荷马史诗中的部族考证与阿拉伯的繁荣

第 541 段,共 577 段 · 希腊语

内容简介

斯特拉波讨论了荷马史诗中“西顿人”和“埃伦博斯人”等名称的地理与词源学解释(引用了波塞多尼乌斯等人的观点),并提及亚历山大大帝的征服计划作为阿拉伯繁荣的证据。

§16.4.27τοῦ δὲ ποιητοῦ λέγοντος Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβούς, διαποροῦσι·
然而,对于诗人所说的: “我来到了埃塞俄比亚人、西顿人和埃伦博斯人那里,” 人们争论不休。
καὶ περὶ τῶν Σιδονίων μέν, εἴτε τινὰς χρὴ λέγειν τῶν ἐν τῷ Περσικῷ κόλπῳ κατοικούντων, ὧν ἄποικοι οἱ παρʼ ἡμῖν Σιδώνιοι, καθάπερ καὶ Τυρίους τινὰς ἐκεῖ νησιώτας ἱστοροῦσι καὶ Ἀραδίους, ὧν ἀποίκους τοὺς παρʼ ἡμῖν φασιν, εἴτʼ αὐτοὺς τοὺς Σιδωνίους·
一方面,关于西顿人,我们是应该指居住在波斯湾沿岸的某些人(我们这里的西顿人就是他们的殖民者,正如他们记录那里的某些提洛人和阿拉多斯人为岛民,并说我们这里的西顿人是他们的殖民者一样),还是应该指西顿人自己。
ἀλλὰ μᾶλλον περὶ τῶν Ἐρεμβῶν ἡ ζήτησις, εἴτε τοὺς Τρωγλοδύτας ὑπονοητέον λέγεσθαι, καθάπερ οἱ τὴν ἐτυμολογίαν βιαζόμενοι ἀπὸ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν, ὅπερ ἐστὶν εἰς τὴν γῆν, εἴτε τοὺς Ἄραβας.
但更主要的争论是在于埃伦博斯人,我们是应该认为他们是指穴居人(正如那些强行从“进入大地(era)”,即“进入土中”来解释词源的人所说),还是指阿拉伯人。
ὁ μὲν οὖν Ζήνων ὁ ἡμέτερος μεταγράφει οὕτως καὶ Σιδονίους Ἄραβάς τε.
因此,我们的芝诺将文本改写为: “以及西顿人和阿拉伯人。
πιθανώτερον δὲ Ποσειδώνιος γράφει τῷ παρὰ μικρὸν ἀλλάξαι καὶ Σιδονίους καὶ Ἀραμβούς, ὡς τοῦ ποιητοῦ τοὺς νῦν Ἄραβας οὕτω καλέσαντος, καθάπερ καὶ ὑπὸ τῶν ἄλλων ὠνομάζοντο κατʼ αὐτόν.
” 但波塞多尼乌斯的写法更具说服力,他仅做了微小的修改: “以及西顿人和阿兰博斯人,” 这暗示诗人如此称呼现在的阿拉伯人,正如在他的时代其他人也是这样称呼他们一样。
φησὶ δὲ ταῦτα τρία ἔθνη συνεχῆ ἀλλήλοις ἱδρυμένα ὁμογένειάν τινα ἐμφαίνειν πρὸς ἄλληλα, καὶ διὰ το παρακειμένοις ὀνόμασι κεκλῆσθαι, τοὺς μὲν Ἀρμενίους τοὺς δὲ Ἀραμαίους τοὺς δὲ Ἀραμβούς·
他说这三个相互邻近居住的民族表现出某种共同的亲缘关系,因此被冠以相近的名字,一些是亚美尼亚人,一些是阿拉米人,一些是阿兰博斯人。
ὥσπερ δὲ ἀπὸ ἔθνους ὑπολαμβάνειν ἐστὶν εἰς τρία διῃρῆσθαι κατὰ τὰς τῶν κλιμάτων διαφορὰς ἀεὶ καὶ μᾶλλον ἐξαλλαττομένων, οὕτω καὶ τοῖς ὀνόμασι χρήσασθαι πλείοσιν ἀνθʼ ἑνός.
正如人们可以设想,由于气候的差异,随着其差异不断扩大,他们从一个民族分裂为三个,因此他们也开始使用多个名称来代替一个名称。
οὐδʼ οἱ Ἐρεμνοὺς γράφοντες πιθανοί· τῶν γὰρ Αἰθιόπων μᾶλλον ἴδιον.
那些写成“埃雷姆诺伊(黑人)”的人也同样不可信,因为这更属于埃塞俄比亚人的特征。
λέγει δὲ καὶ τοὺς Ἀρίμους ὁ ποιητής, οὕς φησι Ποσειδώνιος δέχεσθαι δεῖν μὴ τόπον τινὰ τῆς Συρίας ἢ τῆς Κιλικίας ἢ ἄλλης τινὸς γῆς, ἀλλὰ τὴν Συρίαν αὐτήν· Ἀραμαῖοι γὰρ οἱ ἐν αὐτῇ· τάχα δʼ οἱ Ἕλληνες Ἀριμαίους ἐκάλουν ἢ Ἀρίμους.
诗人还提到了“阿里莫伊”,波塞多尼乌斯说,我们不应该把这理解为叙利亚、基利家或任何其他地方的某个具体地点,而应该理解为叙利亚本身;因为居住在那里的是阿拉米人,也许希腊人称他们为阿里米人或阿里莫伊人。
αἱ δὲ τῶν ὀνομάτων μεταπτώσεις καὶ μάλιστα τῶν βαρβαρικῶν πολλαί· καθάπερ τὸν Δαριήκην Δαρεῖον ἐκάλεσαν, τὴν δὲ Φάρζιριν Παρύσατιν, Ἀταργάτιν δὲ τὴν Ἀθάραν· Δερκετὼ δʼ αὐτὴν Κτησίας καλεῖ.
名字的变异(尤其是蛮族的名字)是非常多的;正如他们把达里埃克斯称为“大流士”,把法尔济里斯称为“帕律萨蒂丝”,把阿塔拉加蒂斯称为“阿塔拉”(克特西亚斯称她为“德耳刻托”)一样。
τῆς δὲ τῶν Ἀράβων εὐδαιμονίας καὶ Ἀλέξανδρον ἄν τις ποιήσαιτο μάρτυρα τὸν διανοηθέντα, ὥς φασι, καὶ βασίλειον αὐτὴν ποιήσασθαι μετὰ τὴν ἐξ Ἰνδῶν ἐπάνοδον.
人们也可以把亚历山大作为阿拉伯人繁荣的见证人,因为据说他计划在从印度返回后将那里作为自己的皇宫所在地。
πᾶσαι μὲν οὖν αἱ ἐπιχειρήσεις αὐτοῦ κατελύθησαν τελευτήσαντος παραχρῆμα τὸν βίον· μία δʼ οὖν καὶ αὕτη τῶν ἐπιχειρήσεων ἦν, εἰ μὲν ἑκόντες παραδέχοιντο αὐτόν, εἰ δὲ μή, ὡς πολεμήσοντος·
然而,随着他随即去世,他所有的企图都破灭了;但这确实是他的企图之一,即如果他们自愿接受他便罢,否则就对他们发动战争。
καὶ δὴ ὁρῶν μήτε πρότερον μήθʼ ὕστερον πέμψαντας ὡς αὐτὸν πρέσβεις, παρεσκευάζετο πρὸς τὸν πόλεμον, ὥσπερ εἰρήκαμεν ἐν τοῖς ἔμπροσθεν.
事实上,由于看到他们在此之前和之后都没有派使节到他那里,他便准备发动战争,正如我们之前所说的那样。

词汇与语法注释

  1. §16.4.27διαποροῦσι — 主句动词,主语未明示,指荷马注释家或地理学家等“学者们”。前面的 `τοῦ δὲ ποιητοῦ λέγοντος ...` 是挂靠在该动词上的属格独立分词结构。
  2. §16.4.27εἴτε τινὰς χρὴ λέγειν ... εἴτʼ αὐτοὺς — 由 `εἴτε ... εἴτε ...` 引导的间接双重疑问句。不定式 `λέγειν` 在此被理解为“意指”或“指代”,以宾格的 `τινας` 和 `αὐτοὺς` 为其宾语。
  3. ¦p.1095¦ὑπολαμβάνειν ἐστὶν εἰς τρία διῃρῆσθαι — 无人称的 `ἐστίν`(表示能够,“可以……”)后接主动不定式 `ὑπολαμβάνειν`(“设想”),意为“可以设想”。这又支配着省略了主语的完成时被动不定式 `διῃρῆσθαι`(“被分为三个”)。
  4. ¦p.1095¦ἀνθʼ ἑνός — 介词 `ἀντί`(“代替”)支配属格 `ἑνός`(一个名称,或一个民族)。在此语境下,它描述了由于气候多样化,人们开始使用多个名称来代替单一的共同名称(或单一的祖先民族)。
  5. ¦p.1095¦Ἀταργάτιν δὲ τὴν Ἀθάραν — 此短语解释了专有名词的语音和形态变化。意为他们将“阿塔拉”(`τὴν Ἀθάραν`)称为“阿塔拉加蒂斯”(`Ἀταργάτιν`),反之亦然。冠词 `τὴν` 与 `Ἀθάραν` 连用,表明它被呈现为已知的、或更简单的原始形式。

引用这一段

斯特拉波, 地理学 §16.4.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.4.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。