Humanitext Reader

斯特拉波 · 地理学 §17.1.3

尼罗河的恩赐与埃及的水利及几何学

第 543 段,共 577 段 · 希腊语

内容简介

作者对比了埃及与埃塞俄比亚的自然和社交条件,详细阐述了埃及高度组织的社会结构、因土地测量而产生的几何学起源,以及其先进的水利管理技术如何确保无论尼罗河泛滥程度如何都能稳定农业产量。

§17.1.3Ἐρατοσθένης μὲν οὖν οὕτως.
埃拉托斯特尼的言论就到此为止。
δεῖ δὲ ἐπὶ πλέον εἰπεῖν καὶ πρῶτον τὰ περὶ τὴν Αἴγυπτον, ὅπως ἀπὸ τῶν γνωριμωτέρων ἐπὶ τὰ ἑξῆς προΐωμεν.
但我们必须更详细地阐述,而且首先是关于埃及的事项,以便我们能从较广为人知的事物向接下来的事物推进。
κοινὰ μὲν γάρ τινα καὶ ταύτῃ τῇ χώρᾳ καὶ τῇ συνεχεῖ καὶ ὑπὲρ αὐτὴν τῇ τῶν Αἰθιόπων ὁ Νεῖλος παρασκευάζει, ποτίζων τε αὐτὰς κατὰ τὰς ἀναβάσεις καὶ τοῦτʼ οἰκήσιμον αὐτῶν τὸ μέρος ἀπολείπων μόνον τὸ καλυπτόμενον ἐν ταῖς πλημμυρίσι, τὸ δʼ ὑπερδέξιον καὶ μετεωρότερον τοῦ ῥεύματος πᾶν ἀοίκητον διεξιὼν ἑκατέρωθεν καὶ ἔρημον διὰ τὴν αὐτὴν ἀνυδρίαν.
因为尼罗河在这片土地(埃及)以及与之相连且在其上游的埃塞俄比亚人的土地上,创造了某些共同的特征:在河水上涨时灌溉它们,并且在洪水泛滥时仅留下被淹没的那部分作为可居住之地,而对于两旁高于且超出水流的整个高地,则因同样缺水而作为无人居住的荒野穿流而过。
ἀλλὰ τὴν μὲν Αἰθιοπίαν οὔτε πᾶσαν διέξεισιν ὁ Νεῖλος οὔτε μόνος οὔτʼ ἐπʼ εὐθείας οὔτʼ οἰκουμένην καλῶς· τὴν δὲ Αἴγυπτον καὶ μόνος καὶ πᾶσαν καὶ ἐπʼ εὐθείας ἀπὸ τοῦ μικροῦ καταράκτου ὑπὲρ Συήνης καὶ Ἐλεφαντίνης ἀρξάμενος, οἵπερ εἰσὶν ὅροι τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, ἕως τῶν ἐπὶ θάλατταν ἐκβολῶν.
然而,尼罗河既不流经整个埃塞俄比亚,也不是独流,亦非笔直,更不是流经一个居住良好的国家;而对于埃及,它既是独流,又流经其全境,且呈直线,它起自塞恩和象岛上方的较小瀑布(这两处是埃及与埃塞俄比亚的边界),直到注入大海的河口。
καὶ μὴν οἵ γε Αἰθίοπες τὸ πλέον νομαδικῶς ζῶσι καὶ ἀπόρως διά τε τὴν λυπρότητα τῆς χώρας καὶ τὴν τῶν ἀέρων ἀσυμμετρίαν καὶ τὸν ἀφʼ ἡμῶν ἐκτοπισμόν, τοῖς δʼ Αἰγυπτίοις ἅπαντα τἀναντία συμβέβηκε·
况且,埃塞俄比亚人由于土地的贫瘠、气候的不调和以及与我们的遥隔,大体上过着游牧且贫困的生活;而对埃及人来说,发生的一切则完全相反。
καὶ γὰρ πολιτικῶς καὶ ἡμέρως ἐξ ἀρχῆς ζῶσι καὶ ἐν γνωρίμοις ἵδρυνται τόποις, ὥστε καὶ αἱ διατάξεις αὐτῶν μνημονεύονται·
因为他们自始就过着城邦式的、温和开化的生活,并定居在广为人知的地方,以至于他们的规制也都在记忆中留存了下来。
καὶ ἐπαινοῦνταί γε δοκοῦντες ἀξίως χρήσασθαι τῇ τῆς χώρας εὐδαιμονίᾳ, μερίσαντές τε εὖ καὶ ἐπιμεληθέντες.
他们因被认为适当地利用了国土的富庶而受到赞誉,因为他们做好了良好的分配和管理。
βασιλέα γὰρ ἀποδείξαντες τριχῆ τὸ πλῆθος διεῖλον καὶ τοὺς μὲν στρατιώτας ἐκάλεσαν τοὺς δὲ γεωργοὺς τοὺς δὲ ἱερέας·
因为他们在确立了君王之后,将民众分为三类,分别称为军人、农夫和祭司。
καὶ τοὺς μὲν τῶν ἱερῶν ἐπιμελητὰς τοὺς δʼ ἄλλους τῶν περὶ τὸν ἄνθρωπον· καὶ τοὺς μὲν ἐν τῷ πολέμῳ τοὺς δʼ ὅσα ἐν εἰρήνῃ, γῆν τε καὶ τέχνας ἐργαζομένων· ἀφʼ ὧνπερ καὶ αἱ πρόσοδοι συνήγοντο τῷ βασιλεῖ.
他们使一部分人负责神圣的事物,而使其他人负责与人相关的事物;使一部分人从事战争,而使其他人从事和平时期的事务,耕种土地并从事手工业,君王的税收正是从这些活动中筹集而来的。
οἱ δʼ ἱερεῖς καὶ φιλοσοφίαν ἤσκουν καὶ ἀστρονομίαν, ὁμιληταί τε τῶν βασιλέων ἦσαν.
祭司们还研习哲学和天文学,并且是君王的同伴。
ἡ δὲ χώρα τὴν μὲν πρώτην διαίρεσιν εἰς νομοὺς ἔσχε, δέκα μὲν ἡ Θηβαΐς, δέκα δʼ ἡ ἐν τῷ Δέλτα, ἑκκαίδεκα δʼ ἡ μεταξύ·
国土最初被划分为诺姆:底比斯地区有十个,三角洲地区有十个,两者之间的地区有十六个。
ὡς δέ τινες, τοσοῦτοι ἦσαν οἱ σύμπαντες νομοὶ ὅσαι αἱ ἐν τῷ λαβυρίνθῳ αὐλαί· αὗται δʼ ἐλάττους τῶν τριάκοντα·
但据某些人说,所有的诺姆总数与迷宫中的庭院数量一样多,而这些庭院少于三十个。
πάλιν δʼ οἱ νομοὶ τομὰς ἄλλας ἔσχον·
随后,这些诺姆又经历了其他的划分。
εἰς γὰρ τοπαρχίας οἱ πλεῖστοι διῄρηντο, καὶ αὗται δʼ εἰς ἄλλας τομάς· ἐλάχισται δʼ αἱ ἄρουραι μερίδες.
因为大多数诺姆被划分为托帕基,而这些地方区又被划分为其他部分,最小的份额是阿鲁拉。
ἐδέησε δὲ τῆς ἐπʼ ἀκριβὲς καὶ κατὰ λεπτὸν διαιρέσεως διὰ τὰς συνεχεῖς τῶν ὅρων συγχύσεις ἃς ὁ Νεῖλος ἀπεργάζεται κατὰ τὰς αὐξήσεις, ἀφαιρῶν καὶ προστιθεὶς καὶ ἐναλλάττων τὰ σχήματα καὶ τἆλλα σημεῖα ἀποκρύπτων οἷς διακρίνεται τό τε ἀλλότριον καὶ τὸ ἴδιον· ἀνάγκη δὴ ἀναμετρεῖσθαι πάλιν καὶ πάλιν.
而之所以需要这种精确而微细的划分,是因为尼罗河在上涨时不断造成边界的混淆,它冲刷和淤积土地,改变地形,并掩盖了用以区分他人财产与自己财产的其他标志;因此,不得不一次又一次地重新测量。
ἐντεῦθεν δὲ καὶ τὴν γεωμετρίαν συστῆναί φασιν, ὡς τὴν λογιστικὴν καὶ ἀριθμητικὴν παρὰ Φοινίκων διὰ τὰς ἐμπορίας.
据说,几何学正是由此产生,正如计算术和算数由于商业活动而产生于腓尼基人中一样。
τριχῆ δὲ διῄρητο ὥσπερ τὸ σύμπαν καὶ τὸ ἐν ἑκάστῳ τῷ νομῷ πλῆθος, εἰς τρία ἴσα μερισθείσης τῆς χώρας.
正如整个国家一样,每个诺姆中的民众也被分为三部分,而土地已被分成三个相等的部分。
ἡ δὲ περὶ τὸν ποταμὸν πραγματεία διαφέρει τοσοῦτον ὅσον τῇ ἐπιμελείᾳ νικᾶν τὴν φύσιν.
而关于这条河流的水利工程如此卓越,以至于其用心程度战胜了自然。
φύσει γὰρ πλείονα φέρει καρπὸν καὶ ποτισθεῖσα μᾶλλον φύσει δὲ καὶ ἡ μείζων ἀνάβασις τοῦ ποταμοῦ πλείω ποτίζει γῆν, ἀλλʼ ἡ ἐπιμέλεια πολλάκις καὶ τῆς φύσεως ἐξίσχυσεν ἐπιλιπούσης, ὥστε καὶ κατὰ τὰς ἐλάττους ἀναβάσεις τοσαύτην ποτισθῆναι γῆν ὅσην ἐν ταῖς μείζοσι, διά τε τῶν διωρύγων καὶ τῶν παραχωμάτων·
因为在自然状态下,土地在得到更多灌溉时会产出更多的作物;而在自然状态下,河流更大的上涨也会灌溉更多的土地。 但是,当自然不足时,人工管理往往也能发挥威力,从而通过运河和堤坝,使得在较小的上涨时,被灌溉的土地也能和较大上涨时一样多。
ἐπὶ γοῦν τῶν πρὸ Πετρωνίου χρόνων ἡ μεγίστη μὲν ἦν φορὰ καὶ ἀνάβασις, ἡνίκα ἐπὶ τεσσαρεσκαίδεκα πήχεις ἀνέβαινεν ὁ Νεῖλος, ἡνίκα δʼ ἐπʼ ὀκτώ, συνέβαινε λιμός· ἐπʼ ἐκείνου δὲ ἄρξαντος τῆς χώρας καὶ δώδεκα μόνον πληρώσαντος πήχεις τοῦ Νείλου μέτρου, μεγίστη ἦν ἡ φορά, καὶ ὀκτώ ποτε μόνον πληρώσαντος λιμοῦ οὐδεὶς ᾔσθετο.
至少在佩特罗尼乌斯之前的时代,当尼罗河上涨至十四库比特时,便是最大幅度的泛滥和最丰收的时期,而当它仅上涨到八库比特时,就会发生饥荒;但在他统治该地时,即使尼罗河水位仅达到十二库比特的刻度,也获得了最大的丰收,甚至有一次仅达到八库比特时,也没有人感到饥荒。
τοιαύτη μὲν ἡ διάταξις· τὰ δʼ ἑξῆς λέγωμεν νυνί.
以上便是这种规制;现在让我们来谈谈接下来的内容。

词汇与语法注释

  1. 17.1.3κοινὰ μὲν γάρ τινα καὶ ταύτῃ τῇ χώρᾳ καὶ τῇ συνεχεῖ καὶ ὑπὲρ αὐτὴν τῇ τῶν Αἰθιόπων ὁ Νεῖλος παρασκευάζει — 与格 `ταύτῃ τῇ χώρᾳ` 和 `τῇ ... τῇ τῶν Αἰθιόπων` 隶属于形容词 `κοινά`(共同的)。`ὑπὲρ αὐτήν` 中的 `αὐτήν` 指代埃及(`ταύτῃ τῇ χώρᾳ`)。
  2. 17.1.3γῆν τε καὶ τέχνας ἐργαζομένων — 这是动词 `ἐργάζομαι` 的现在分词属格复数阳性形 `ἐργαζομένων` 构成的属格绝对结构。其逻辑主语是前文的 `τοὺς δέ`(即农夫和手工业者等在和平时期从事生产的人)。
  3. 17.1.3διαφέρει τοσοῦτον ὅσον τῇ ἐπιμελείᾳ νικᾶν τὴν φύσιν — 这是一个相关结构 `τοσοῦτον ὅσον`(达到……那样的程度),后面接有表示程度或结果的不定式 `νικᾶν`。
  4. 17.1.3ἐπʼ ἐκείνου δὲ ἄρξαντος ... καὶ δώδεκα μόνον πληρώσαντος πήχεις ... μεγίστη ἦν ἡ φορά — 两个具有不同主语的属格绝对结构并列:`ἐκείνου... ἄρξαντος`(当彼统治时)和 `[τοῦ Νείλου]... πληρώσαντος`(当尼罗河涨满时),共同修饰主句。

引用这一段

斯特拉波, 地理学 §17.1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:17.1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。