§16.4.24συνέβαινε δὲ τοῦτο τοῦ μὲν βασιλέως τοῦ Ὀβόδα μὴ πολὺ φροντίζοντος τῶν κοινῶν καὶ μάλιστα τῶν κατὰ πόλεμον (κοινὸν δὲ τοῦτο πᾶσι τοῖς Ἀράβων βασιλεῦσιν), ἅπαντα δὲ ἐπὶ τῇ τοῦ ἐπιτρόπου ποιουμένου τοῦ Συλλαίου·
这件事之所以发生,是因为奥博达斯国王不太关心国事,尤其是战事(这是所有阿拉伯国王共同的特征),而是把一切都交由他的摄政叙莱乌斯掌管。
τούτου δʼ ἅπαντα δόλῳ στρατηγοῦντος καὶ ζητοῦντος, ὡς οἶμαι, κατοπτεῦσαι μὲν τὴν χώραν καὶ συνεξελεῖν τινας αὐτῶν πόλεις καὶ ἔθνη μετὰ τῶν Ῥωμαίων, αὐτὸν δὲ καταστῆναι κύριον ἁπάντων, ἀφανισθέντων ἐκείνων ὑπὸ λιμοῦ καὶ κόπου καὶ νόσων καὶ ἄλλων ὅσων δόλῳ παρεσκεύασεν ἐκεῖνος·
后者在整个战役中施展诡计,依我之见,他是想借罗马人之手刺探该地,并协助他们消灭其中一些城市和部族,而在他们(罗马人)因饥饿、疲劳、疾病以及他阴谋准备的其他一切灾祸而灭亡后,自己成为一切的主宰。
εἰς γοῦν τὴν Λευκὴν κώμην κατῆρεν, ἤδη στομακάκκῃ τε καὶ σκελοτύρβῃ πειραζομένης τῆς στρατιᾶς, ἐπιχωρίοις πάθεσι, τῶν μὲν περὶ τὸ στόμα τῶν δὲ περὶ τὰ σκέλη παράλυσίν τινα δηλούντων ἔκ τε τῶν ὑδρείων καὶ βοτανῶν.
总之,加卢斯在莱乌科·科梅靠岸,当时军队已经饱受口腔溃疡和足部瘫痪的折磨,这是当地的风土病,分别由于水源和草木引起,使一部分人的嘴部、另一部分人的腿部出现某种瘫痪。
ἠναγκάσθη γοῦν τό τε θέρος καὶ τὸν χειμῶνα διατελέσαι αὐτόθι τοὺς ἀσθενοῦντας ἀνακτώμενος.
因此,他被迫在那里度过了夏天和冬天,以便让病卒恢复。
ἐκ μὲν οὖν τῆς Λευκῆς κώμης εἰς Πέτραν, ἐντεῦθεν δʼ εἰς Ῥινοκόλουρα τῆς πρὸς Αἰγύπτῳ Φοινίκης τὰ φορτία κομίζεται κἀντεῦθεν εἰς τοὺς ἄλλους, νυνὶ δὲ τὸ πλέον εἰς τὴν Ἀλεξάνδρειαν τῷ Νείλῳ·
现在,货物从莱乌科·科梅运往佩特拉,再从那里运往靠近埃及的腓尼基的里诺科鲁拉,然后再运往其他国家,但现在大部分是通过尼罗河运往亚历山大港。
κατάγεται δʼ ἐκ τῆς Ἀραβίας καὶ τῆς Ἰνδικῆς εἰς Μυὸς ὅρμον· εἶθʼ ὑπέρθεσις εἰς Κοπτὸν τῆς Θηβαΐδος καμήλοις ἐν διώρυγι τοῦ Νείλου κειμένην· εἰς Ἀλεξάνδρειαν.
货物从阿拉伯和印度运抵缪斯·霍尔莫斯;然后用骆驼运往位于尼罗河运河上的底比斯地区的科普托斯,再运往亚历山大港。
πάλιν ἐκ τῆς Λευκῆς κώμης ὁ Γάλλος ἀναζεύξας τὴν στρατιὰν διὰ τοιούτων ᾔει χωρίων ὥστε καὶ ὕδωρ καμήλοις κομίζειν μοχθηρίᾳ τῶν ἡγεμόνων τῆς ὁδοῦ·
加卢斯再次率军从莱乌科·科梅出发,由于向导的险恶,他们行经的地区甚至连水都需要用骆驼运送。
διόπερ πολλαῖς ἡμέραις ἧκεν εἰς τὴν Ἀρέτα γῆν συγγενοῦς τῷ Ὀβόδᾳ·
因此,历经多日,他到达了奥博达斯的亲戚阿雷塔斯的领地。
ἐδέξατο μὲν οὖν αὐτὸν Ἀρέτας φιλικῶς καὶ δῶρα προσήνεγκεν, ἡ δὲ τοῦ Συλλαίου προδοσία κἀκείνην ἐποίησε τὴν χώραν δυσπόρευτον·
阿雷塔斯友好地接见了他并赠送了礼物,但叙莱乌斯的背叛使那个地方同样变得难以通行。
τριάκοντα γοῦν ἡμέραις διῆλθεν αὐτήν, ζειὰς καὶ φοίνικας ὀλίγους παρέχουσαν καὶ βούτυρον ἀντʼ ἐλαίου, διὰ τὰς ἀνοδίας·
实际上,由于没有道路,他花了三十天时间才穿过那里,而该地因为无路可走,只出产少量斯佩尔特小麦、少数椰枣,且用黄油代替橄榄油。
ἡ δʼ ἑξῆς ἣν ἐπῄει νομάδων ἦν καὶ ἔρημος τὰ πολλὰ ὡς ἀληθῶς, ἐκαλεῖτο δὲ Ἀραρηνή· βασιλεὺς δʼ ἦν Σάβως·
他接下来进入的地区属于游牧民,而且大部分确实是荒漠,被称为阿拉雷内,国王是萨博斯。
καὶ ταύτην ἀνοδίαις διῆλθε κατατρίψας ἡμέρας πεντήκοντα μέχρι πόλεως Νεγράνων καὶ χώρας εἰρηνικῆς τε καὶ ἀγαθῆς·
通过这个地方,他走着无路之途,耗费了五十天时间,才到达内格拉纳城以及和平富庶的土地。
ὁ μὲν οὖν βασιλεὺς ἔφυγεν, ἡ δὲ πόλις ἐξ ἐφόδου κατελήφθη·
国王逃跑了,该城在首次进攻中便被攻陷。
ἐκεῖθεν ἡμέραις ἓξ ἧκεν ἐπὶ τὸν ποταμόν συναψάντων δʼ αὐτόθι τῶν βαρβάρων εἰς μάχην, περὶ μυρίους αὐτῶν ἔπεσον τῶν δὲ Ῥωμαίων δύο·
从那里出发,他在六天内到达了一条河边。
ἐχρῶντο γὰρ ἀπείρως τοῖς ὅπλοις ἀπόλεμοι τελέως ὄντες, τόξοις τε καὶ λόγχαις ξίφεσι καὶ σφενδόναις, οἱ πλεῖστοι δʼ αὐτῶν ἀμφιστόμοις πελέκεσιν·
蛮族在那里交战,他们中约有一万人战死,而罗马人仅损失了两人;因为他们完全不善战,且不会使用武器,仅使用弓箭、长矛、剑和投石器,他们中大多数人使用的是双刃斧。
εὐθὺς δὲ καὶ τὴν πόλιν εἷλε καλουμένην Ἀσκᾶ * συλληφθεῖσαν ὑπὸ τοῦ βασιλέως.
紧接着,他还占领了被称为阿斯卡的城市,该城曾被国王夺取。
ἐντεῦθεν εἰς Ἄθρουλα πόλιν ἧκε, κρατήσας αὐτῆς ἀκονιτὶ φρουρὰν ἐμβαλὼν καὶ παρασκευάσας σίτου καὶ φοινίκων εἰς πόλιν Μαρίαβα προῆλθεν ἔθνους τοῦ Ῥαμμανιτῶν, οἳ ἦσαν ὑπὸ Ἰλασάρῳ.
从那里他来到了阿特鲁拉城,未遇抵抗便占领了它,并在驻军、筹备了小麦和椰枣之后,向兰马尼泰人部族的马里亚巴城进军,该城在伊拉萨鲁斯统治之下。
ἓξ μὲν οὖν ἡμέρας προσβαλὼν ἐπολιόρκει, λειψυδρίας δʼ οὔσης ἀπέστη·
他连续六天发起进攻并予以围困,但因缺水而放弃。
δύο μὲν οὖν ἡμερῶν ὁδὸν ἀπέσχε τῆς ἀρωματοφόρου, καθάπερ τῶν αἰχμαλώτων ἀκούειν ἦν.
正如从俘虏口中得知的那样,他距离产香料之地仅有两天的路程。
ἓξ δὲ μηνῶν χρόνον ἐν ταῖς ὁδοῖς κατέτριψε φαύλως ἀγόμενος·
但他因为被误导而在路上耗费了六个月的时间。
ἔγνω δʼ ἀναστρέφων, ὀψὲ τὴν ἐπιβουλὴν καταμαθὼν καὶ καθʼ ἑτέρας ὁδοὺς ἐπανελθών·
在过迟地察觉到阴谋后,他决定折返,并沿其他道路返回。
ἐναταῖος μὲν γὰρ εἰς Νέγρανα ἧκεν ὅπου ἡ μάχη συμβεβήκει, ἑνδεκαταῖος δʼ ἐκεῖθεν εἰς Ἑπτὰ φρέατα καλούμενα ἀπὸ τοῦ συμβεβηκότος·
事实上,他在第九天到达了发生过战斗的内格拉纳,从那里出发的第十一天,他到达了因其情况而被简称为“七井”的地方。
ἐντεῦθεν ἤδη διʼ εἰρηνικῆς εἰς Χάαλλα κώμην καὶ πάλιν ἄλλην Μαλόθαν πρὸς ποταμῷ κειμένην ἀφικνεῖται·
从那里,他穿过和平的土地,到达了哈阿拉村,接着又到了位于河畔的另一个村庄马洛塔。
εἶτα διʼ ἐρήμης ὀλίγα ὑδρεῖα ἐχούσης ὁδὸς μέχρι Ἐγρᾶς κώμης·
然后,穿过一条水源稀少的荒漠之路,一直延伸到埃格拉村。
ἔστι δὲ τῆς Ὀβόδα· κεῖται δʼ ἐπὶ θαλάττης·
这里属于奥博达斯,位于海滨。
τὴν δὲ πᾶσαν ὁδὸν ἑξηκοσταῖος ἐξήνυσε κατὰ τὴν ἐπάνοδον, ἀναλώσας ἓξ μῆνας ἐν τῇ ἐξ ἀρχῆς ὁδῷ·
他在回程中仅用六十天就走完了全程,而最初的去程却花费了六个月。
ἐντεῦθεν δʼ ἐπεραίωσε τὴν στρατιὰν ἑνδεκαταῖος εἰς Μυὸς ὅρμον, εἶθʼ ὑπερθεὶς εἰς Κοπτὸν μετὰ τῶν σωθῆναι δυναμένων κατῆρεν εἰς Ἀλεξάνδρειαν·
从那里,他在第十一天将军队渡到缪斯·霍尔莫斯,然后转移到科普托斯,并与幸存者一起抵达亚历山大港。
τοὺς δʼ ἄλλους ἀπέβαλεν, οὐχ ὑπὸ πολεμίων ἀλλὰ νόσων καὶ κόπων καὶ λιμοῦ καὶ μοχθηρίας τῶν ὁδῶν· ἐπεὶ κατὰ πόλεμον ἑπτά γε μόνους διαφθαρῆναι συνέβη, διʼ ἃς αἰτίας οὐδʼ ἐπὶ πολὺ πρὸς τὴν γνῶσιν τῶν τόπων ὤνησεν ἡ στρατεία αὕτη·
他失去了其余的人,不是因为敌人,而是因为疾病、疲劳、饥饿和恶劣的路况;因为在战斗中仅有七人丧生。
μικρὰ δʼ ὅμως συνήργησεν.
由于这些原因,这次远征对于增进对这些地方的认识并没有太大帮助,但无论如何还是提供了一些微小的帮助。
ὁ δʼ αἴτιος τούτων ὁ Συλλαῖος ἔτισε δίκας ἐν Ῥώμῃ, προσποιούμενος μὲν φιλίαν ἐλεγχθεὶς δὲ πρὸς ταύτῃ τῇ πονηρίᾳ καὶ ἄλλα κακουργῶν καὶ ἀποτμηθεὶς τὴν κεφαλήν.
造成这些后果的叙莱乌斯在罗马受到了惩罚;他虽然假装友好,但不仅这一恶行被揭穿,还被证实犯有其他罪行,最终被斩首处决。