Humanitext Reader

斯特拉波 · 地理学 §16.4.25-16.4.26

幸福阿拉伯的习俗与纳巴泰人的社会生活

第 540 段,共 577 段 · 希腊语

内容简介

本段介绍了幸福阿拉伯地区的地理及婚姻亲属习俗(特别是一位公主的奇特轶事),随后阐述了纳巴泰人的自律生活、亲民的君主制、进出口贸易物产、独特的丧葬观念以及屋顶太阳崇拜。

§16.4.25τὴν μὲν οὖν ἀρωματοφόρον διαιροῦσιν εἰς τέτταρας μερίδας, ὥσπερ εἰρήκαμεν·
确实,如我们所说,他们将产香料的土地分为四个部分。
τῶν ἀρωμάτων δὲ λίβανον μὲν καὶ σμύρναν ἐκ δένδρων γίνεσθαί φασι, κασίαν δὲ καὶ ἐκ θάμνων·
在香料中,他们说乳香和没药产自树木,而肉桂也产自灌木。
τινὲς δὲ τὴν πλείω ἐξ Ἰνδῶν εἶναι, τοῦ δὲ λιβάνου βέλτιστον τὸν πρὸς τῇ Περσίδι.
有些人说大部分香料来自印度,而最好的乳香是波斯附近的。
κατʼ ἄλλην δὲ διαίρεσιν σύμπασαν τὴν εὐδαίμονα πενταχῆ σχίζουσιν εἰς βασιλείας, ὧν ἡ μὲν τοὺς μαχίμους ἔχει καὶ προαγωνιστὰς ἁπάντων, ἡ δὲ τοὺς γεωργοὺς παρʼ ὧν ὁ σῖτος εἰς τοὺς ἄλλους εἰσάγεται, ἡ δὲ τοὺς βαναυσοτεχνοῦντας, καὶ ἡ μὲν σμυρνοφόρος, ἡ δὲ λιβανωτοφόρος· αἱ δʼ αὐταὶ καὶ τὴν κασίαν καὶ τὸ κιννάμωμον καὶ τὴν νάρδον φέρουσι·
根据另一种划分,他们将整个幸福阿拉伯分裂为五个王国,其中一个王国拥有战士和所有人的先锋,另一个王国拥有农夫(其他人的粮食就是从他们那里输入的),另一个王国拥有手工业者;一个王国出产没药,另一个出产乳香;尽管这些相同的国家也出产肉桂、肉桂和纳德香。
παρʼ ἀλλήλων δʼ οὐ μεταφοιτᾷ τὰ ἐπιτηδεύματα, ἀλλʼ ἐν τοῖς πατρίοις διαμένουσιν ἕκαστοι.
职业并不在彼此之间转换,而是每个人都留守在祖传的行业中。
οἶνος δʼ ἐκ φοινίκων ὁ πλείων.
他们的酒大部分是用椰枣制成的。
ἀδελφοὶ τιμιώτεροι τῶν τέκνων·
兄弟比子女更受尊重。
κατὰ πρεσβυγένειαν καὶ βασιλεύουσιν οἱ ἐκ τοῦ γένους καὶ ἄλλας ἀρχὰς ἄρχουσι·
王室成员根据长幼顺序继承王位并担任其他官职。
κοινὴ κτῆσις ἅπασι τοῖς συγγενέσι, κύριος δὲ ὁ πρεσβύτατος·
财产是所有亲属共有的,而最年长的人是管理者。
μία δὲ καὶ γυνὴ πᾶσιν, ὁ δὲ φθάσας εἰσιὼν μίγνυται προθεὶς τῆς θύρας τὴν ῥάβδον· ἑκάστῳ γὰρ δεῖν ῥαβδοφορεῖν ἔθος·
所有人也共用一个妻子,谁先到就进去与她同居,但必须先在门前放上自己的手杖;因为每个人携带手杖是他们的习惯。
νυκτερεύει δὲ παρὰ τῷ πρεσβυτάτῳ· διὸ καὶ πάντες ἀδελφοὶ πάντων εἰσί·
但她在最年长者那里过夜;因此,所有人都是所有人的兄弟。
μίγνυνται δὲ καὶ μητράσι·
他们也与母亲同居。
μοιχῷ δὲ ζημία θάνατος· μοιχὸς δʼ ἐστὶν ὁ ἐξ ἄλλου γένους.
对奸夫的惩罚是死刑;而奸夫是指来自另一个家族的人。
θυγάτηρ δὲ τῶν βασιλέων τινὸς θαυμαστὴ τὸ κάλλος, ἔχουσα ἀδελφοὺς πεντεκαίδεκα ἐρῶντας αὐτῆς πάντας, καὶ διὰ τοῦτʼ ἀδιαλείπτως ἄλλον ἐπʼ ἄλλῳ παριόντα ὡς αὐτήν, κάμνουσα ἤδη παραδέδοται νοήματι χρήσασθαι τοιούτῳ·
一位国王的女儿,长得美妙绝伦,她有十五名兄弟,他们都爱慕她,因此接连不断地一个接一个地拜访她。 最后,她疲惫不堪,据说设计了以下计策。
ποιησαμένη ῥάβδους ὁμοίας ταῖς ἐκείνων, ὅτʼ ἐξίοι παρʼ αὐτῆς τις, ἀεί τινα προὐτίθει τῆς θύρας τὴν ὁμοίαν ἐκείνῃ, καὶ μικρὸν ὕστερον ἄλλην, εἶτʼ ἄλλην, στοχαζομένη ὅπως μὴ ἐκείνῃ τὴν παραπλησίαν ἔχοι ὁ μέλλων προσιέναι·
她做了与他们相似的手杖,每当有人从她那里出去时,她总是在门前放一根与他相似的手杖,过了一会儿又放一根,然后再放一根,目的是不让下一个准备接近的人拥有与门前显示的手杖相似的手杖。
καὶ δὴ πάντων ποτὲ κατʼ ἀγορὰν ὄντων, ἕνα προσιόντα τῇ θύρᾳ καὶ ἰδόντα τὴν ῥάβδον, ἐκ μὲν ταύτης εἰκάσαι διότι παρʼ αὐτήν τις εἴη· ἐκ δὲ τοῦ τοὺς ἀδελφοὺς πάντας ἐν τῇ ἀγορᾷ καταλιπεῖν ὑπονοῆσαι μοιχόν·
确实,有一次当他们都在市场时,其中一个人走到门口,看到手杖,由此推测有人和她在一起;而由于他把所有的兄弟都留在市场,他怀疑那是一个奸夫。
δραμόντα δὲ πρὸς τὸν πατέρα καὶ ἐπαγαγόντα ἐκεῖνον ἐλεγχθῆναι καταψευσάμενον τῆς ἀδελφῆς.
于是他跑到父亲那里,把他带到那里,结果却被证实是对他的姐妹进行了诬告。
§16.4.26σώφρονες δʼ εἰσὶν οἱ Ναβαταῖοι καὶ κτητικοί, ὥστε καὶ δημοσίᾳ τῷ μὲν μειώσαντι τὴν οὐσίαν ζημία κεῖται, τῷ δʼ αὐξήσαντι τιμαί.
纳巴泰人节制而有私产心,因此即使在公共场合,对于减少财产的人也会处以罚款,而对于增加财产的人则给予荣誉。
ὀλιγόδουλοι δʼ ὄντες ὑπὸ τῶν συγγενῶν διακονοῦνται τὸ πλέον ἢ ὑπʼ ἀλλήλων ἢ αὐτοδιάκονοι, ὥστε καὶ μέχρι τῶν βασιλέων διατείνειν τὸ ἔθος.
由于奴隶很少,他们大部分由亲属服侍,或者互相服侍,或者自理;这种习惯甚至延伸到国王身上。
συσσίτια δὲ ποιοῦνται κατὰ τρισκαίδεκα ἀνθρώπους, μουσουργοὶ δὲ δύο τῷ συμποσίῳ ἑκάστῳ.
他们每十三个人举行一次共餐,每次宴会有两名乐师。
ὁ δὲ βασιλεὺς ἐν οἴκῳ μεγάλῳ πολλὰ συνέχει συμπόσια· πίνει δʼ οὐδεὶς πλέον τῶν ἕνδεκα ποτηρίων ἄλλῳ καὶ ἄλλῳ χρυσῷ ἐκπώματι.
国王在大房子里举行许多宴会;但没有人喝超过十一杯,每次使用不同的金杯。
οὕτω δʼ ὁ βασιλεύς ἐστι δημοτικὸς ὥστε πρὸς τῷ αὐτοδιακόνῳ καί ποτʼ ἀντιδιάκονον τοῖς ἄλλοις καὶ αὐτὸν γίνεσθαι·
国王非常平民化,以至于除了自理之外,有时甚至轮流为其他人服务。
πολλάκις δὲ καὶ ἐν τῷ δήμῳ δίδωσιν εὐθύνας, ἔσθʼ ὅτε καὶ ἐξετάζεται τὰ περὶ τὸν βίον·
他也经常在民众大会上交账,有时甚至他的私人生活也会受到审查。
οἰκήσεις δὲ διὰ λίθου πολυτελεῖς, αἱ δὲ πόλεις ἀτείχιστοι διʼ εἰρήνην·
他们的住所是用昂贵的石头建造的,但由于和平,他们的城市没有围墙。
εὔκαρπος ἡ πολλὴ πλὴν ἐλαίου, χρῶνται δὲ σησαμίνῳ.
大部分土地肥沃,除了橄榄;他们改用芝麻油。
πρόβατα λευκότριχα, βόες μεγάλοι, ἵππων ἄφορος ἡ χώρα· κάμηλοι δὲ τὴν ὑπουργίαν ἀντʼ ἐκείνων παρέχονται·
他们的绵羊长着白毛,牛体型巨大;该国不产马,但骆驼代替它们提供服务。
ἀχίτωνες δʼ ἐν περιζώμασι καὶ βλαυτίοις προΐασι καὶ οἱ βασιλεῖς, ἐν πορφύρᾳ δʼ οὗτοι·
他们不穿内衣出门,只系腰带和穿凉鞋,甚至国王也这样做,尽管国王穿紫色衣服。
εἰσαγώγιμα δʼ ἐστὶ τὰ μὲν τελέως τὰ δʼ οὐ παντελῶς, ἄλλως τε καὶ ἐπιχωριάζει, καθάπερ χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν ἀρωμάτων· χαλκὸς δὲ καὶ σίδηρος καὶ ἔτι πορφυρᾶ ἐσθὴς στύραξ κρόκος κοστάρια τόρευμα γραφὴ πλάσμα οὐκ ἐπιχώρια·
有些东西完全是进口的,有些则不完全,特别是那些在本地生产的东西,如金、银和大部分香料;而黄铜、铁、紫色衣服、苏合香、番红花、木香、浮雕作品、画作和模制神像是本地不生产的。
ἴσα κοπρίαις ἡγοῦνται τὰ νεκρὰ σώματα, καθάπερ Ἡράκλειτός φησι νέκυες κοπρίων ἐκβλητότεροι. διὸ καὶ παρὰ τοὺς κοπρῶνας κατορύττουσι καὶ τοὺς βασιλεῖς.
他们认为尸体不比粪便好,正如赫拉克利特所说:“尸体比粪便更适合被扔掉”;因此,他们甚至把国王埋在粪堆旁。
ἥλιον τιμῶσιν ἐπὶ τοῦ δώματος ἱδρυσάμενοι βωμόν, σπένδοντες ἐν αὐτῷ καθʼ ἡμέραν καὶ λιβανωτίζοντες.
他们崇拜太阳,在屋顶上建一座祭坛,每天在上面浇奠酒,并烧乳香。

词汇与语法注释

  1. §16.4.25παραδέδοται — 直陈式完成时被动语态单数第三人称,意为“据传/据说”。主语是“公主(θυγάτηρ)”,后接不定式 `χρήσασθαι`,构成传闻叙述的句式。
  2. §16.4.25εἰκάσαι — 与随后的 `ὑπονοῆσαι` 和 `ἐλεγχθῆναι` 一样,此不定式用于间接引语(传闻叙述)中。它们受主控动词“据传”(`παραδέδοται`)的支配,表明这一系列逸事并非客观陈述,而是作为流传的故事被讲述。
  3. §16.4.26ὥστε καὶ μέχρι τῶν βασιλέων διατείνειν τὸ ἔθος — 由连词 `ὥστε` 配合不定式 `διατείνειν` 引导的结果从句(意为“以至于……”)。它表明主句中“由于奴隶较少而互相服侍或自理”的社会状况所带来的实际结果,即该风俗甚至影响到了国王本身。

引用这一段

斯特拉波, 地理学 §16.4.25-16.4.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.4.25-16.4.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。