Humanitext Reader

斯特拉波 · 地理学 §16.4.21-16.4.23

纳巴泰首都佩特拉与加卢斯的阿拉伯远征

第 538 段,共 577 段 · 希腊语

内容简介

本段落描绘了纳巴泰人首都佩特拉得天独厚的堡垒地形与良好的统治体制,随后叙述了罗马皇帝奥古斯都派遣埃利乌斯·加卢斯远征阿拉伯的动机,以及因纳巴泰摄政叙莱乌斯的背叛而导致远征初期的艰难困苦。

§16.4.21πρῶτοι δʼ ὑπὲρ τῆς Συρίας Ναβαταῖοι καὶ Σαβαῖοι τὴν εὐδαίμονα Ἀραβίαν νέμονται, καὶ πολλάκις κατέτρεχον αὐτῆς πρὶν ἢ Ῥωμαίων γενέσθαι· νῦν δὲ κἀκεῖνοι Ῥωμαίοις εἰσὶν ὑπήκοοι καὶ Σύροι.
首先,在叙利亚之上,纳巴泰人和萨巴人占领着“幸福的阿拉伯”,并在其归属罗马人之前经常袭击该地;而现在他们和叙利亚人都臣服于罗马人。
μητρόπολις δὲ τῶν Ναβαταίων ἐστὶν ἡ Πέτρα καλουμένη· κεῖται γὰρ ἐπὶ χωρίου τἆλλα ὁμαλοῦ καὶ ἐπιπέδου, κύκλῳ δὲ πέτρᾳ φρουρουμένου τὰ μὲν ἐκτὸς ἀποκρήμνου καὶ ἀποτόμου τὰ δʼ ἐντὸς πηγὰς ἀφθόνους ἔχοντος εἴς τε ὑδρείαν καὶ κηπείαν.
纳巴泰人的首都是被称为佩特拉的城市;因为该城坐落在一个其他方面平坦均匀的土地上,但四周由岩石护卫,外侧险峻陡峭,内侧则拥有用于供水和园艺的充足水源。
ἔξω δὲ τοῦ περιβόλου χώρα ἔρημος ἡ πλείστη καὶ μάλιστα ἡ πρὸς Ἰουδαίᾳ· ταύτῃ δὲ καὶ ἐγγυτάτω ἐστὶ τριῶν ἢ τεττάρων ὁδὸς ἡμερῶν εἰς Ἱερικοῦντα, εἰς δὲ τὸν φοινικῶνα πέντε.
在城墙圈外,大部分土地都是荒漠,尤其是靠近犹太的那一部分;由此前往耶利哥最近只有三到四天的行程,前往椰枣林则需五天。
βασιλεύεται μὲν οὖν ὑπό τινος ἀεὶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους, ἔχει δʼ ὁ βασιλεὺς ἐπίτροπον τῶν ἑταίρων τινὰ καλούμενον ἀδελφόν·
国家始终由王室成员中的某人统治,但国王有一位从其同伴中选出的摄政,被称为“兄弟”。
σφόδρα δʼ εὐνομεῖται· γενόμενος γοῦν παρὰ τοῖς Πετραίοις Ἀθηνόδωρος, ἀνὴρ φιλόσοφος καὶ ἡμῖν ἑταῖρος, διηγεῖτο θαυμάζων· εὑρεῖν γὰρ ἐπιδημοῦντας ἔφη πολλοὺς μὲν Ῥωμαίων πολλοὺς δὲ καὶ τῶν ἄλλων ξένων· τοὺς μὲν οὖν ξένους ὁρᾶν κρινομένους πολλάκις καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἐπιχωρίους, τῶν δʼ ἐπιχωρίων οὐδένας ἀλλήλοις ἐγκαλοῦντας, ἀλλὰ τὴν πᾶσαν εἰρήνην ἄγοντας πρὸς ἑαυτούς.
该国治理得极好;无论如何,曾造访过佩特拉人的哲学家、也是我们的友人阿特诺多罗斯曾带着赞叹讲述说:他发现有许多罗马人和其他外邦人在那里定居;他看到这些外邦人经常在彼此之间以及与当地人之间诉讼,但当地人却绝不互相控告,而是彼此保持着完全的和平。
§16.4.22πολλὰ δὲ καὶ ἡ τῶν Ῥωμαίων ἐπὶ τοὺς Ἄραβας στρατεία νεωστὶ γενηθεῖσα ἐφʼ ἡμῶν, ὧν ἡγεμὼν ἦν Αἴλιος Γάλλος, διδάσκει τῶν τῆς χώρας ἰδιωμάτων.
此外,在我们这个时代最近发生的罗马人针对阿拉伯人的远征——其统帅是埃利乌斯·加卢斯——也使我们对该土地的诸多特征有了很多了解。
τοῦτον δʼ ἔπεμψεν ὁ Σεβαστὸς Καῖσαρ διαπειρασόμενον τῶν ἐθνῶν καὶ τῶν τόπων τούτων τε καὶ τῶν Αἰθιοπικῶν, ὁρῶν τήν τε Τρωγλοδυτικὴν τὴν προσεχῆ τῇ Αἰγύπτῳ γειτονεύουσαν τούτοις, καὶ τὸν Ἀράβιον κόλπον στενὸν ὄντα τελέως τὸν διείργοντα ἀπὸ τῶν Τρωγλοδυτῶν τοὺς Ἄραβας· προσοικειοῦσθαι δὴ διενοήθη τούτους ἢ καταστρέφεσθαι·
奥古斯都·凯撒派遣他去探察这些部族和地方,以及埃塞俄比亚人的部族和地方,因为他看到与埃及相连的特罗格洛迪提卡地区与这些地方相邻,且将阿拉伯人与特罗格洛迪特人分开的阿拉伯湾极窄;因此他决心要么拉拢这些人,要么征服他们。
ἦν δέ τι καὶ τὸ πολυχρημάτους ἀκούειν ἐκ παντὸς χρόνου, πρὸς ἄργυρον καὶ χρυσὸν τὰ ἀρώματα διατιθεμένους καὶ τὴν πολυτελεστάτην λιθείαν, ἀναλίσκοντας τῶν λαμβανομένων τοῖς ἔξω μηδέν· ἢ γὰρ φίλοις ἤλπιζε πλουσίοις χρήσεσθαι ἢ ἐχθρῶν κρατήσειν πλουσίων·
还有一个因素是,他自古以来便听说他们极其富庶,他们用香料和最贵重的宝石换取白银和黄金,却不把得到的东西分文花在外部人身上;因为他希望要么拥有富裕的朋友,要么征服富裕的敌人。
ἐπῇρε δʼ αὐτὸν καὶ ἡ παρὰ τῶν Ναβαταίων ἐλπὶς φίλων ὄντων καὶ συμπράξειν ἅπανθʼ ὑπισχνουμένων.
而来自作为朋友并允诺在一切事上予以协作的纳巴泰人的期望,也促使了他下定决心。
§16.4.23ἐπὶ τούτοις μὲν οὖν ἔστειλε τὴν στρατείαν ὁ Γάλλος.
因此,加卢斯派遣了远征军。
ἐξηπάτησε δʼ αὐτὸν ὁ τῶν Ναβαταίων ἐπίτροπος Συλλαῖος, ὑποσχόμενος μὲν ἡγήσεσθαι τὴν ὁδὸν καὶ χορηγήσειν ἅπαντα καὶ συμπράξειν, ἅπαντα δʼ ἐξ ἐπιβουλῆς πράξας, καὶ οὔτε παράπλουν ἀσφαλῆ μηνύων οὔθʼ ὁδόν, ἀλλὰ ἀνοδίαις καὶ κυκλοπορίαις καὶ πάντων ἀπόροις χωρίοις ἢ ῥαχίαις ἀλιμένοις παραβάλλων ἢ χοιράδων ὑφάλων μεσταῖς ἢ τεναγώδεσι·
但是,纳巴泰人的摄政叙莱乌斯欺骗了他,叙莱乌斯虽然许诺要指引道路、提供一切并予以协作,却在一切事上暗施阴谋,既不指明安全的航线,也不指明安全的路途,而是把他们引入无路可走之地、迂回弯路、极其险恶的地区,或者没有港口的礁石海岸、布满暗礁之处以及沼泽地。
πλεῖστον δὲ αἱ πλημμυρίδες ἐλύπουν ἐν τοιούτοις καὶ ταῦτα χωρίοις καὶ αἱ ἀμπώτεις.
在这样的地方,尤其是这样的情况下,涨潮和退潮给他们带来了最大的痛苦。
πρῶτον μὲν δὴ τοῦθʼ ἁμάρτημα συνέβη τὸ μακρὰ κατασκευάσασθαι πλοῖα, μηδενὸς ὄντος μηδʼ ἐσομένου κατὰ θάλατταν πολέμου. οὐδὲ γὰρ κατὰ γῆν σφόδρα πολεμισταί εἰσιν ἀλλὰ κάπηλοι μᾶλλον οἱ Ἄραβες καὶ ἐμπορικοί, μήτι γε κατὰ θάλατταν·
首先发生的错误是建造了长船,尽管海上根本没有战争,将来也不会有;因为阿拉伯人甚至在陆地上也根本不是战士,而更多是零售商和贸易商,在海上就更不用说了。
ὁ δʼ οὐκ ἔλαττον ὀγδοήκοντα ἐναυπηγήσατο δίκροτα καὶ τριήρεις καὶ φασήλους κατὰ Κλεοπατρίδα τὴν πρὸς τῇ παλαιᾷ διώρυγι τῇ ἀπὸ τοῦ Νείλου.
然而,他在靠近尼罗河旧运河的克莱奥帕特里斯建造了不少于八十艘双层桨船、三层桨船和轻舟。
γνοὺς δὲ διεψευσμένος ἐναυπηγήσατο σκευαγωγὰ ἑκατὸν καὶ τριάκοντα, οἷς ἔπλευσεν ἔχων περὶ μυρίους πεζοὺς τῶν ἐκ τῆς Αἰγύπτου Ῥωμαίων καὶ τῶν συμμάχων, ὧν ἦσαν Ἰουδαῖοι μὲν πεντακόσιοι Ναβαταῖοι δὲ χίλιοι μετὰ τοῦ Συλλαίου.
当他发现自己被骗后,又建造了一百三十艘运货船,并率领约一万名来自埃及的罗马士兵及盟军步兵起航,其中有五百名犹太人和一千名随叙莱乌斯而来的纳巴泰人。
πολλὰ δὲ παθὼν καὶ ταλαιπωρηθεὶς πεντεκαιδεκαταῖος ἧκεν εἰς Λευκὴν κώμην τῆς Ναβαταίων γῆς, ἐμπόριον μέγα, πολλὰ τῶν πλοίων ἀποβαλὼν (ὧν ἔνια καὶ αὔτανδρα) ὑπὸ δυσπλοίας, πολεμίου δʼ οὐδενός·
在历经磨难和艰辛之后,他在第十五天抵达了纳巴泰人土地上的巨大商埠莱乌科·科梅,但由于航行艰难,他损失了许多船只(其中有些甚至全员覆没),而并非因为任何敌人。
τοῦτο δʼ ἀπειργάσατο ἡ τοῦ Συλλαίου κακία τοῦ πεζῇ φήσαντος ἀνόδευτα εἶναι στρατοπέδοις εἰς τὴν Λευκὴν κώμην, εἰς ἣν καὶ ἐξ ἧς οἱ καμηλέμποροι τοσούτῳ πλήθει ἀνδρῶν καὶ καμήλων ὁδεύουσιν ἀσφαλῶς καὶ εὐπόρως εἰς Πέτραν ἐκ Πέτρας, ὥστε μὴ διαφέρειν μηδὲν στρατοπέδου.
这是由于叙莱乌斯的恶毒所致,他曾声称陆路对于军队前往莱乌科·科梅是无法通行的,而实际上骆驼商队携带着如此众多的男丁和骆驼,安全且轻易地往返于佩特拉,其规模与军队无异。

词汇与语法注释

  1. 16.4.21ὑπὲρ τῆς Συρίας — 介词 ὑπέρ 搭配属格,在此表示在地理上位于叙利亚上方(以南或内陆)的邻近地区。
  2. 16.4.21κατέτρεχον αὐτῆς — 动词 κατατρέχω 支配属格宾语。关于 αὐτῆς 的先行词,虽然在理论上可以是指前文的“幸福的阿拉伯”,但结合后文“现在他们和叙利亚人都臣服于罗马人”的历史对比,将其解释为“叙利亚”在逻辑上更为连贯。
  3. 16.4.21τὰ μὲν ἐκτὸς ἀποκρήμνου... τὰ δʼ ἐντὸς... ἔχοντος — 修饰名词 χωρίου 的一系列分词短语。紧随 κύκλῳ δὲ πέτρᾳ φρουρουμένου 之后,通过宾格中性复数的副词性表达(τὰ μὲν ἐκτός... τὰ δʼ ἐντός...)详细说明了该地形的双重特征。分词 ἔχοντος 为属格中性单数,与 χωρίου 一致。
  4. 16.4.22ἀκούειν — 该不定式具有名词性功能,充当主句动词 ἦν 的主语或补语成分。其句法结构表明,“(凯撒)自古以来听说……”是促成其远征决定的背景因素(τι)之一。
  5. 16.4.22αὐτόн — 该宾格代词指代前文的主语奥古斯都·凯撒(ὁ Σεβαστὸς Καῖσαρ)。此处意指对纳巴泰人协助的期待推动了远征的派遣者凯撒做出决定。
  6. 16.4.23καὶ ταῦτα — 意为“而且”、“尤其是”的惯用表达,用以对前述条件(ἐν τοιούτοις χωρίοις)增加“尤其是处于那样(恶劣)的状况/地方下”的强烈限定或强调语气。
  7. 16.4.23ὥστε μὴ διαφέρειν μηδὲν στρατοπέδου — 由 ὥστε 引导的结果从句。不定式 διαφέρειν 的逻辑主语是关系从句中的“骆驼商旅”,搭配比较属格(στρατοπέδου),表示其商队的规模“与军队毫无二致”。双重否定(μὴ... μηδέν)起到了加强否定语气的作用。

引用这一段

斯特拉波, 地理学 §16.4.21-16.4.23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.4.21-16.4.23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。