Humanitext Reader

斯特拉波 · 地理学 §16.4.1-16.4.3

迈凯内的自然环境与幸福阿拉伯的诸部族

第 530 段,共 577 段 · 希腊语

内容简介

斯特拉波描述了位于阿拉伯入口处的迈凯内的地理与环境,随后引用埃拉托斯特尼,详细介绍了北方沙漠地带及幸福阿拉伯的地理、四大部族以及他们独特的王位继承制度。

§16.4.1Ἀρχὴ δὲ τῆς Ἀραβίας ἀπὸ τῆς Βαβυλωνίας ἐστὶν ἡ Μαικήνη·
从巴比伦尼亚开始的阿拉伯的起点是迈凯内。
πρόκειται δὲ ταύτης τῇ μὲν ἡ ἔρημος τῶν Ἀράβων τῇ δὲ τὰ ἕλη τὰ κατὰ Χαλδαίους, ἃ ποιεῖ παρεκχεόμενος ὁ Εὐφράτης, τῇ δὲ ἡ κατὰ Πέρσας θάλαττα.
在此地前面,一面是阿拉伯人的沙漠,一面是迦勒底人所在处的沼泽(这是幼发拉底河溢出所造成的),另一面是波斯人的海。
δυσάερος οὖσα καὶ ὁμιχλώδης καὶ ἔπομβρος ἅμα καὶ καυματηρά, καλλίκαρπός ἐστιν ὅμως·
虽然此地空气恶劣、多雾,同时既多雨又炎热,但它依然结满美果。
ἡ δʼ ἄμπελος ἐν ἕλεσι φύεται, καλαμίναις ῥιψὶν ἐπιβαλλομένης γῆς, ὅση δέξαιτʼ ἂν τὸ φυτόν, ὥστε φορητὴν γίνεσθαι πολλάκις, εἶτα κοντοῖς ἀπωθεῖσθαι πάλιν εἰς τὴν οἰκείαν ἕδραν.
葡萄藤生长在沼泽中,在芦苇席上铺上足以容纳该植物的泥土,以至于它经常变得可以移动,然后用撑杆将它推回其原本的位置。
§16.4.2Ἐπάνειμι δὲ ἐπὶ τὰς Ἐρατοσθένους ἀποφάσεις ἃς ἑξῆς περὶ τῆς Ἀραβίας ἐκτίθεται.
我将回到埃拉托斯特尼接下来关于阿拉伯所作的陈述。
φησὶ δὲ περὶ τῆς προσαρκτίου καὶ ἐρήμης ἥτις ἐστὶ μεταξὺ τῆς τε εὐδαίμονος Ἀραβίας καὶ τῆς Κοιλοσύρων καὶ τῶν Ἰουδαίων μέχρι τοῦ μυχοῦ τοῦ Ἀραβίου κόλπου, διότι ἀπὸ Ἡρώων πόλεως, ἥτις ἐστὶν πρὸς τὸν Νεῖλον μυχῷ τοῦ Ἀραβίου κόλπου, πρὸς μὲν τὴν Ναβαταίων Πέτραν εἰς Βαβυλῶνα πεντακισχίλιοι ἑξακόσιοι, πᾶσα μὲν πρὸς ἀνατολὰς θερινάς, διὰ δὲ τῶν παρακειμένων Ἀραβίων ἐθνῶν Ναβαταίων τε καὶ Χαυλοταίων καὶ Ἀγραίων·
关于介于幸福阿拉伯、叙利亚空地以及犹太之间,直至阿拉伯湾尽头的北方和沙漠地带,他说,从位于阿拉伯湾尽头、靠近尼罗河的希罗翁城,到纳巴泰人的佩特拉,进而到巴比伦,距离是五千六百斯塔德,整条路线都朝向夏至日出的方向(东北),并穿过相邻的阿拉伯部族,即纳巴泰人、乔洛泰人和阿格拉伊人。
ὑπὲρ δὲ τούτων ἡ εὐδαίμων ἐστίν, ἐπὶ μυρίους καὶ δισχιλίους ἐκκειμένη σταδίους πρὸς νότον μέχρι τοῦ Ἀτλαντικοῦ πελάγους.
在这些地方之上是幸福阿拉伯,向南延伸一万二千斯塔德,直到大西洋。
ἔχουσι δʼ αὐτὴν οἱ μὲν πρῶτοι μετὰ τοὺς Σύρους καὶ τοὺς Ἰουδαίους ἄνθρωποι γεωργοί·
在叙利亚人和犹太人之后首先占有这一地区的是农耕人口。
μετὰ δὲ τούτους δίαμμός ἐστι γῆ καὶ λυπρά, φοίνικας ἔχουσα ὀλίγους καὶ ἄκανθαν καὶ μυρίκην καὶ ὀρυκτὰ ὕδατα, καθάπερ καὶ ἡ Γεδρωσία· σκηνῖται δʼ ἔχουσιν αὐτὴν Ἄραβες καὶ καμηλοβοσκοί.
在他们之后是沙质且贫瘠的土地,只有少量的椰枣树、荆棘、柽柳和挖出的水,就像盖德罗西亚一样;居住在帐篷里的阿拉伯人和牧驼人占有这一地区。
τὰ δʼ ἔσχατα πρὸς νότον καὶ ἀνταίροντα τῇ Αἰθιοπίᾳ βρέχεταί τε θερινοῖς ὄμβροις καὶ δισπορεῖται παραπλησίως τῇ Ἰνδικῇ, ποταμοὺς δʼ ἔχει καταναλισκομένους εἰς πεδία καὶ λίμνας, εὐκαρπία δʼ ἐστὶν ἥ τε ἄλλη καὶ μελιτουργεῖα δαψιλῆ, βοσκημάτων τε ἀφθονία πλὴν ἵππων καὶ ἡμιόνων καὶ ὑῶν, ὄρνεά τε παντοῖα πλὴν χηνῶν καὶ ἀλεκτορίδων.
而最南端、与埃塞俄比亚相对的地区,则受到夏雨的滋润,像印度一样每年播种两次,并有消失在平原和湖泊中的河流;除了其他物产丰饶之外,还有丰富的养蜂业,以及除马、骡、猪以外的充足牲畜,和除鹅、家鸡以外的各种鸟类。
κατοικεῖ δὲ τὰ μέγιστα τέτταρα ἔθνη τὴν ἐσχάτην λεχθεῖσαν χώραν, Μιναῖοι μὲν ἐν τῷ πρὸς τὴν Ἐρυθρὰν μέρει, πόλις δʼ αὐτῶν ἡ μεγίστη Κάρνα ἢ Κάρνανα· ἐχόμενοι δὲ τούτων Σαβαῖοι, μητρόπολις δʼ αὐτῶν Μαρίαβα· τρίτοι δὲ Κατταβανεῖς καθήκοντες πρὸς τὰ στενὰ καὶ τὴν διάβασιν τοῦ Ἀραβίου κόλπου, τὸ δὲ βασίλειον αὐτῶν Τάμνα καλεῖται· πρὸς ἕω δὲ μάλιστα Χατραμωτῖται, πόλιν δʼ ἔχουσι Σάβαταν.
四大最强大的部族居住在上述这片最偏远的地区:米奈人在朝向红海的部分,他们最大的城市是卡尔纳或卡尔纳纳;紧邻他们的是萨巴人,他们的首府是马里亚巴;第三是卡塔巴尼人,他们延伸到阿拉伯湾的海峡和通道,他们的王城被称为塔姆纳;最靠东的是查特拉莫提特人,他们拥有萨巴塔城。
§16.4.3μοναρχοῦνται δὲ πᾶσαι καὶ εἰσὶν εὐδαίμονες, κατεσκευασμέναι καλῶς ἱεροῖς τε καὶ βασιλείοις, αἵ τε οἰκίαι ταῖς Αἰγυπτίαις ἐοίκασι κατὰ τὴν τῶν ξύλων ἔνδεσιν·
所有这些部族都由君主统治,并且十分繁荣,用神庙和王宫美观地装饰起来,在木材的结合方式上,房屋与埃及的房屋相似。
χώραν δʼ ἐπέχουσιν οἱ τέτταρες νομοὶ μείζω τοῦ κατʼ Αἴγυπτον Δέλτα·
这四个地方占有的土地比埃及的三角洲还要大。
διαδέχεται δὲ τὴν βασίλειαν οὐ παῖς παρὰ πατρός, ἀλλʼ ὃς ἂν πρῶτος γεννηθῇ τινι τῶν ἐπιφανῶν παῖς μετὰ τὴν κατάστασιν τοῦ βασιλέως·
王位并非由父亲传给儿子,而是在国王即位后,名门显贵中第一个出生的男子继承。
ἅμα γὰρ τῷ κατασταθῆναί τινα εἰς τὴν ἀρχὴν ἀναγράφονται τὰς ἐγκύους γυναῖκας τῶν ἐπιφανῶν ἀνδρῶν καὶ ἐφιστᾶσι φύλακας, ἥτις ἂν πρώτη τέκῃ, τὸν ταύτης υἱὸν νόμος ἐστὶν ἀναληφθέντα τρέφεσθαι βασιλικῶς ὡς διαδεξόμενον.
因为一旦有人登上王位,他们就会登记显贵男子怀孕的妻子,并派人看守;无论哪一个妇人最先分娩,法律规定她的儿子就要被接走,作为继承人以皇家的方式抚养。

词汇与语法注释

  1. 16.4.1ὅση δέξαιτʼ ἂν τὸ φυτόν — 紧跟在独立属格 ἐπιβαλλομένης γῆς 后的关系从句。关系代词 ὅση 与希求法 + ἄν 连用,表示潜在可能性,说明泥土的分量(“足以容纳该植物的[泥土]”)。
  2. 16.4.2διότι — 在古典雅典散文中,διότι 意为“因为”,但在希腊化时期及斯特拉波的文体中,它经常像 ὅτι 一样用作“引导名词从句”的连词(意为“……这一情况”),在此处跟在说动词 φησὶ 之后引导间接陈述。
  3. 16.4.3ὃς ἂν πρῶτος γεννηθῇ τινι τῶν ἐπιφανῶν — 描述王位继承规则。ὃς ἂν 引导泛指关系从句,主语是 παῖς。τινι τῶν ἐπιφανῶν(给显贵中的某人)是与格,修饰 γεννηθῇ,表示“出生给某人”。这表明在国王即位后,贵族阶层中第一个出生的男孩成为继承人,以此与父子相传(παῖς παρὰ πατρός)相对立。

引用这一段

斯特拉波, 地理学 §16.4.1-16.4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.4.1-16.4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。