§16.3.3παραπλεύσαντι δὲ τῆς Ἀραβίας εἰς δισχιλίους καὶ τετρακοσίους σταδίους ἐν βαθεῖ κόλπῳ κεῖται πόλις Γέρρα, Χαλδαίων φυγάδων ἐκ Βαβυλῶνος οἰκούντων γῆν ἁλμυρίδα καὶ ἐχόντων ἁλίνας τὰς οἰκίας.
沿着阿拉伯海岸航行二千四百斯塔德,在深海湾中坐落着盖拉城,由来自巴比伦的迦勒底流亡者居住,他们生活在含盐的土地上,拥有用盐建造的房屋。
ἐπεὶ δὲ λεπίδες τῶν ἁλῶν ἀφιστάμεναι κατὰ τὴν ἐπίκαυσιν τὴν ἐκ τῶν ἡλίων συνεχεῖς ἀποπίπτουσι, καταρραίνοντες ὕδασι πυκνὰ τοὺς τοίχους συνέχουσι.
由于太阳的灼热,盐片不断剥落掉下,他们通过频繁地向墙壁泼水来保持其稳固。
διέχει δὲ τῆς θαλάττης διακοσίους σταδίους ἡ πόλις· πεζέμποροι δʼ εἰσὶν οἱ Γερραῖοι τὸ πλέον τῶν Ἀραβίων φορτίων καὶ ἀρωμάτων.
该城距离海洋二百斯塔德;盖拉人主要是靠陆路运输阿拉伯货物和香料的商人。
Ἀριστόβουλος δὲ τοὐναντίον φησὶ τοὺς Γερραίους τὰ πολλὰ σχεδίαις εἰς τὴν Βαβυλωνίαν ἐμπορεύεσθαι, ἐκεῖθεν δὲ τῷ Εὐφράτῃ τὰ φορτία ἀναπλεῖν εἰς Θάψακον, εἶτα πεζῇ κομίζεσθαι πάντῃ.
然而,阿里斯托布鲁斯说法相反,他认为盖拉人大部分是用筏子到巴比伦尼亚进行贸易,并从那里沿着幼发拉底河将货物逆流运送到萨普萨库斯,然后通过陆路运往各地。
§16.3.4πλεύσαντι δʼ ἐπὶ πλέον ἄλλαι νῆσοι Τύρος καὶ Ἄραδος εἰσίν, ἱερὰ ἔχουσαι τοῖς Φοινικικοῖς ὅμοια·
再向前航行,还有其他的岛屿泰罗斯和阿拉多斯,岛上的神庙与腓尼基的神庙相似。
καὶ φασί γε οἱ ἐν αὐταῖς οἰκοῦντες τὰς ὁμωνύμους τῶν Φοινίκων νήσους καὶ πόλεις ἀποίκους ἑαυτῶν.
居住在岛上的人甚至声称,腓尼基同名的岛屿和城市是他们的殖民地。
διέχουσι δὲ αἱ νῆσοι αὗται Τερηδόνος μὲν δεχήμερον πλοῦν, τῆς δὲ κατὰ τὸ στόμα ἄκρας τῆς ἐν Μάκαις ἡμερήσιον.
这些岛屿距离特雷东有十天的航程,而距离马凯地方入口处的岬角则有一天的航程。
§16.3.5Ἀπὸ δὲ τῆς Καρμανίας εἰρήκασι καὶ Νέαρχος καὶ Ὀρθαγόρας νῆσον Ὤγυριν κεῖσθαι πρὸς νότον πελαγίαν ἐν δισχιλίοις σταδίοις, ἐν ᾗ τάφος Ἐρύθρα δείκνυται, χῶμα μέγα ἀγρίοις φοίνιξι κατάφυτον·
离开卡尔马尼亚,在南方外海两千斯塔德远的地方,坐落着一个名叫奥吉里斯的岛屿,正如尼阿库斯和奥萨哥拉斯所说。 岛上展示着埃里特拉斯的坟墓,那是一个长满野生椰枣树的巨大冢墓。
τοῦτον δὲ βασιλεῦσαι τῶν τόπων καὶ ἀπʼ αὐτοῦ τὴν θάλατταν ἐπώνυμον καταλιπεῖν·
据说此人统治了这些地区,并留下了以他名字命名的海洋。
δηλῶσαι δὲ ταῦτά φησιν αὐτοῖς Μιθρωπάστην τὸν Ἀρσίτου τοῦ Φρυγίας σατράπου, φυγόντα μὲν Δαρεῖον, διατρίψαντα δʼ ἐν τῇ νήσῳ, συμμίξαντα δὲ αὐτοῖς καταχθεῖσιν εἰς τὸν Περσικὸν κόλπον καὶ ζητοῦντα κάθοδον διʼ αὐτῶν εἰς τὴν οἰκείαν.
他(尼阿库斯)说,把这些事告诉他们的是弗里吉亚总督阿西特斯之子米特罗帕斯特斯,他为了躲避大流士而逃亡并在该岛停留,当他们驶入波斯湾时与他们相聚,并寻求通过他们返回自己的祖国。
§16.3.6καθʼ ὅλην δὲ τὴν τῆς Ἐρυθρᾶς παραλίαν κατὰ βυθοῦ φύεται δένδρα ὅμοια δάφνῃ καὶ ἐλαίᾳ, ταῖς μὲν ἀμπώτεσιν ὅλα ὑπερφανῆ γινόμενα, ταῖς δὲ πλημμυρίσιν ἔσθʼ ὅτε ὅλα καλυπτόμενα, καὶ ταῦτα τῆς ὑπερκειμένης γῆς ἀδένδρου οὔσης, ὥστε ἐπιτείνεσθαι τὸ παράδοξον.
在整个红海沿岸的海底,生长着类似于月桂树和橄榄树的树木,在落潮时完全露出水面,在涨潮时有时完全被水淹没;而且,由于背后的陆地不长树木,这就更加深了这一奇观。
περὶ μὲν οὖν τῆς κατὰ Πέρσας θαλάττης, ἣν ἑῴαν πλευρὰν ἔφαμεν εἶναι τῆς εὐδαίμονος Ἀραβίας, τοιαῦτα εἴρηκεν Ἐρατοσθένης.
关于波斯人的海——我们曾说它是幸福阿拉伯的东面——埃拉托斯特尼所说的就是这些。
§16.3.7φησὶ δʼ ὁ Νέαρχος τὸν Μιθρωπάστην ἐντυχεῖν αὐτοῖς μετὰ Μαζήνου·
尼阿库斯说,米特罗帕斯特斯是和马泽内斯一起遇见他们的。
τὸν δὲ Μαζήνην ἐπάρχειν νήσου τινὸς τῶν ἐν τῷ Περσικῷ κόλπῳ· καλεῖσθαι δὲ τὴν νῆσον Ὀάρακτα·
而马泽内斯是波斯湾诸岛中某座岛屿的统治者,该岛被称为奥阿拉克塔。
εἰς ταύτην δὲ τὸν Μιθρωπάστην καταφυγόντα ξενίας τυχεῖν κατὰ τὴν ἐξ Ὠγύριος γενομένην ἄφοδον, καὶ δὴ καὶ συνελθεῖν τῷ Μαζήνῃ συσταθησόμενον τοῖς ἐν τῷ στόλῳ Μακεδόσι, τὸν δὲ Μαζήνην καὶ καθηγεμόνα τοῦ πλοῦ γενέσθαι.
米特罗帕斯特斯从奥吉里斯撤退时逃到该岛,并受到了款待,而且他还与马泽内斯一同前来,以便被引荐给舰队中的马其顿人,而马泽内斯也成为了他们航行的向导。
λέγει δὲ καὶ ἐν ἀρχῇ τοῦ Περσικοῦ παράπλου νῆσον, ἐν ᾗ μαργαρίτης πολὺς καὶ πολυτίμητός ἐστιν, ἐν ἄλλαις δὲ ψῆφοι τῶν διαυγῶν καὶ λαμπρῶν·
他还提到,在波斯沿海航程的起点有一座岛屿,产有很多且名贵的珍珠,而在其他岛屿上有透明闪亮的宝石。
ἐν δὲ ταῖς πρὸ τοῦ Εὐφράτου νήσοις δένδρα φύεσθαι λιβάνου πνέοντα, ὧν τὰς ῥίζας κλωμένων ὀπὸν ῥεῖν· παγούρων δὲ καὶ ἐχίνων μεγέθη, ὅπερ κοινὸν ἐν πάσῃ τῇ ἔξω θαλάττῃ· τοὺς μὲν γὰρ εἶναι μείζους καυσίων, τοὺς δὲ καὶ δικοτύλους· ἐποκεῖλαν δὲ κῆτος ἰδεῖν πεντήκοντα πηχῶν.
在幼发拉底河前方的诸岛上,生长着散发乳香气味的树木,折断它们的根部就会流出汁液;至于螃蟹和海胆的大小(这在外海所有地方都很常见):有些螃蟹比考西亚帽还要大,有些海胆甚至有两科堤拉的容量;他们还看到了一头搁浅的、长达五十比希的鲸鱼。