§16.2.20̔υπὲρ δὲ τοῦ Μασσύου ἐστὶν ὁ καλούμενος αὐλὼν βασιλικὸς καὶ ἡ Δαμασκηνὴ χώρα διαφερόντως ἐπαινουμένη·
在马苏亚斯之上是所谓的皇家谷和受到格外赞誉的大马士革领地。
ἔστι δὲ καὶ ἡ Δαμασκὸς πόλις ἀξιόλογος, σχεδόν τι καὶ ἐπιφανεστάτη τῶν ταύτῃ κατὰ τὰ Περσικά·
大马士革也是一座值得注意的城市,在波斯时期几乎是该地区最著名的城市。
ὑπέρκεινται δʼ αὐτῆς δύο λεγόμενοι λόφοι τραχῶνες·
在其上方横亘着两座被称为“特拉科内斯”的险峻丘陵。
ἔπειτα πρὸς τὰ Ἀράβων μέρη καὶ τῶν Ἰτουραίων ἀναμὶξ ὄρη δύσβατα, ἐν οἷς καὶ σπήλαια βαθύστομα, ὧν ἓν καὶ τετρακισχιλίους ἀνθρώπους δέξασθαι δυνάμενον ἐν καταδρομαῖς, αἳ τοῖς Δαμασκηνοῖς γίνονται πολλαχόθεν.
然后,在朝向阿拉伯人和伊图拉人混居的区域,有通行困难的山脉,其中也有入口极深的洞窟,其中一个能容纳多达四千人,以防备来自多方面对大马士革人进行的袭击。
τὸ μέντοι πλέον τοὺς ἀπὸ τῆς εὐδαίμονος Ἀραβίας ἐμπόρους λεηλατοῦσιν οἱ βάρβαροι· ἧττον δὲ συμβαίνει καταλυθέντων νυνὶ τῶν περὶ Ζηνόδωρον λῃστῶν διὰ τὴν ἐκ τῶν Ῥωμαίων εὐνομίαν καὶ διὰ τὴν ἐκ τῶν στρατιωτῶν ἀσφάλειαν τῶν ἐν τῇ Συρίᾳ τρεφομένων.
然而,野蛮人主要掠夺来自幸福阿拉伯的商人;但如今由于属于泽诺多鲁斯一伙的强盗被消灭,这种情况已经减少了,这得益于罗马人带来的良好秩序,也得益于在叙利亚供养的士兵们所提供的安全保障。
§16.2.21̔́απασα μὲν οὖν ἡ ὑπὲρ τῆς Σελευκίδος ὡς ἐπὶ τὴν Αἴγυπτον καὶ τὴν Ἀραβίαν ἀνίσχουσα χώρα κοίλη Συρία καλεῖται, ἰδίως δʼ ἡ τῷ Λιβάνῳ καὶ τῷ Ἀντιλιβάνῳ ἀφωρισμένη.
因此,在塞勒乌基斯之上、向埃及和阿拉伯方向延伸的整个地区都被称为柯里叙利亚,但狭义上仅指由黎巴嫩和反黎巴嫩所界定的部分。
τῆς δὲ λοιπῆς ἡ μὲν ἀπὸ Ὀρθωσίας μέχρι Πηλουσίου παραλία Φοινίκη καλεῖται, στενή τις καὶ ἁλιτενής· ἡ δʼ ὑπὲρ ταύτης μεσόγαια μέχρι τῶν Ἀράβων ἡ μεταξὺ Γάζης καὶ Ἀντιλιβάνου Ἰουδαία λέγεται.
在其余部分中,从奥劳托西亚到佩鲁西翁的沿海地区被称为腓尼基,这是一片狭窄且紧贴海面的平坦土地;而其上方的内陆直到阿拉伯人边界、位于加沙和反黎巴嫩之间的地区,则被称为犹太。
§16.2.22Ἐπεὶ οὖν τὴν ἰδίως λεγομένην κοίλην Συρίαν ἐπεληλύθαμεν, ἐπὶ τὴν Φοινίκην μέτιμεν.
既然我们已经遍历了狭义上的柯里叙利亚,现在我们就转向腓尼基。
ταύτης δὲ τὰ μὲν ἀπὸ Ὀρθωσίας μέχρι Βηρυτοῦ λόγου τετύχηκε.
关于这一地区,从奥劳托西亚到贝鲁特的部分已经得到了叙述。
μετὰ δὲ Βηρυτὸν ἔστι Σιδὼν ὅσον ἐν τετρακοσίοις σταδίοις· μεταξὺ δὲ ὁ Ταμύρας ποταμὸς καὶ τὸ τοῦ Ἀσκληπιοῦ ἄλσος καὶ Λεόντων πόλις.
在贝鲁特之后是西顿,距离大约四百斯塔德;两地之间有塔米拉斯河、阿斯克勒庇俄斯的圣林和狮城。
μετὰ δὲ Σιδῶνα μεγίστη τῶν Φοινίκων καὶ ἀρχαιοτάτη Τύρος ἐστίν, ἐνάμιλλος αὐτῇ κατά τε μέγεθος καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ τὴν ἀρχαιότητα ἐκ πολλῶν μύθων παραδεδομένην.
西顿之后是腓尼基最大、最古老的城市泰尔,它在规模、声望以及由许多神话传下来的古老性方面与西顿不相上下。
οἱ μὲν οὖν ποιηταὶ τὴν Σιδῶνα τεθρυλήκασι μᾶλλον (Ὅμηρος δὲ οὐδὲ μέμνηται τῆς Τύρου), αἱ δʼ εἰς τὴν Λιβύην καὶ τὴν Ἰβηρίαν ἀποικίαι μέχρι καὶ ἔξω στηλῶν τὴν Τύρον πλέον ἐξυμνοῦσιν.
诗人们确实更多地歌颂西顿(荷马甚至根本没有提到泰尔),但向利比亚和伊比利亚直至石柱之外派出的殖民地,则更多地赞美泰尔。
ἀμφότεραι δʼ οὖν ἔνδοξοι καὶ λαμπραὶ καὶ πάλαι καὶ νῦν· ὁποτέραν δʼ ἄν τις εἴποι μητρόπολιν Φοινίκων ἔρις ἐν ἀμφοτέραις ἐστίν.
总之,这两座城市在古代和现代都同样著名和辉煌;而关于其中哪一座应当被称为腓尼基的母邦,在两者之间一直存在争议。
ἡ μὲν οὖν Σιδὼν ἐπὶ εὐφυεῖ λιμένι τῆς ἠπείρου τὴν ἵδρυσιν ἔχει.
西顿港湾优美,坐落在大陆之上。
§16.2.23Τύρος δʼ ἐστὶν ὅλη νῆσος σχεδόν τι συνῳκισμένη παραπλησίως ὥσπερ ἡ Ἄραδος, συνῆπται δὲ χώματι πρὸς τὴν ἤπειρον, ὃ κατεσκεύασε πολιορκῶν Ἀλέξανδρος· δύο δʼ ἔχει λιμένας τὸν μὲν κλειστὸν τὸν δʼ ἀνειμένον, ὃν Αἰγύπτιον καλοῦσιν.
泰尔则几乎完全是一座岛屿,其居住方式与阿拉多斯十分相似,它通过一条堤坝与大陆相连,这是亚历山大在围城时建造的;它有两个港口,一个是封闭的,另一个是开放的(被称为埃及港)。
ἐνταῦθα δέ φασι πολυστέγους τὰς οἰκίας * ὥστε καὶ τῶν ἐν Ῥώμῃ μᾶλλον· διὸ καὶ σεισμοὺς γενομένους ἀπολιπεῖν μικρὸν τοῦ ἄρδην ἀφανίσαι τὴν πόλιν.
据说这里的房屋有很多层,甚至比罗马的房屋还要多;因此,当发生地震时,几乎将整座城市彻底毁灭。
ἠτύχησε δὲ καὶ ὑπʼ Ἀλεξάνδρου πολιορκίᾳ ληφθεῖσα· ἀλλὰ τῶν τοιούτων συμφορῶν κατέστη κρείττων καὶ ἀνέλαβεν αὑτὴν τῇ τε ναυτιλίᾳ, καθʼ ἣν ἁπάντων τῶν ἀεὶ κρείττους εἰσὶ κοινῇ Φοίνικες, καὶ τοῖς πορφυρείοις·
该城在亚历山大围攻陷落时也曾遭遇不幸;但它战胜了这些灾难,并通过航海业(在这方面,腓尼基人整体上普遍优于任何时代的任何人)和紫红染坊实现了复兴。
πολὺ γὰρ ἐξήτασται πασῶν ἡ Τυρία καλλίστη πορφύρα· καὶ ἡ θήρα πλησίον καὶ τἆλλα εὔπορα τὰ πρὸς βαφὴν ἐπιτήδεια· καὶ δυσδιάγωγον μὲν ποιεῖ τὴν πόλιν ἡ πολυπληθία τῶν βαφείων, πλουσίαν δὲ διὰ τὴν τοιαύτην ἀνδρείαν.
因为泰尔的紫红被公认为所有紫色中最美丽的;捕捞贝类的场所在附近,其他适合染色的便利物资也容易获得;尽管大量的染坊使得这座城市变得难以居住,但由于这种产业,城市变得富裕。
οὐχ ὑπὸ τῶν βασιλέων δʼ ἐκρίθησαν αὐτόνομοι μόνον μικρὰ ἀναλώσαντες, ἀλλὰ καὶ ὑπὸ τῶν Ῥωμαίων βεβαιωσάντων τὴν ἐκείνων γνώμην.
他们不仅只需花费微薄代价便被国王们判定为自治,而且还得到了确认这些国王决定的罗马人的认可。
τιμᾶται δὲ καθʼ ὑπερβολὴν Ἡρακλῆς ὑπʼ αὐτῶν.
赫拉克勒斯受到他们极度尊崇。
τῆς δὲ περὶ τὰς ναυστολίας δυνάμεως τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν ἀποικίδων ἐστὶ πόλεων τεκμήριον· οὗτοι μὲν οὖν τοιοῦτοι.
他们航海力量的强大,可以由其殖民城市的数量和规模来证明;这就是这些人的情况。