§16.1.26τὰ δὲ πρὸς μεσημβρίαν κεκλιμένα τῆς Μεσοποταμίας καὶ ἀπωτέρω τῶν ὀρῶν ἄνυδρα καὶ λυπρὰ ὄντα ἔχουσιν οἱ σκηνῖται Ἄραβες, λῃστρικοί τινες καὶ ποιμενικοί, μεθιστάμενοι ῥᾳδίως εἰς ἄλλους τόπους, ὅταν ἐπιλείπωσιν αἱ νομαὶ καὶ αἱ λεηλασίαι.
美索不达米亚向南倾斜、远离山脉的部分,因缺水且荒凉,由游牧阿拉伯人所占据。 他们是一群从事掠夺和放牧的人,一旦牧草和掠夺物耗尽,便轻易地迁移到其他地方。
τοῖς οὖν παρορείοις ὑπό τε τούτων κακοῦσθαι συμβαίνει καὶ ὑπὸ τῶν Ἀρμενίων·
因此,山麓居民便不可避免地受到这些阿拉伯人和亚美尼亚人的侵害。
ὑπέρκεινται δὲ καὶ καταδυναστεύουσι διὰ τὴν ἰσχύν·
亚美尼亚人位居其上,并凭借其势力进行压迫。
τέλος δʼ ὑπʼ ἐκείνοις εἰσὶ τὸ πλέον ἢ τοῖς Παρθυαίοις·
最终,这些山麓居民臣服于亚美尼亚人,多过臣服于帕提亚人。
ἐν πλευραῖς γάρ εἰσι κἀκεῖνοι τήν τε Μηδίαν ἔχοντες καὶ τὴν Βαβυλωνίαν.
因为帕提亚人也处于侧翼,占领着米底亚和巴比伦尼亚。
§16.1.27μεταξὺ δὲ τοῦ Εὐφράτου καὶ τοῦ Τίγριος ῥεῖ καὶ ἄλλος ποταμὸς Βασίλειος καλούμενος, καὶ περὶ τὴν Ἀνθεμουσίαν ἄλλος Ἀβόρρας·
在幼发拉底河和底格里斯河之间,还流淌着另一条被称为巴シレイオス(王之河)的河流,在安特穆西亚附近还有另一条名为阿波拉斯的河流。
διὰ δὲ τῶν Σκηνιτῶν, * ὑπὸ τῶν Μαλίων νυνὶ λεγομένων, καὶ τῆς ἐκείνων ἐρημίας ἡ ὁδὸς τοῖς ἐκ τῆς Συρίας εἰς Σελεύκειαν καὶ Βαβυλῶνα ἐμπορευομένοις ἐστίν.
穿过如今被称为马里翁人的游牧民领地及其荒漠的道路,是商人从叙利亚前往塞琉西亚和巴比伦的通道。
ἡ μὲν οὖν διάβασις τοῦ Εὐφράτου κατὰ τὴν Ἀνθεμουσίαν ἐστὶν αὐτοῖς, τόπον τῆς Μεσοποταμίας·
因此,对他们而言,幼发拉底河的渡口位于美索不达米亚的安特穆西亚附近。
ὑπέρκειται δὲ τοῦ ποταμοῦ σχοίνους τέτταρας διέχουσα ἡ Βαμβύκη, ἣν καὶ Ἔδεσσαν καὶ Ἱερὰν πόλιν καλοῦσιν, ἐν ᾗ τιμῶσι τὴν Συρίαν θεὸν τὴν Ἀταργάτιν.
在河流上方、相距四斯科伊诺斯的地方是巴姆比尤克,人们也称其为埃德萨和圣城,在此处他们崇拜叙利亚女神阿塔加蒂斯。
διαβάντων δὲ ἡ ὁδός ἐστι διὰ τῆς ἐρήμου ἐπὶ τοὺς τῆς Βαβυλωνίας ὅρους μέχρι Σκηνῶν, ἀξιολόγου πόλεως ἐπί τινος διώρυγος ἱδρυμένης.
对于渡河的人来说,道路穿过荒漠直达巴比伦尼亚的边境,直到建在某条运河畔的重要城市斯凯奈。
ἔστι δʼ ἀπὸ τῆς διαβάσεως μέχρι Σκηνῶν ἡμερῶν πέντε καὶ εἴκοσιν ὁδός.
从渡口到斯凯奈是二十五天的路程。
καμηλῖται δʼ εἰσί, καταγωγὰς ἔχοντες τοτὲ μὲν ὑδρείων εὐπόρους τῶν λακκαίων τὸ πλέον, τοτὲ δʼ ἐπακτοῖς χρώμενοι τοῖς ὕδασι.
他们是赶骆驼的人,所设的驿站有时水源充足(大部分是积蓄在坑洼中的雨水),有时则使用运来的水。
παρέχουσι δʼ αὐτοῖς οἱ Σκηνῖται τήν τε εἰρήνην καὶ τὴν μετριότητα τῆς τῶν τελῶν πράξεως, ἧς χάριν φεύγοντες τὴν παραποταμίαν διὰ τῆς ἐρήμου παραβάλλονται, καταλιπόντες ἐν δεξιᾷ τὸν ποταμὸν ἡμερῶν σχεδόν τι τριῶν ὁδόν.
游牧阿拉伯人为他们提供安全保障和适度的关税征收,因此商人们避开沿河路线,甘冒风险穿越荒漠,将河流留在右侧约三天的路程之外。
οἱ γὰρ παροικοῦντες ἑκατέρωθεν τὸν ποταμὸν φύλαρχοι, χώραν οὐκ εὔπορον ἔχοντες, ἧττον δὲ ἄπορον νεμόμενοι, δυναστείαν ἕκαστος ἰδίᾳ περιβεβλημένος ἴδιον καὶ τελώνιον ἔχει, καὶ τοῦτʼ οὐ μέτριον.
因为居住在河流两岸的部落酋长们,由于领地并不富庶,只是治理着荒凉程度稍轻的土地,每人都拥有独立的统治权,并设有自己的关税所,且税率极高。
χαλεπὸν γὰρ ἐν τοῖς τοσούτοις καὶ τούτοις αὐθάδεσι κοινὸν ἀφορισθῆναι μέτρον τὸ τῷ ἐμπόρῳ λυσιτελές.
因为在如此众多且如此顽固的人当中,很难确定一个对商人有利的共同标准。
διέχουσι δὲ τῆς Σελευκείας αἱ Σκηναὶ σχοίνους ὀκτωκαίδεκα.
斯凯奈距离塞琉西亚有十八斯科伊诺斯。
§16.1.28̔́οριον δʼ ἐστὶ τῆς Παρθυαίων ἀρχῆς ὁ Εὐφράτης καὶ ἡ περαία·
帕提亚人帝国的边界是幼发拉底河及其对岸。
τὰ δʼ ἐντὸς ἔχουσι Ῥωμαῖοι καὶ τῶν Ἀράβων οἱ φύλαρχοι μέχρι Βαβυλωνίας, οἱ μὲν μᾶλλον ἐκείνοις οἱ δὲ τοῖς Ῥωμαίοις προσέχοντες, οἷσπερ καὶ πλησιόχωροί εἰσιν, ἧττον μὲν Σκηνῖται οἱ νομάδες οἱ τῷ ποταμῷ πλησίον, μᾶλλον δʼ οἱ ἄπωθεν καὶ πρὸς τῇ εὐδαίμονι Ἀραβίᾳ.
而河的这一侧直到巴比伦尼亚,则由罗马人和阿拉伯人的部族酋长所占领,他们中有些人更倾向于帕提亚人,另一些人则更倾向于与他们相邻的罗马人。 靠近河流的游牧民(斯凯尼泰)倾向较少,而远离河流、靠近“幸福阿拉伯”的人则倾向较多。
οἱ δὲ Παρθυαῖοι καὶ πρότερον μὲν ἐφρόντιζον τῆς πρὸς Ῥωμαίους φιλίας, τὸν δὲ ἄρξαντα πολέμου Κράσσον ἠμύναντο·
帕提亚人从前就注重与罗马人的友好,但他们对率先发动战争的克拉苏进行了反击。
καὶ αὐτοὶ ἄρξαντες τῆς μάχης τῶν ἴσων ἔτυχον, ἡνίκα ἔπεμψαν ἐπὶ τὴν Ἀσίαν Πάκορον Ἀντώνιος δὲ συμβούλῳ τῷ Ἀρμενίῳ χρώμενος προὐδόθη καὶ κακῶς ἐπολέμησεν·
当他们自己主动发起战斗时,在派遣帕科罗斯进攻亚洲时也遭到了同样的结果。 而安东尼以亚美尼亚人为谋士,遭到背叛,战事惨败。
ὁ δʼ ἐκεῖνον διαδεξάμενος Φραάτης τοσοῦτον ἐσπούδασε περὶ τὴν φιλίαν τὴν πρὸς Καίσαρα τὸν Σεβαστὸν ὥστε καὶ τὰ τρόπαια ἔπεμψεν ἃ κατὰ Ῥωμαίων ἀνέστησαν Παρθυαῖοι, καὶ καλέσας εἰς σύλλογον Τίτιον τὸν ἐπιστατοῦντα τότε τῆς Συρίας, τέτταρας παῖδας γνησίους ἐνεχείρισεν ὅμηρα αὐτῷ, Σερασπαδάνην καὶ Ῥωδάσπην καὶ Φραάτην καὶ Βονώνην, καὶ γυναῖκας τούτων δύο καὶ υἱεῖς τέτταρας, δεδιὼς τὰς στάσεις καὶ τοὺς ἐπιτιθεμένους αὐτῷ·
但继承其位的弗拉哈特斯极其渴望与恺撒·奥古斯都友好,以至于送回了帕提亚人针对罗马人所树立的战利品,并邀请当时统领叙利亚的蒂蒂乌斯进行会盟,将自己的四个嫡子塞拉斯帕丹奈斯、罗达斯佩斯、弗拉哈特斯和沃诺内斯作为人质交给了他,还有他们的两位妻子和四个儿子,因为他害怕内乱和阴谋加害他的人。
ᾔδει γὰρ μηδένα ἰσχύσοντα καθʼ ἑαυτόν, ἂν μή τινα ἐπιλάβῃ τοῦ Ἀρσακίου γένους διὰ τὸ εἶναι σφόδρα φιλαρσάκας τοὺς Παρθυαίους·
因为他深知,除非能得到阿萨息斯家族的成员,否则没有任何人能凭自身力量获得权势,因为帕提亚人极度拥护阿萨息斯家族。
ἐκποδὼν οὖν ἐποίησε τοὺς παῖδας, ἀφελέσθαι ζητῶν τὴν ἐλπίδα ταύτην τοὺς κακουργοῦντας.
因此他将孩子们送走,企图夺去作恶者的这一希望。
τῶν μὲν οὖν παίδων ὅσοι περίεισιν ἐν Ῥώμῃ δημοσίᾳ βασιλικῶς τημελοῦνται·
因此,他的孩子们中健在的人,在罗马由公费以皇家规格供养。
καὶ οἱ λοιποὶ δὲ βασιλεῖς πρεσβευόμενοι καὶ εἰς συλλόγους ἀφικνούμενοι διατετελέκασιν.
此后的历代国王也一直派遣使节并亲自前往会盟。