§16.2.1̔η δὲ Συρία πρὸς ἄρκτον μὲν ἀφώρισται τῇ Κιλικίᾳ καὶ τῷ Ἀμανῷ· ἀπὸ θαλάττης δʼ ἐπὶ τὸ ζεῦγμα τοῦ Εὐφράτου στάδιοί εἰσιν οἱ τὸ λεχθὲν πλευρὸν ἀφορίζοντες οὐκ ἐλάττους τῶν τετρακοσίων· πρὸς ἕω δὲ τῷ Εὐφράτῃ καὶ τοῖς ἐντὸς τοῦ Εὐφράτου σκηνίταις Ἄραψι· πρὸς δὲ νότον τῇ εὐδαίμονι Ἀραβίᾳ καὶ τῇ Αἰγύπτῳ· πρὸς δύσιν δὲ τῷ Αἰγυπτίῳ τε καὶ Συριακῷ πελάγει μέχρι Ἰσσοῦ.
叙利亚北面以基利家和阿马诺斯山脉为界;从海边到幼发拉底河的渡口,界定上述边界的长度不小于四百斯塔迪翁;东面以幼发拉底河以及幼发拉底河此岸的游牧阿拉伯人为界;南面以幸福阿拉伯和埃及为界;西面以埃及海和叙利亚海为界,直达伊苏斯。
§16.2.2μέρη δʼ αὐτῆς τίθεμεν ἀπὸ τῆς Κιλικίας ἀρξάμενοι καὶ τοῦ Ἀμανοῦ τήν τε Κομμαγηνὴν καὶ τὴν Σελευκίδα καλουμένην τῆς Συρίας, ἔπειτα τὴν κοίλην Συρίαν, τελευταίαν δʼ ἐν μὲν τῇ παραλίᾳ τὴν Φοινίκην, ἐν δὲ τῇ μεσογαίᾳ τὴν Ἰουδαίαν.
我们从基利家和阿马诺斯山脉开始,将其划分为:科马吉尼、被称为塞琉克斯的叙利亚部分,然后是柯里叙利亚,最后沿海部分为腓尼基,内陆部分为犹太。
ἔνιοι δὲ τὴν Συρίαν ὅλην εἴς τε Κοιλοσύρους καὶ Φοίνικας διελόντες τούτοις ἀναμεμῖχθαί φασι τέτταρα ἔθνη, Ἰουδαίους Ἰδουμαίους Γαζαίους Ἀζωτίους, γεωργικοὺς μέν, ὡς τοὺς Σύρους καὶ Κοιλοσύρους, ἐμπορικοὺς δέ, ὡς τοὺς Φοίνικας.
但有些人将整个叙利亚划分为柯里叙利亚人和腓尼基人,并说有四个民族与他们混杂在一起,即犹太人、以东人、加沙人和阿佐图斯人,他们像叙利亚人和柯里叙利亚人一样是农耕民,又像腓尼基人一样是商业民。
§16.2.3καθόλου μὲν οὕτω, καθʼ ἕκαστα δὲ ἡ Κομμαγηνὴ μικρά τίς ἐστιν· ἔχει δʼ ἐρυμνὴν πόλιν Σαμόσατα ἐν ᾗ τὸ βασίλειον ὑπῆρχε, νῦν δʼ ἐπαρχία γέγονε· χώρα δὲ περίκειται σφόδρα εὐδαίμων, ὀλίγη.
总体而言是如此;而就细节来看,科马吉尼是一个相当小的地区;它拥有坚固的城市萨莫萨塔,曾是王宫所在地,但现在已成为一个行省;其周围环绕着一片非常肥沃但狭小的土地。
ἐνταῦθα δὲ νῦν ἐστι τὸ ζεῦγμα τοῦ Εὐφράτου· κατὰ τοῦτο δὲ Σελεύκεια ἵδρυται φρούριον τῆς Μεσοποταμίας προσωρισμένον ὑπὸ Πομπηίου τῷ Κομμαγηνῷ, ἐν ᾧ τὴν Σελήνην ἐπικληθεῖσαν Κλεοπάτραν Τιγράνης ἀνεῖλε, καθείρξας χρόνον τινὰ ἡνίκα τῆς Συρίας ἐξέπεσεν.
而如今这里便是幼发拉底河的渡口;对应此处建有塞琉西亚,这是美索不达米亚的一个要塞,由庞培划归科马吉尼,提格兰曾在此处将被称为塞勒涅的克里奥帕特拉监禁一段时间后处死,当时她已被驱逐出叙利亚。
§16.2.4̔η δὲ Σελευκὶς ἀρίστη μέν ἐστι τῶν λεχθεισῶν μερίδων, καλεῖται δὲ τετράπολις καὶ ἔστι κατὰ τὰς ἐξεχούσας ἐν αὐτῇ πόλεις, ἐπεὶ πλείους γέ εἰσι, μέγισται δὲ τέτταρες, Ἀντιόχεια ἡ ἐπὶ Δάφνῃ καὶ Σελεύκεια ἡ ἐν Πιερίᾳ καὶ Ἀπάμεια δὲ καὶ Λαοδίκεια, αἵπερ καὶ ἐλέγοντο ἀλλήλων ἀδελφαὶ διὰ τὴν ὁμόνοιαν, Σελεύκου τοῦ Νικάτορος κτίσματα· ἡ μὲν οὖν μεγίστη τοῦ πατρὸς αὐτοῦ ἐπώνυμος, ἡ δʼ ἐρυμνοτάτη αὐτοῦ, αἱ δʼ ἄλλαι ἡ μὲν Ἀπάμεια τῆς γυναικὸς αὐτοῦ Ἀπάμας, ἡ δὲ Λαοδίκεια τῆς μητρός.
塞琉克斯是上述划分中最好的部分,被称为四联城,因其中突出的城市而得名,因为城池其实更多,但最大的有四座:达芙妮旁的安条克、皮埃里亚的塞琉西亚、阿帕米亚和拉奥迪基亚,它们因和睦相处而被彼此称为姐妹城,皆为塞琉古·尼卡托所建;其中最大的以他的父亲命名,最坚固的以他自己命名,其余两座中,阿帕米亚以他的妻子阿帕玛命名,拉奥迪基亚以他的母亲命名。
οἰκείως δὲ τῇ τετραπόλει καὶ εἰς σατραπείας διῄρητο τέτταρας ἡ Σελευκίς, ὥς φησι Ποσειδώνιος, εἰς ὅσας καὶ ἡ κοίλη Συρία, * εἰς μίαν δʼ ἡ Μεσοποταμία.
正如波塞多尼奥斯所说,与四联城相对应,塞琉克斯也被划分为四个萨特拉皮,柯里叙利亚也是同等数量,而美索不达米亚则为一个。
ἔστι δʼ ἡ μὲν Ἀντιόχεια καὶ αὕτη τετράπολις, ἐκ τεττάρων συνεστῶσα μερῶν· τετείχισται δὲ καὶ κοινῷ τείχει καὶ ἰδίῳ καθʼ ἕκαστον τὸ κτίσμα·
安条克自身也是一个四联城,由四个部分组成;不仅有公共的城壁环绕,每个建设部分也都有各自独立的城壁。
τὸ μὲν οὖν πρῶτον αὐτῶν ὁ Νικάτωρ συνῴκισε μεταγαγὼν ἐκ τῆς Ἀντιγονείας τοὺς οἰκήτορας, ἣν πλησίον ἐτείχισεν Ἀντίγονος ὁ Φιλίππου μικρὸν πρότερον, τὸ δὲ δεύτερον τοῦ πλήθους τῶν οἰκητόρων ἐστὶ κτίσμα, τὸ δὲ τρίτον Σελεύκου τοῦ Καλλινίκου, τὸ δὲ τέταρτον Ἀντιόχου τοῦ Ἐπιφανοῦς.
其中第一部分是尼卡托将居民从安提戈尼亚迁来共同建成的,安提戈尼亚是腓力之子安提戈诺斯在此前不久于附近修筑的城池;第二部分因居民众多而建;第三部分由塞琉古·卡里尼科斯所建;第四部分由安条克·埃皮法尼斯所建。
§16.2.5καὶ δὴ καὶ μητρόπολίς ἐστιν αὕτη τῆς Συρίας, καὶ τὸ βασίλειον ἐνταῦθα ἵδρυτο τοῖς ἄρχουσι τῆς χώρας· οὐ πολύ τε λείπεται καὶ δυνάμει καὶ μεγέθει Σελευκείας τῆς ἐπὶ τῷ Τίγρει καὶ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ.
而且这确实是叙利亚的首府,该地区的统治者在此建有王宫;无论在势力还是规模上,它都比底格里斯河畔的塞琉西亚和埃及旁的亚历山大港逊色不了多少。
συνῴκισε δʼ ὁ Νικάτωρ ἐνταῦθα καὶ τοὺς ἀπογόνους Τριπτολέμου, περὶ οὗ μικρὸν πρόσθεν ἐμνήσθημεν· διόπερ Ἀντιοχεῖς ὡς ἥρωα τιμῶσι, καὶ ἄγουσιν ἑορτὴν ἐν τῷ Κασίῳ ὄρει τῷ περὶ Σελεύκειαν.
尼卡托还在那里安置了特里普托勒摩斯的后裔,关于此人我们不久前曾提到过;因此安条克人将他作为英雄崇拜,并在塞琉西亚附近的有卡西奥斯山举行节日。
φασὶ δʼ αὐτὸν ὑπʼ Ἀργείων πεμφθέντα ἐπὶ τὴν Ἰοῦς ζήτησιν, ἐν Τύρῳ πρῶτον ἀφανοῦς γενηθείσης, πλανᾶσθαι κατὰ τὴν Κιλικίαν·
据说,特里普托勒摩斯被阿耳戈斯人派遣去寻找伊俄(她最初在推罗失踪),并在基利家一带流浪。
ἐνταῦθα δὲ τῶν σὺν αὐτῷ τινας Ἀργείων κτίσαι τὴν Ταρσὸν ἀπελθόντας παρʼ αὐτοῦ· τοὺς δʼ ἄλλους συνακολουθήσαντας εἰς τὴν ἑξῆς παραλίαν, ἀπογνόντας τῆς ζητήσεως ἐν τῇ ποταμίᾳ τοῦ Ὀρόντου καταμεῖναι σὺν αὐτῷ·
在此期间,随行的一些阿耳戈斯人离开他,创建了塔尔索斯;而其他跟随他前往相邻沿海地区的人,因对寻找感到绝望,便在奥龙特斯河畔与他一起留了下来。
τὸν μὲν οὖν υἱὸν τοῦ Τριπτολέμου Γόρδυν ἔχοντά τινας τῶν σὺν τῷ πατρὶ λαῶν εἰς τὴν Γορδυαίαν ἀποικῆσαι, τῶν δʼ ἄλλων τοὺς ἀπογόνους συνοίκους γενέσθαι τοῖς Ἀντιοχεῦσιν.
特里普托勒摩斯之子戈尔迪斯带着一些随父亲同行的人迁往戈尔迪亚埃居住,而其余人的后裔则成为了安条克人的共同居民。