Humanitext Reader

斯特拉波 · 地理学 §16.1.19-16.1.20

阿迪亚贝内的局势与巴比伦的风俗

第 514 段,共 577 段 · 希腊语

内容简介

本节论述了亚迪亚贝内地区的地理和政治状况及其与邻国米底亚、亚美尼亚和帕提亚的关系。此外,它还介绍了亚述和巴比伦的独特风俗,如婚姻竞卖、神殿卖淫、司法结构、救治病患、服饰及丧葬仪式。

§16.1.19τῆς μὲν οὖν Ἀδιαβηνῆς ἡ πλείστη πεδιάς ἐστι, καὶ αὐτὴ τῆς Βαβυλωνίας μέρος οὖσα ἔχουσα δʼ ὅμως ἄρχοντα ἴδιον, ἔστιν ὅπη καὶ τῇ Ἀρμενίᾳ προσχωροῦσα.
亚迪亚贝内的绝大部分是平原,它本身虽是巴比伦尼亚的一部分,却拥有自己独特的统治者,在某些地方也与亚美尼亚相接。
οἱ γὰρ Μῆδοι καὶ οἱ Ἀρμένιοι τρίτοι δὲ Βαβυλώνιοι τὰ μέγιστα τῶν ἐθνῶν τῶν ταύτῃ διετέλουν οὕτως ἐξ ἀρχῆς συνεστῶτες ὥστʼ ἀλλήλοις ἐπιτίθεσθαι κατὰ καιροὺς τοὺς οἰκείους ἕκαστοι καὶ πάλιν διαλύεσθαι· καὶ τοῦτο καὶ μέχρι τῆς τῶν Παρθυαίων ἐπικρατείας διέμεινε.
因为米底亚人、亚美尼亚人以及第三位的巴比伦人,是该地区最大的几个民族,他们自古以来的关系就是如此,即在各自认为合适的时候互相袭击,随后又重新和解;这种局面一直持续到帕提亚人确立统治地位。
τῶν μὲν οὖν Μήδων καὶ τῶν Βαβυλωνίων ἐπάρχουσι Παρθυαῖοι, τῶν δʼ Ἀρμενίων οὐδʼ ἅπαξ· ἀλλʼ ἔφοδοι μὲν γεγόνασι πολλάκις, ἀνὰ κράτος δʼ οὐχ ἑάλωσαν, ἀλλʼ ὅ γε Τιγράνης καὶ ἐρρωμένως ἀντεπεκράτησεν, ὡς ἐν τοῖς Ἀρμενιακοῖς εἴρηται.
因此,帕提亚人统治着米底亚人和巴比伦人,却从未统治过亚美尼亚人;事实上,虽然入侵频繁发生,但他们从未被武力彻底征服,反而提格兰内斯曾强力反攻并夺回主导权,正如在关于亚美尼亚的篇章中所述的那样。
ἡ μὲν οὖν Ἀδιαβηνὴ τοιαύτη· περὶ δὲ τῆς Μεσοποταμίας ἐροῦμεν ἐφεξῆς καὶ τῶν πρὸς μεσημβρίαν ἐθνῶν, ἐπιόντες ἐπὶ μικρὸν πρότερον τὰ λεγόμενα περὶ τῶν ἐθῶν τῶν παρὰ τοῖς Ἀσσυρίοις.
亚迪亚贝内的情况便是如此;接着我们将谈论美索不达米亚以及南方的民族,在此之前,我们先简要探讨一下关于亚述人风俗的传闻。
§16.1.20τἆλλα μὲν οὖν ἔοικε τοῖς Περσικοῖς, ἴδιον δὲ τὸ καθεστάναι τρεῖς ἄνδρας σώφρονας ἑκάστης ἄρχοντας φυλῆς, οἳ τὰς ἐπιγάμους κόρας προσάγοντες εἰς τὸ πλῆθος ἀποκηρύττουσι τοῖς νυμφίοις ἀεὶ τὰς ἐντιμοτέρας πρώτας.
他们在其他方面的风俗与波斯人相似,但他们特有的是,每个部落都任命三位贤明的男子作为管理者,他们将适婚的女子带到民众面前,总是将更受欢迎的女子先向新郎们公开拍卖。
οὕτω μὲν αἱ συζυγίαι τελοῦνται· ὁσάκις δʼ ἂν μιχθῶσιν ἀλλήλοις, ἐπιθυμιάσοντες ἐξανίστανται ἑκάτερος χωρίς· ὄρθρου δὲ λούονται πρὶν ἀγγείου τινὸς ἅψασθαι·
结合就是以这种方式完成的;每当他们发生性关系后,双方都会各自起来焚香;到了清晨,在接触任何器皿之前,他们都要沐浴。
παραπλησίως γὰρ ὥσπερ ἀπὸ νεκροῦ τὸ λουτρὸν ἐν ἔθει ἐστίν, οὕτω καὶ ἀπὸ συνουσίας.
因为正如接触尸体后沐浴是他们的习俗一样,性交之后也是如此。
πάσαις δὲ ταῖς Βαβυλωνίαις ἔθος κατά τι λόγιον ξένῳ μίγνυσθαι πρός τι ἀφροδίσιον ἀφικομέναις μετὰ πολλῆς θεραπείας καὶ ὄχλου· θώμιγγι δʼ ἔστεπται ἑκάστη·
所有巴比伦妇女还有一种习俗,即根据某种神谕,带着许多仆从和随从来到阿芙洛狄忒的某座神庙,与陌生人发生性关系;每位妇女头上都戴着一条绳圈。
ὁ δὲ προσιὼν καταθεὶς ἐπὶ τὰ γόνατα ὅσον καλῶς ἔχει ἀργύριον, συγγίνεται ἄπωθεν τοῦ τεμένους ἀπαγαγών· τὸ δʼ ἀργύριον ἱερὸν τῆς Ἀφροδίτης νομίζεται.
走上前的男子在她的膝上放上适量的银币,将她带到圣域之外与其交合;这笔钱被认为是献给阿芙洛狄忒的圣物。
ἀρχεῖα δʼ ἐστὶ τρία, τὸ τῶν ἀφειμένων ἤδη τῆς στρατείας καὶ τὸ τῶν ἐνδοξοτάτων καὶ τὸ τῶν γερόντων, χωρὶς τοῦ ὑπὸ τοῦ βασιλέως καθισταμένου.
官署有三个:一个是已免除兵役者的官署,一个是最高贵者的官署,一个是长老们的官署,此外还有由国王设立的一个。
τούτου δʼ ἐστὶ τὸ τὰς παρθένους ἐκδιδόναι καὶ τὸ τὰς περὶ τῆς μοιχείας δικάζειν δίκας, ἄλλου δὲ τὸ τὰς τῆς κλοπῆς, τρίτου τὸ περὶ τῶν βιαίων.
这最后一个官署的职责是主持少女出嫁并审理有关通奸的诉讼,而另一个官署则审理盗窃诉讼,第三个则审理暴力侵犯诉讼。
τοὺς δʼ ἀρρώστους εἰς τὰς τριόδους ἐκτιθέντες πυνθάνονται τῶν παριόντων εἴ τίς τι ἔχοι λέγειν τοῦ πάθους ἄκος· οὐδείς τέ ἐστιν οὕτω κακὸς τῶν παριόντων, ὃς οὐκ ἐντυχὼν εἴ τι φρονεῖ σωτήριον ὑποτίθεται.
他们把病人抬到三岔路口,向过路的人打听,看是否有人能说出该病的疗法;过路人中没有一个心肠坏到在遇到病人时,如果自己知道有什么救命的良方却不肯提供建议的。
ἐσθὴς δʼ αὐτοῖς ἐστι χιτὼν λινοῦς ποδήρης καὶ ἐπενδύτης ἐρεοῦς, ἱμάτιον λευκόν, κόμη μακρά, ὑπόδημα ἐμβάδι ὅμοιον.
他们的衣服是及脚的麻布吉同和一件羊毛外衣、一件白色的披风,留着长发,穿着类似拖鞋的鞋子。
φοροῦσι δὲ καὶ σφραγῖδα καὶ σκῆπτρον οὐ λιτὸν ἀλλʼ ἐπίσημον, ἔχον ἐπάνω μῆλον ἢ ῥόδον ἢ κρίνον ἤ τι τοιοῦτον· ἀλείφονται δʼ ἐκ τοῦ σησάμου· θρηνοῦσι δὲ τοὺς ἀποθανόντας, ὡς Αἰγύπτιοι καὶ πολλοὶ τῶν ἄλλων· θάπτουσι δʼ ἐν μέλιτι κηρῷ περιπλάσαντες.
他们还携带一枚印章和一根拐杖,拐杖绝非朴素,而是带有醒目标志的,顶端雕刻着苹果、玫瑰、百合或类似的东西;他们用芝麻油涂抹身体;他们哀悼死者,就像埃及人和许多其他民族一样;他们把死者涂上蜡,然后埋葬在蜂蜜中。
τρεῖς δʼ εἰσὶ φρατρίαι τῶν ἀπόρων σίτου· ἕλειοι δʼ εἰσὶν οὗτοι καὶ ἰχθυοφάγοι, διαιτώμενοι παραπλησίως τοῖς κατὰ τὴν Γεδρωσίαν.
还有三个缺乏粮食的部落;这些是沼泽居民和食鱼者,他们的生活方式类似于歌德罗西亚的居民。

词汇与语法注释

  1. 16.1.19ἔστιν ὅπη καὶ τῇ Ἀρμενίᾳ προσχωροῦσα — 不及物动词 προσχωρέω 支配与格(τῇ Ἀρμενίᾳ),在空间上意为“接壤、邻近”,在政治上则有“归顺、从属”之意。此处不仅可以指代地理上与亚美尼亚相邻的客观事实,也可以暗示阿迪亚贝纳在历史上曾一度归属于亚美尼亚(特别是在大提格兰统治下)的势力范围。
  2. 16.1.20τὸ καθεστάναι τρεῖς ἄνδρας σώφρονας ἑκάστης ἄρχοντας φυλῆς — 带中性单数冠词 τό 的对格加不定式结构(其中 τρεῖς ἄνδρας 为主语,ἄρχοντας 为谓语性分词),整体名词化,作为主句形容词 ἴδιον(省略系动词 ἐστί)的文法主语。完成时主动不定式 καθεστάναι 表示“已被任命、设立并存在”。
  3. 16.1.20χωρὶς τοῦ ὑπὸ τοῦ βασιλέως καθισταμένου — 介词 χωρὶς(除……之外)支配属格。属格冠词 τοῦ 在语义上代指前文所提到的“官署/法庭”(ἀρχείου),并受到被动现在分词属格 καθισταμένου 的修饰,意为“除了由国王所设立的那个官署之外”。
  4. 16.1.20εἴ τις τι ἔχοι λέγειν τοῦ πάθους ἄκος — 连词 εἴ 引导间接疑问句,其中的祈愿语气动词 ἔχοι 属于斜格祈愿(oblique optative),由起历史现在时作用的主句动词 πυνθάνονται 触发。属格 τοῦ πάθους(针对该病)是修饰名词 ἄκος(治疗法、救治)的宾格性属格。

引用这一段

斯特拉波, 地理学 §16.1.19-16.1.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.1.19-16.1.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。