§16.1.13πολύκλειτος δέ φησι μὴ πλημμυρεῖν τὸν Εὐφράτην· διὰ γὰρ πεδίων φέρεσθαι μεγάλων, τὰ δʼ ὄρη τὰ μὲν δισχιλίους ἀφεστάναι σταδίους τὰ δὲ Κοσσαῖα μόλις χιλίους, οὐ πάνυ ὑψηλὰ οὐδὲ νιφόμενα σφοδρῶς οὐδʼ ἀθρόαν ἐπιφέροντα τῇ χιόνι τὴν τῆξιν·
波利克里特说,幼发拉底河并不泛滥;因为他说,它流经广阔的平原,有些山脉距离它有两千斯塔德,另一些山脉(科萨人山脉)勉强有一千斯塔德,这些山脉并不很高,也没有积雪很深,更不会导致雪水急剧融化。
εἶναι γὰρ καὶ τὰ ὕψη τῶν ὀρῶν ἐν τοῖς ὑπὲρ Ἐκβατάνων μέρεσι τοῖς προσβορείοις· ἐν δὲ τοῖς πρὸς νότον σχιζόμενα καὶ πλατυνόμενα πολὺ ταπεινοῦσθαι, ἅμα δὲ καὶ τὸ πολὺ τοῦ ὕδατος ἐκδέχεσθαι τὸν Τίγριν καὶ οὕτως πλημμυρεῖν.
因为山脉的高处位于埃克巴坦那以北的地区;而向南延伸的部分则发生分叉并变宽,且高度低得多;同时,底格里斯河承接了大部分的水流,因此底格里斯河发生泛滥。
τὸ μὲν οὖν ὕστατον ῥηθὲν φανερῶς ἄτοπον· εἰς γὰρ τὰ αὐτὰ κατέρχεται πεδία·
现在,最后这句话显然是荒谬的;因为它们流向相同的平原。
τὰ δὲ λεχθέντα ὕψη τῶν ὀρῶν ἀνωμαλίαν ἔχει, πῆ μὲν ἐξηρμένα μᾶλλον τὰ βόρεια, πῆ δὲ πλατυνόμενα τὰ μεσημβρινά·
而上述山脉的高度并不均匀,在某些地方北部的部分升得更高,在另一些地方南部的部分则变宽。
ἡ δὲ χιὼν οὐ τοῖς ὕψεσι κρίνεται μόνον ἀλλὰ καὶ τοῖς κλίμασι· τό τε αὐτὸ ὄρος τὰ βόρεια μέρη νίφεται μᾶλλον ἢ τὰ νότια, καὶ τὴν χιόνα συμμένουσαν ἔχει μᾶλλον ἐκεῖνα ἢ ταῦτα.
但是积雪不仅取决于高度,也取决于气候(纬度);同一座山脉的北部比南部积雪更多,且北部保留积雪的时间也比南部更长。
ὁ μὲν οὖν Τίγρις ἐκ τῶν νοτιωτάτων μερῶν τῆς Ἀρμενίας, ἃ πλησίον ἐστὶ τῆς Βαβυλωνίας, δεχόμενος τὸ ἐκ τῶν χιόνων ὕδωρ οὐ πολὺ ὄν, ἅτε ἐκ τῆς νοτίου πλευρᾶς, ἧττον ἂν πλημμύροι· ὁ δὲ Εὐφράτης τὸ ἐξ ἀμφοτέρων δέχεται τῶν μερῶν, καὶ οὐκ ἐξ ἑνὸς ὄρους ἀλλὰ πολλῶν, ὡς ἐδηλοῦμεν ἐν τῇ περιηγήσει τῆς Ἀρμενίας, προστιθεὶς τὸ μῆκος τοῦ ποταμοῦ, ὅσον μὲν τὸ ἐν τῇ μεγάλῃ Ἀρμενίᾳ διέξεισι καὶ τῇ μικρᾷ, ὅσον δὲ τὸ ἐκ τῆς μικρᾶς Ἀρμενίας καὶ τῆς Καππαδοκίας διὰ τοῦ Ταύρου διεκβαλὼν ἕως Θαψάκου φέρεται, τὴν κάτω Συρίαν καὶ τὴν Μεσοποταμίαν ἀφορίζων, ὅσον δὲ τὸ λοιπὸν μέχρι Βαβυλῶνος καὶ τῆς ἐκβολῆς ὁμοῦ τρισμυρίων καὶ ἑξακισχιλίων σταδίων.
因此,底格里斯河从最靠近巴比伦尼亚的亚美尼亚最南部地区承接雪水,因为这些水来自南坡,所以水量不大,因而泛滥的可能性较小;而幼发拉底河则承接了南北两部分的水,且并非源于一座山,而是许多座山,正如我在亚美尼亚的地理描述中所指出的一样,我还补充了该河的长度:它在大亚美尼亚和小亚美尼亚流经多少距离,从小亚美尼亚和卡帕多细亚穿过托罗斯山脉流到塔普萨科斯、界定低地叙利亚和美索不达米亚的距离是多少,以及到巴比伦和河口的其余距离是多少,总计达三万六千斯塔德。
τὰ μὲν οὖν περὶ τὰς διώρυγας τοιαῦτα.
关于运河的事物就是这样。
§16.1.14̔η δὲ χώρα φέρει κριθὰς μὲν ὅσας οὐκ ἄλλη (καὶ γὰρ τριακοσιοντάχουν λέγουσι), τὰ δὲ ἄλλα ἐκ τοῦ φοίνικος παρέχεται· καὶ γὰρ ἄρτον καὶ οἶνον καὶ ὄξος καὶ μέλι καὶ ἄλφιτα· τά τε πλεκτὰ παντοῖα ἐκ τούτου· τοῖς δὲ πυρῆσιν ἀντʼ ἀνθράκων οἱ χαλκεῖς χρῶνται, βρεχόμενοι δὲ τοῖς σιτιζομένοις εἰσὶ τροφὴ βουσὶ καὶ προβάτοις.
该土地产出的大麦比其他任何地方都多(因为人们说它有三百倍的收成),其他的东西则由椰枣树提供;因为它确实提供面包、酒、醋、蜜和面粉;所有种类的编织品也用它制成;铁匠用椰枣核代替木炭,而泡过水的椰枣核则是肥育牛羊的饲料。
φασὶ δʼ εἶναι καὶ Περσικὴν ᾠδήν, ἐν ᾗ τὰς ὠφελείας τριακοσίας καὶ ἑξήκοντα διαριθμοῦνται·
据说还有一首波斯歌曲,其中列举了椰枣树的三百六十种用途。
ἐλαίῳ δὲ χρῶνται τῷ σησαμίνῳ τὸ πλέον· οἱ δʼ ἄλλοι τόποι σπανίζονται τούτου τοῦ φυτοῦ.
他们主要使用芝麻油;而其他地方则缺乏这种植物。
§16.1.15γίνεται δʼ ἐν τῇ Βαβυλωνίᾳ καὶ ἄσφαλτος πολλή, περὶ ἧς Ἐρατοσθένης μὲν οὕτως εἴρηκεν ὅτι
ἡ μὲν ὑγρὰ ἣν καλοῦσι νάφθαν, γίνεται ἐν τῇ Σουσίδι, ἡ δὲ ξηρὰ δυναμένη πήττεσθαι ἐν τῇ Βαβυλωνίᾳ· ταύτης δʼ ἐστὶν ἡ πηγὴ τοῦ Εὐφράτου πλησίον· πλημμύροντος δὲ τούτου κατὰ τὰς τῶν χιόνων τήξεις καὶ αὐτὴ πληροῦται καὶ ὑπέρχυσιν εἰς τὸν ποταμὸν λαμβάνει· ἐνταῦθα δὲ συνίστανται βῶλοι μεγάλαι πρὸς τὰς οἰκοδομὰς ἐπιτήδειαι τὰς διὰ τῆς ὀπτῆς πλίνθου.
巴比伦尼亚也产出大量沥青,关于这一点埃拉托斯特尼这样说道:“他们称为纳夫萨的液体沥青产于苏斯地区,而能够凝固的固体沥青产于巴比伦尼亚;这种固体沥青的泉源靠近幼发拉底河;在雪融化而河水泛滥时,泉眼也被充满,并溢流到河中;在那里形成了巨大的块状物,非常适合用于烧砖建筑。
ἄλλοι δὲ καὶ τὴν ὑγρὰν ἐν τῇ Βαβυλωνίᾳ γίνεσθαί φασι.
”另一些人说,液体沥青也产于巴比伦尼亚。
περὶ μὲν οὖν τῆς ξηρᾶς εἴρηται πόσον τὸ χρήσιμον τὸ ἐκ τῶν οἰκοδομιῶν μάλιστα· φασὶ δὲ καὶ πλοῖα πλέκεσθαι, ἐμπλασθέντα δʼ ἀσφάλτῳ πυκνοῦσθαι.
关于固体沥青,已经说明了它的用途,尤其是在建筑中;据说船只也是编织而成的,抹上沥青后就被密封不透水。
τὴν δὲ ὑγρὰν ἣν νάφθαν καλοῦσι, παράδοξον ἔχειν συμβαίνει τὴν φύσιν· προσαχθεὶς γὰρ ὁ νάφθας πυρὶ πλησίον ἀναρπάζει τὸ πῦρ, κἂν ἐπιχρίσας αὐτῷ σῶμα προσαγάγῃς, φλέγεται· σβέσαι δʼ ὕδατι οὐχ οἷόν τε (ἐκκαίεται γὰρ μᾶλλον) πλὴν εἰ πάνυ πολλῷ, ἀλλὰ πηλῷ καὶ ὄξει καὶ στυπτηρίᾳ καὶ ἰξῷ πνιγεὶς σβέννυται.
而被称为纳夫萨的液体沥青,其性质非常奇异;因为如果纳夫萨被带到火的附近,它就会引燃火,如果你把体表抹上它并靠近火,它就会燃烧;而且无法用水浇灭(因为这反而会使它燃烧得更猛烈),除非用极大量的液水,但如果用泥土、醋、明矾和鸟黏胶使其窒息,它就会熄灭。
πείρας δὲ χάριν φασὶν Ἀλέξανδρον ἐν λουτρῷ προσχέαι παιδὶ τοῦ νάφθα καὶ προσαγαγεῖν λύχνον· φλεγόμενον δὲ τὸν παῖδα ἐγγὺς ἐλθεῖν τοῦ ἀπολέσθαι, πλὴν πολλῷ σφόδρα καταντλοῦντες τῷ ὕδατι ἐξίσχυσαν καὶ διέσωσαν οἱ περιεστῶτες.
据说为了进行试验,亚历山大在浴室里将一些纳夫萨倒在一个少年身上,并把一盏灯靠近他;少年起火燃烧,险些丧命,但周围的人通过泼洒极大量的温水,终于压制了火势并救了他。
Ποσειδώνιος δέ φησι τοῦ ἐν τῇ Βαβυλωνίᾳ νάφθα τὰς πηγὰς τὰς μὲν εἶναι λευκοῦ τὰς δὲ μέλανος· τούτων δὲ τὰς μὲν εἶναι θείου ὑγροῦ (λέγω δὲ τὰς τοῦ λευκοῦ· ταύτας δʼ εἶναι τὰς ἐπισπώσας τὰς φλόγας), τὰς δὲ τοῦ μέλανος ἀσφάλτου ὑγρᾶς, ᾧ ἀντʼ ἐλαίου τοὺς λύχνους κάουσι.
波塞多尼乌斯说,巴比伦尼亚的纳夫萨泉,有的是白色的,有的是黑色的;其中,白色的泉水是液体硫磺(我是指白色的泉,它们是吸引火焰的),而黑色的则是液体沥青,人们用它代替油来烧灯。