Humanitext Reader

斯特拉波 · 地理学 §15.3.20-15.3.24

波斯社会习俗与王朝兴衰史

第 507 段,共 577 段 · 希腊语

内容简介

本章节记述了波斯人在社交礼仪、丧葬和王室奢华等方面的习俗,以及波留克利特所载的行政和税收体制。接着概述了波斯作为首个统治希腊人的亚洲强国崛起的过程,并梳理了从居鲁士直至臣属于马其顿和安息的历代王室变迁。

§15.3.20Ἐν οἴνῳ τὰ μέγιστα βουλεύονται, καὶ βεβαιότερα τῶν ἐν νήψει τίθενται.
他们是在饮酒时商议最重大的事情,并且认为此时所做的决定比清醒时所做的决定更加牢固。
τῶν κατὰ τὰς ὁδοὺς συναντώντων τοὺς μὲν γνωρίμους καὶ ἰσοτίμους φιλοῦσι προσιόντες, τοῖς δὲ ταπεινοτέροις παραβάλλουσι τὴν γνάθον καὶ δέχονται ταύτῃ τὸ φίλημα· οἱ δʼ ἔτι ταπεινότεροι προσκυνοῦσι μόνον.
在路上遇到的人中,他们会走上前去亲吻熟人和地位相等的人,而对于地位较低的人,他们则递上脸颊,并以此方式接受亲吻;更低微的人则只进行平伏礼。
θάπτουσι δὲ κηρῷ περιπλάσαντες τὰ σώματα, τοὺς δὲ Μάγους οὐ θάπτουσιν, ἀλλʼ οἰωνοβρώτους ἐῶσι· τούτοις δὲ καὶ μητράσι συνέρχεσθαι πάτριον νενόμισται.
他们用蜡涂抹尸体后进行埋葬,但他们不埋葬马戈斯人,而是让他们被鸟类吞食;对于这些马戈斯人来说,与母亲结合也是祖传的习俗。
τοιαῦτα μὲν τὰ ἔθη.
这些就是他们的风习。
§15.3.21ἔστι δʼ ἴσως καὶ ταῦτα τῶν ἐθίμων, ἅ φησι Πολύκλειτος.
也许波留克利特所说的以下这些也是其习俗的一部分。
ἐν γὰρ Σούσοις ἑκάστῳ τῶν βασιλέων ἐπὶ τῆς ἄκρας ἰδίᾳ πεποιῆσθαι οἴκησιν καὶ θησαυροὺς καὶ παραθέσεις ὧν ἐπράττοντο φόρων, ὑπομνήματα τῆς οἰκονομίας·
他说,在苏萨,在卫城之上为每一位国王建造了独立的住所、宝库以及存放征收贡赋的库房,这些都是国家管理的记录。
πράττεσθαι δʼ ἐκ μὲν τῆς παραλίας ἀργύριον, ἐκ δὲ τῆς μεσογαίας ἃ φέρει ἑκάστη χώρα, ὥστε καὶ χρώματα καὶ φάρμακα καὶ τρίχα ἐρέαν ἤ τι τοιοῦθʼ ἕτερον καὶ θρέμματα ὁμοίως.
他们从沿海地区征收银两,从内陆地区征收各地出产的物资,因此也收集染料、药剂、羊毛或类似的其他物品,同样也收集牲畜。
τὸν δὲ διατάξαντα τοὺς φόρους Δαρεῖον εἶναι.
而制定贡赋的人是大流士。
τὸν δὲ πλεῖστον χρυσὸν καὶ ἄργυρον ἐν κατασκευαῖς εἶναι, νομίσματι δὲ οὐ πολλῷ· πρός τε τὰς δωρεὰς ἐκεῖνα κεχαρισμένα νομίζειν μᾶλλον καὶ πρὸς κειμηλίων ἀπόθεσιν· τὸ δὲ νόμισμα τὸ πρὸς τὰς χρείας ἀρκοῦν ἱκανὸν εἶναι, κόπτειν δὲ πάλιν τὸ τοῖς ἀναλώμασι σύμμετρον.
大部分金银都制成器皿调度,作为货币的并不多;他们认为这些器皿更适合作为礼物和珍藏之物;而满足日常需要的货币就已经足够了,他们只是根据支出按比例再次铸造货币。
§15.3.22τὰ μὲν οὖν ἔθη σωφρονικὰ τὰ πλείω, διὰ δὲ τὸν πλοῦτον εἰς τρυφὴν ἐξέπεσον οἱ βασιλεῖς, ὥστε πυρὸν μὲν ἐξ Ἄσσου τῆς Αἰολίδος μετῄεσαν, οἶνον δʼ ἐκ Συρίας τὸν Χαλυβώνιον, ὕδωρ δὲ ἐκ τοῦ Εὐλαίου πάντων ἐλαφρότατον ὥστʼ ἐν Ἀττικῇ κοτύλῃ δραχμῇ ἀφολκότερον εἶναι.
尽管他们的风俗大多是节制的,但由于富足,国王们陷入了奢侈,以致他们从埃奥利斯的阿索斯运来小麦,从叙利亚运来哈吕邦的葡萄酒,从尤莱乌斯河运来所有水里最轻的水,其轻盈程度使得用阿提卡的一科图莱来测量时,要比其他水轻一德拉克马。
§15.3.23συνέβη δὲ τοῖς Πέρσαις ἐνδοξοτάτοις γενέσθαι τῶν βαρβάρων παρὰ τοῖς Ἕλλησιν, ὅτι τῶν μὲν ἄλλων οὐδένες τῶν τῆς Ἀσίας ἀρξάντων Ἑλλήνων ἦρξαν, οὐδʼ ᾔδεισαν οὔτʼ ἐκεῖνοι τούτους οὔθʼ οἱ Ἕλληνες τοὺς βαρβάρους ἀλλʼ ἐπὶ μικρὸν μόνον ἐκ τῆς πόρρωθεν ἀκοῆς.
波斯人之所以在希腊人中成为最著名的蛮族,是因为其他统治过亚洲的民族都没有统治过希腊人,他们彼此不相了解,希腊人也只是通过遥远的传闻对那些蛮族稍有耳闻。
Ὅμηρος γοῦν οὔτε τὴν τῶν Σύρων οὔτε τὴν τῶν Μήδων ἀρχὴν οἶδεν·
例如,荷马既不知道叙利亚人的统治,也不知道米底人的统治。
οὐδὲ γὰρ ἂν Θήβας Αἰγυπτίας ὀνομάζων καὶ τὸν ἐκεῖ καὶ τὸν ἐν Φοινίκῃ πλοῦτον, τὸν ἐν Βαβυλῶνι καὶ Νίνῳ καὶ Ἐκβατάνοις παρεσιώπησε.
因为如果他知道的话,在提到埃及底比斯以及那里和腓尼基的财富时,绝不会对巴比伦、尼诺斯和埃克巴坦那的财富保持沉默。
πρῶτοι δὲ Πέρσαι Ἑλλήνων ἐπῆρξαν, Λυδοὶ δὲ ἐπῆρξαν μέν, ἀλλʼ οὔτε τῆς Ἀσίας ὅλης ἀλλὰ μέρους τινὸς μικροῦ τοῦ ἐντὸς Ἅλυος μόνον, καὶ ταῦτʼ ἐπʼ ὀλίγον χρόνον τὸν κατὰ Κροῖσον καὶ Ἀλυάττην.
波斯人是第一个统治希腊人的民族。 吕底亚人虽然也曾统治过,但并不是统治整个亚洲,而仅限于哈吕斯河以内的微小一部分,而且时间很短,仅在克罗伊索斯和阿利亚特统治时期。
κρατηθέντες δʼ ὑπὸ Περσῶν, εἰ καί τι τῆς δόξης ἦν αὐτοῖς, ἀφῃρέθησαν τοῦθʼ ὑπʼ ἐκείνων.
当他们被波斯人征服时,即使他们曾有什么名望,也全被波斯人剥夺了。
Πέρσαι δʼ ἀφʼ οὗ κατέλυσαν τὰ Μήδων εὐθὺς καὶ Λυδῶν ἐκράτησαν καὶ τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ὑπηκόους ἔσχον· ὕστερον δὲ καὶ διέβησαν εἰς τὴν Ἑλλάδα, καὶ ἡττηθέντες πολλοῖς καὶ * πολλάκις ἀγῶσιν ὅμως διετέλεσαν τὴν Ἀσίαν μέχρι τῶν ἐπὶ θαλάττῃ τόπων κατέχοντες ἕως ὑπὸ Μακεδόνων κατεπολεμήθησαν.
波斯人一消灭米底人的政权,就立刻征服了吕底亚人,并将亚洲的希腊人纳为臣民;后来他们甚至渡海进入希腊,虽然在多次频繁的交战中战败,但他们依然继续控制着亚洲直至海滨的地区,直到被马其顿人击败。
§15.3.24̔ο μὲν οὖν εἰς τὴν ἡγεμονίαν καταστήσας αὐτοὺς Κῦρος ἦν·
因此,将他们推向霸权地位的是居鲁士。
διαδεξάμενος δὲ τοῦτον Καμβύσης υἱὸς ὑπὸ τῶν Μάγων κατελύθη·
继承其王位儿子冈比支斯被马戈斯人推翻。
τούτους δʼ ἀνελόντες οἱ ἑπτὰ Πέρσαι Δαρείῳ τῷ Ὑστάσπεω παρέδοσαν τὴν ἀρχήν·
杀死了这些马戈斯人的七个波斯人,将统治权交给了希斯塔斯佩斯之子大流士。
εἶθʼ οἱ ἀπὸ τούτου διαδεχόμενοι κατέληξαν εἰς Ἄρσην, ὃν ἀποκτείνας Βαγῶος ὁ εὐνοῦχος κατέστησε Δαρεῖον οὐκ ὄντα τοῦ γένους τῶν βασιλέων.
此后,他的继承者们一直传到阿尔塞斯,宦官巴戈阿斯杀死了阿尔塞斯,扶立了并非王室成员的大流士。
τοῦτον δὲ καταλύσας Ἀλέξανδρος αὐτὸς ἦρξε * δέκα ἢ ἕνδεκα ἔτη·
推翻了他的亚历山大自己统治了十到十一年。
εἶτʼ εἰς πλείους τοὺς διαδεξαμένους καὶ τοὺς ἐπιγόνους τούτων μερισθεῖσα ἡ ἡγεμονία τῆς Ἀσίας διελύθη·
随后,亚洲的霸权被分配给多个继承者及其后代,最终分崩离析。
συνέμεινε δʼ ὅσον πεντήκοντα ἐπὶ τοῖς διακοσίοις ἔτη.
这一霸权共维持了大约二百五十年。
νῦν δʼ ἤδη καθʼ αὑτοὺς συνεστῶτες οἱ Πέρσαι βασιλέας ἔχουσιν ὑπηκόους ἑτέροις βασιλεῦσι, πρότερον μὲν Μακεδόσι νῦν δὲ Παρθυαίοις.
而现在,波斯人已经在自己的体制下组织起来,但他们的国王却臣属于其他国王,先是臣属于马其顿人,而现在则臣属于安息人。

词汇与语法注释

  1. 15.3.20βεβαιότερα τῶν ἐν νήψει — 比较级 βεβαιότερα(更牢固)后接比较属格 τῶν ἐν νήψει(清醒时的[商议])。冠词 τῶν 使省略的中性复数名词 βουλευμάτων(商议出的决定)实体化。
  2. 15.3.21πεποιῆσθαι — 这是由主句动词 φησι(他说)引导的间接引语(对格不定式)的开始。此处使用了完成时被动不定式 πεποιῆσθαι,这种不定式结构(包括 πράττεσθαι、εἶναι、νομίζειν 等)一直延续到本节末尾,表明整个描述皆基于波留克利特的报告。
  3. 15.3.22δραχμῇ — 与格 δραχμῇ 是与比较级 ἀφολκότερον(更轻、拉力更小)连用的“表示程度差异的与格(差与格)”,意为“(在重量上)轻了一德拉克马的分量”。
  4. 15.3.23οὐδὲ γὰρ ἂν ... παρεσιώπησε — 助词 ἄν 与直说语气过去不定时(aorist)παρεσιώπησε 构成过去反事实条件句的结论部。其假设部暗含在前的分词 ὀνομάζων(提到……的同时)中,具有“如果他提到了”的条件含义。

引用这一段

斯特拉波, 地理学 §15.3.20-15.3.24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.3.20-15.3.24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。