Humanitext Reader

斯特拉波 · 地理学 §16.1.4-16.1.5

卡普罗斯河流域与巴比伦的城墙和空中花园

第 509 段,共 577 段 · 希腊语

内容简介

本段记述了卡普罗斯河周边地区及名胜,随后详细描述了巴比伦城墙、空中花园、贝洛斯陵墓等宏伟建筑的结构,并阐述了该城此后走向荒废的历程。

§16.1.4μετὰ δὲ Ἄρβηλα καὶ τὸ Νικατόριον ὄρος (ὃ προσωνόμασεν Ἀλέξανδρος νικήσας τὴν περὶ Ἄρβηλα μάχην) ὁ Κάπρος ἐστὶ ποταμὸς ἐν ἴσῳ διαστήματι ὅσῳ καὶ ὁ Λύκος· ἡ δὲ χώρα * Ἀρτακηνὴ λέγεται.
在阿贝拉和尼卡托里翁山(亚历山大在阿贝拉附近的战役中获胜后命名的山)之后,是卡普罗斯河,其距离与莱科斯河相同;该地区被称为阿塔凯内。
περὶ Ἄρβηλα δὲ ἔστι καὶ Δημητριὰς πόλις· εἶθʼ ἡ τοῦ νάφθα πηγὴ καὶ τὰ πυρὰ καὶ τὸ τῆς * Ἀναίας ἱερὸν καὶ Σαδράκαι, τὸ Δαρείου τοῦ Ὑστάσπεω βασίλειον, καὶ ὁ Κυπαρισσὼν καὶ ἡ τοῦ Κάπρου διάβασις συνάπτουσα ἤδη Σελευκείᾳ καὶ Βαβυλῶνι.
在阿贝拉附近还有德美特里亚斯城;然后是石脑油泉、火、阿奈亚神庙,以及希斯塔斯佩斯之子大流士的王宫萨德拉凯,还有柏树林,以及已与塞琉西亚和巴比伦相连的卡普罗斯河渡口。
§16.1.5̔η δὲ Βαβυλὼν καὶ αὐτὴ μέν ἐστιν ἐν πεδίῳ, τὸν δὲ κύκλον ἔχει τοῦ τείχους τριακοσίων ἑξήκοντα πέντε σταδίων, πάχος δὲ τοῦ τείχους ποδῶν δύο καὶ τριάκοντα, ὕψος δὲ τῶν μὲν μεσοπυργίων πήχεις πεντήκοντα τῶν δὲ πύργων ἑξήκοντα, ἡ δὲ πάροδος τοῖς ἐπὶ τοῦ τείχους ὥστε τέθριππα ἐναντιοδρομεῖν ἀλλήλοις ῥᾳδίως·
巴比伦本身也坐落在平原上;其城壁周长为三百六十五斯塔德,城壁厚度为三十二英尺,塔楼之间墙体的高度为五十肘,塔楼高度为六十肘;城壁顶部的通道宽阔,以致四马战车可以轻易地交会而过。
διόπερ τῶν ἑπτὰ θεαμάτων λέγεται καὶ τοῦτο καὶ ὁ κρεμαστὸς κῆπος ἔχων ἐν τετραγώνῳ σχήματι ἑκάστην πλευρὰν τεττάρων πλέθρων·
因此,该城壁与空中花园均被列为世界七大奇迹。
συνέχεται δὲ ψαλιδώμασι καμαρωτοῖς ἐπὶ πεττῶν ἱδρυμένοις κυβοειδῶν ἄλλοις ἐπʼ ἄλλοις·
空中花园呈正方形,每边长四普勒特拉;它由建造在立方体柱子上的拱形穹顶层层叠叠地支撑着。
οἱ δὲ πεττοὶ κοῖλοι πλήρεις γῆς ὥστε δέξασθαι φυτὰ δένδρων τῶν μεγίστων, ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεσκευασμένοι καὶ αὐτοὶ καὶ αἱ ψαλίδες καὶ τὰ καμαρώματα.
这些柱子是空心的,里面填满泥土,以便容纳最大树木的种植,柱子本身、穹顶和拱门都是用烧砖和沥青建造的。
ἡ δʼ ἀνωτάτω στέγη προσβάσεις κλιμακωτὰς ἔχει, παρακειμένους δʼ αὐταῖς καὶ κοχλίας διʼ ὧν τὸ ὕδωρ ἀνῆγον εἰς τὸν κῆπον ἀπὸ τοῦ Εὐφράτου συνεχῶς οἱ πρὸς τοῦτο τεταγμένοι.
最顶层的屋顶有阶梯式通道,通道旁设有螺旋水车,由专职人员通过它们源源不断地将水从幼发拉底河引入花园。
ὁ γὰρ ποταμὸς διὰ μέσης ῥεῖ τῆς πόλεως σταδιαῖος τὸ πλάτος, ἐπὶ δὲ τῷ ποταμῷ ὁ κῆπος.
因为这条河穿过城市中央,宽度为一斯塔德,而花园就在河边。
ἔστι δὲ καὶ ὁ τοῦ Βήλου τάφος αὐτόθι, νῦν μὲν κατεσκαμμένος, Ξέρξης δʼ αὐτὸν κατέσπασεν, ὥς φασιν· ἦν δὲ πυραμὶς τετράγωνος ἐξ ὀπτῆς πλίνθου καὶ αὐτὴ σταδιαία τὸ ὕψος, σταδιαία δὲ καὶ ἑκάστη τῶν πλευρῶν·
这里还有贝洛斯的陵墓,如今已被夷为平地,据人们说,是薛西斯将其摧毁的;它是一座由烧砖建成的四角金字塔,其自身高度为一斯塔德,每边长也是一斯塔德。
ἣν Ἀλέξανδρος ἐβούλετο ἀνασκευάσαι, πολὺ δʼ ἦν ἔργον καὶ πολλοῦ χρόνου (αὐτὴ γὰρ ἡ χοῦς εἰς ἀνακάθαρσιν μυρίοις ἀνδράσι δυεῖν μηνῶν ἔργον ἦν), ὥστʼ οὐκ ἔφθη τὸ ἐγχειρηθὲν ἐπιτελέσαι· παραχρῆμα γὰρ ἡ νόσος καὶ ἡ τελευτὴ συνέπεσε τῷ βασιλεῖ, τῶν δʼ ὕστερον οὐδεὶς ἐφρόντισεν.
亚历山大曾想重建它,但这是一项耗时甚巨的庞大工程(单是清理废墟,一万名男子就需要工作两个月),因此他没能来得及完成所着手的工程;因为国王突然病逝,后继者中无人对此加以关注。
ἀλλὰ καὶ τὰ λοιπὰ ὠλιγωρήθη καὶ κατήρειψαν τῆς πόλεως τὰ μὲν οἱ Πέρσαι τὰ δʼ ὁ χρόνος καὶ ἡ τῶν Μακεδόνων ὀλιγωρία περὶ τὰ τοιαῦτα, καὶ μάλιστα ἐπειδὴ τὴν Σελεύκειαν ἐπὶ τῷ Τίγρει πλησίον τῆς Βαβυλῶνος ἐν τριακοσίοις που σταδίοις ἐτείχισε Σέλευκος ὁ Νικάτωρ.
不仅如此,其余部分也遭到忽视,城市的一部分被波斯人毁坏,另一部分则因时间流逝以及马其顿人对此类事物的忽视而荒废,特别是当塞琉古·尼卡托在巴比伦附近约三百斯塔德的底格里斯河畔修筑了塞琉西亚城墙之后。
καὶ γὰρ ἐκεῖνος καὶ οἱ μετʼ αὐτὸν ἅπαντες περὶ ταύτην ἐσπούδασαν τὴν πόλιν καὶ τὸ βασίλειον ἐνταῦθα μετήνεγκαν· καὶ δὴ καὶ νῦν ἡ μὲν γέγονε Βαβυλῶνος μείζων ἡ δʼ ἔρημος ἡ πολλή, ὥστʼ ἐπʼ αὐτῆς μὴ ἂν ὀκνῆσαί τινα εἰπεῖν ὅπερ ἔφη τις τῶν κωμικῶν ἐπὶ τῶν Μαγαλοπολιτῶν τῶν ἐν Ἀρκαδίᾳ ἐρημία μεγάλη ʼστὶν ἡ Μεγάλη πόλις.
因为他及他之后的所有统治者都致力于建设这座新城,并将王宫迁至该处;所以时至今日,新城已比巴比伦更大,而巴比伦大部分已成荒野,以至于人们可以毫不犹豫地用一位喜剧诗人评价阿卡迪亚的大都市(梅加洛波利斯)居民的话来形容它: “伟大的城市是一片伟大的荒野。
διὰ δὲ τὴν τῆς ὕλης σπάνιν ἐκ φοινικίνων ξύλων αἱ οἰκοδομαὶ συντελοῦνται καὶ δοκοῖς καὶ στύλοις· περὶ δὲ τοὺς στύλους στρέφοντες ἐκ τῆς καλάμης σχοινία περιτιθέασιν, εἶτʼ ἐπαλείφοντες χρώμασι καταγράφουσι, τὰς δὲ θύρας ἀσφάλτῳ· ὑψηλαὶ δὲ καὶ αὗται καὶ οἱ οἶκοι καμαρωτοὶ πάντες διὰ τὴν ἀξυλίαν· ψιλὴ γὰρ ἡ χώρα καὶ θαμνώδης ἡ πολλὴ πλὴν φοίνικος·
” 由于木材稀缺,建筑物无论梁还是柱都是用椰枣木建成的;在柱子周围,他们用苇草制成的绳子缠绕包覆,然后涂上颜料并绘制图案,门则涂上沥青;由于缺乏木材,这些门很高,房屋全都是拱顶式的;因为该地区除椰枣树外,大多是不毛之地或灌木丛。
οὗτος δὲ πλεῖστος ἐν τῇ Βαβυλωνίᾳ, πολὺς δὲ καὶ ἐν Σούσοις καὶ ἐν τῇ παραλίᾳ Περσίδι καὶ ἐν τῇ Καρμανίᾳ.
这种树在巴比伦尼亚最多,在苏萨、波斯沿海和卡尔马尼亚也很多。
κεράμῳ δʼ οὐ χρῶνται· οὐδὲ γὰρ κατομβροῦνται.
他们不用瓦片,因为当地不下雨。
παραπλήσια δὲ καὶ τὰ ἐν Σούσοις καὶ τῇ Σιτακηνῇ.
苏萨和西塔凯内的情况也与此相似。

词汇与语法注释

  1. 16.1.5οὐκ ἔφθη τὸ ἐγχειρηθὲν ἐπιτελέσαι — 动词 φθάνω 后接不定式(或分词)的句型,表示“来不及做某事(就发生了另一件事)”。在此处指亚历山大虽已着手重建,但在完成之前便因死亡而未能如愿。
  2. 16.1.5μὴ ἂν ὀκνῆσαί τινα — 此处为 ἂν 与不定式 ὀκνῆσαι 连用(由语境中省略的 ὥστε 引导),表示推测或潜在可能性(“任何人都会毫不犹豫地……”)。宾格代词 τινα 作该不定式的逻辑主语。
  3. 16.1.5μεγάλη ʼστὶν — 词形 ʼστὶν 是词首元音脱落(aphaeresis)的现象,即 ἐστίν 的词首元音 ε 在前一词 μεγάλη 的长元音 η 之后脱落。这是为了符合喜剧所采用的短长格三音步(iambic trimeter)格律而进行的缩约。

引用这一段

斯特拉波, 地理学 §16.1.4-16.1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:16.1.4-16.1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。