§15.3.1μετὰ δὲ Καρμανίαν ἡ Περσὶς ἔστι, πολλὴ μὲν ἐν τῇ παραλίᾳ τοῦ ἀπʼ αὐτῆς ὀνομαζομένου κόλπου, πολὺ δὲ μείζων ἐν τῇ μεσογαίᾳ, καὶ μάλιστα ἐπὶ μῆκος τὸ ἀπὸ τοῦ νότου καὶ τῆς Καρμανίας ἐπὶ τὰς ἄρκτους καὶ τὰ περὶ Μηδίαν ἔθνη.
紧接卡尔马尼亚之后的是波斯,在以其命名的海湾沿岸地区地域辽阔,而在内陆地区则更为辽阔,尤其是在从南部及卡尔马尼亚向北延伸至米底周边的诸部落的长度上最为显著。
τριττὴ δʼ ἐστὶ καὶ τῇ φύσει καὶ τῇ τῶν ἀέρων κράσει.
它在自然地理与气候特征上都分为三种地区。
ἡ μὲν γὰρ παραλία καυματηρά τε καὶ ἀμμώδης καὶ σπανιστὴ καρποῖς ἐστι πλὴν φοινίκων, ὅσον ἐν τετρακισχιλίοις καὶ τετρακοσίοις ἢ τριακοσίοις ἐξεταζομένη σταδίοις, καταστρέφουσα εἰς ποταμὸν μέγιστον τῶν ταύτῃ καλούμενον Ὀρόατιν·
因为沿岸地区炎热且多沙,除椰枣外缺乏农作物,其范围经测算约为四千四百或四千三百斯塔德,止于该地区被称为奥罗阿蒂斯的最大河流。
ἡ δʼ ὑπὲρ ταύτης ἐστὶ πάμφορος καὶ πεδινὴ καὶ θρεμμάτων ἀρίστη τροφός, ποταμοῖς τε καὶ λίμναις πληθύει.
其上的地区土地肥沃、平坦,是极佳的家畜放牧地,且富含河流与湖泊。
τρίτη δʼ ἐστὶν ἡ πρὸς βορρᾶν χειμέριος καὶ ὀρεινή· πρὸς δὲ ταῖς ἐσχατιαῖς εἰσιν οἱ καμηλοβοσκοί.
第三地区位于北方,寒冷且多山;在边缘地带居住着牧骆驼的人。
μῆκος μὲν οὖν ἐστι κατʼ Ἐρατοσθένη τὸ ἐπὶ τὰς ἄρκτους καὶ * τὰς Κασπίους πύλας περὶ ὀκτακισχιλίων κατά τινας προπιπτούσας ἄκρας. λοιπὴ δʼ ἐστὶν ἐπὶ Κασπίους πύλας οὐ πλεῖον ἢ τῶν τρισχιλίων.
因此,根据埃拉托色尼的说法,沿着某些突出的岬角,向北及向卡斯皮安门延伸的长度约为八千斯塔德;而到卡斯皮安门剩下的部分则不超过三千斯塔德。
πλάτος δὲ τὸ ἐν τῇ μεσογαίᾳ τὸ ἀπὸ Σούσων εἰς Περσέπολιν στάδιοι τετρακισχίλιοι διακόσιοι, κἀντεῦθεν ἐπὶ τοὺς τῆς Καρμανίας ὅρους ἄλλοι χίλιοι ἑξακόσιοι.
内陆地区的宽度从苏萨到波斯波利斯为四千二百斯塔德,从那里到卡尔马尼亚边界又是一千六百斯塔德。
φῦλα δὲ οἰκεῖ τὴν χώραν οἵ τε Πατεισχορεῖς λεγόμενοι καὶ οἱ Ἀχαιμενίδαι καὶ Μάγοι·
居住在这一地区的部落有被称为帕泰斯霍雷斯的人、阿契美尼德人和马格斯僧侣。
οὗτοι μὲν οὖν σεμνοῦ τινός εἰσι βίου ζηλωταί, Κύρτιοι δὲ καὶ Μάρδοι λῃστρικοί, ἄλλοι δὲ γεωργικοί.
这些人热切追求某种庄严的生活,而屈尔提奥伊人和马尔多伊人则是强盗式的,其他的人则是农耕的。
§15.3.2σχεδὸν δέ τι καὶ ἡ Σουσὶς μέρος γεγένηται τῆς Περσίδος μεταξὺ αὐτῆς κειμένη καὶ τῆς Βαβυλωνίας, ἔχουσα πόλιν ἀξιολογωτάτην τὰ Σοῦσα.
苏西斯也几乎成为了波斯的一部分,它介于波斯和巴比伦尼亚之间,拥有最著名的城市苏萨。
οἱ γὰρ Πέρσαι κρατήσαντες Μήδων καὶ ὁ Κῦρος, ὁρῶντες τὴν μὲν οἰκείαν γῆν ἐπʼ ἐσχάτοις που ταττομένην, τὴν δὲ Σουσίδα ἐνδοτέρω καὶ πλησιαιτέραν τῇ Βαβυλωνίᾳ καὶ τοῖς ἄλλοις ἔθνεσιν, ἐνταῦθα ἔθεντο τὸ τῆς ἡγεμονίας βασίλειον·
因为当波斯人和居鲁士征服米底人时,他们看到自己的本土处于边陲之地,而苏西斯则更为靠内且更接近巴比伦尼亚和其它民族,于是在那里设立了帝国的王宫。
ἅμα καὶ τὸ ὅμορον τῆς χώρας ἀποδεξάμενοι καὶ τὸ ἀξίωμα τῆς πόλεως καὶ * κρεῖττον τὸ μηδέποτε καθʼ ἑαυτὴν τὴν Σουσίδα πραγμάτων μεγάλων ἐπήβολον γεγονέναι, ἀλλʼ ἀεὶ ὑφʼ ἑτέροις ὑπάρξαι καὶ ἐν μέρει τετάχθαι συστήματος μείζονος, πλὴν εἰ ἄρα τὸ παλαιὸν τὸ κατὰ τοὺς ἥρωας.
与此同时,他们也看中了该地区相邻的便利位置、城市的尊严,以及更为优越的一个事实,即苏西斯自身从未独立成就过伟业,而是始终依附于他人并作为更大体系的一部分,除非是在英雄时代的古代。
λέγεται γὰρ δὴ κτίσμα Τιθωνοῦ τοῦ Μέμνονος πατρός, κύκλον ἔχουσα ἑκατὸν καὶ εἴκοσι σταδίων, παραμήκης τῷ σχήματι· ἡ δʼ ἀκρόπολις ἐκαλεῖτο Μεμνόνιον·
因为据传,这座城市是门农之父提托诺斯所建,周长一百二十斯塔德,呈长方形;其卫城被称为门农尼翁。
λέγονται δὲ καὶ Κίσσιοι οἱ Σούσιοι· φησὶ δὲ καὶ Αἰσχύλος τὴν μητέρα Μέμνονος Κισσίαν.
苏萨人也被称为基斯亚人,埃斯库罗斯也称门农之母为基斯亚。
ταφῆναι δὲ λέγεται Μέμνων περὶ Πάλτον τῆς Συρίας παρὰ Βαδᾶν ποταμόν, ὡς εἴρηκε Σιμωνίδης ἐν Μέμνονι διθυράμβῳ τῶν Δηλιακῶν.
据说门农被埋葬在叙利亚的帕尔图斯附近、巴达斯河畔,正如西摩尼得斯在提洛诗集的酒神赞歌《门农》中所说。
τὸ δὲ τεῖχος ᾠκοδόμητο τῆς πόλεως καὶ ἱερὰ καὶ βασίλεια παραπλησίως ὥσπερ τὰ τῶν Βαβυλωνίων ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου, καθάπερ εἰρήκασί τινες· Πολύκλειτος δὲ διακοσίων φησὶ τὸν κύκλον καὶ ἀτείχιστον.
该城的城墙、神庙和王宫,正如某些人所说,是以与巴比伦人非常相似的方式,用烧砖和沥青建造的;但波留克列特斯说其周长为二百斯塔德,且没有城墙。
§15.3.3κοσμήσαντες δὲ τὰ ἐν Σούσοις βασίλεια μάλιστα τῶν ἄλλων οὐδὲν ἧττον καὶ τὰ ἐν Περσεπόλει καὶ τὰ ἐν Πασαργάδαις ἐξετίμησαν· καὶ ἥ γε γάζα καὶ οἱ θησαυροὶ καὶ τὰ μνήματα ἐνταῦθα ἦν τοῖς Πέρσαις, ὡς ἐν τόποις ἐρυμνοτέροις καὶ ἅμα προγονικοῖς.
他们虽然将苏萨的王宫装饰得比其他任何地方都更为华丽,但同样珍视波斯波利斯和帕萨尔加德的王宫;对波斯人而言,宝藏、库房和陵墓都在这些地方,因为这些地方更为坚固,同时也是祖先之地。
ἦν δὲ καὶ ἄλλα βασίλεια τὰ ἐν Γάβαις ἐν τοῖς ἀνωτέρω που μέρεσι τῆς Περσίδος καὶ τὰ ἐν τῇ παραλίᾳ τὰ κατὰ τὴν Ταόκην λεγομένην·
此外还有其他的王宫,即位于波斯较上方地区的加拜王宫,以及位于被称为陶克附近的沿海王宫。
ταῦτα μὲν τὰ κατὰ τὴν τῶν Περσῶν ἀρχήν, οἱ δʼ ὕστερον ἄλλοις καὶ ἄλλοις ἐχρήσαντο, ὡς εἰκός, εὐτελεστέροις τισίν, ἅτε καὶ τῆς Περσίδος ἠλαττωμένης ὑπό τε τῶν Μακεδόνων καὶ ἔτι μᾶλλον ὑπὸ τῶν Παρθυαίων.
这些确实属于波斯帝国时代;但后世的统治者则使用了其他各种王宫,且其中一些自然更为简陋,因为波斯的势力已被马其顿人削弱,且被帕提亚人削弱得更为严重。
καὶ γὰρ εἰ βασιλεύονται μέχρι νῦν ἴδιον βασιλέα ἔχοντες οἱ Πέρσαι, τῇ γε δυνάμει πλεῖστον ἀπολείπονται καὶ τῷ Παρθυαίων προσέχουσι βασιλεῖ.
因为即使波斯人直到现在仍由他们自己的国王统治,他们在力量上却大为逊色,并听命于帕提亚国王。