§15.2.13λέγουσι μὲν οὖν καὶ οἱ νῦν πλέοντες εἰς Ἰνδοὺς μεγέθη θηρίων καὶ ἐπιφανείας, ἀλλʼ οὔτε ἀθρόων οὔτʼ ἐπιφερομένων πολλάκις, ἀλλʼ ἀποσοβηθέντα τῇ κραυγῇ καὶ τῇ σάλπιγγι ἀπαλλάττεσθαι.
因此,如今航行到印度的人们也谈到海兽的巨大和出现,但他们说它们既不成群,也不经常袭击,而是被大喊声和小号声吓退并离去。
φασὶ δʼ αὐτὰ μὲν μὴ πλησιάζειν τῇ γῇ, τὰ δʼ ὀστᾶ διαλυθέντων ψιλωθέντα ἐκκυμαίνεσθαι ῥᾳδίως καὶ χορηγεῖν τὴν λεχθεῖσαν ὕλην τοῖς Ἰχθυοφάγοις περὶ τὰς καλυβοποιίας.
他们还说,这些野兽本身并不靠近陆地,但当它们分解时,脱去皮肉的骨头很容易被波浪冲上岸,为鱼食民建造小屋提供上述材料。
μέγεθος δὲ τῶν κητῶν φησιν ὁ Νέαρχος τριῶν καὶ εἴκοσιν ὀργυιῶν.
尼阿库斯说,鲸鱼的大小为二十三奥尔居亚。
πιστευθέν τι δὲ ἱκανῶς ὑπὸ τῶν ἐν τῷ στόλῳ φησὶν ὁ Νέαρχος ἐξελέγξαι ψεῦδος ὄν, ὡς εἴη τις ἐν τῷ πόρῳ νῆσος ἡ ἀφανίζοι τοὺς προσορμισθέντας·
尼阿库斯还说,他揭露了舰队中人们相当信奉的一件事是虚假的,即在航道上有一座岛屿,会让在那里停泊的人消失。
κέρκουρον γάρ τινα πλέοντα, ἐπειδὴ κατὰ τὴν νῆσον ταύτην ἐγεγόνει, μηκέτι ὁραθῆναι·
因为一艘轻便船在航行中,当它到达这座岛屿附近时,就再也看不见了。
πεμφθέντας δέ τινας ἐπὶ τὴν ζήτησιν ἐκβῆναι μὲν μὴ θαρρεῖν εἰς τὴν νῆσον, * ἐκπλέοντας δʼ ἀνακαλεῖν κραυγῇ τοὺς ἀνθρώπους, μηδενὸς δʼ ὑπακούοντος ἐπανελθεῖν.
被派去搜寻的人不敢登上岛屿,但他们在驾船出海时大声呼喊寻找那些人,在没有人回应后便返回了。
ἁπάντων δʼ αἰτιωμένων τὴν νῆσον αὐτὸς ἔφη πλεῦσαι καὶ προσορμισθεὶς ἐκβῆναι μετὰ μέρους τῶν συμπλευσάντων καὶ περιελθεῖν τὴν νῆσον·
尽管所有人都怪罪那座岛,但他自己说他航行过去, ¦p.1012 并在停泊后,与一部分同航者一同登陆,环绕了该岛。
ὡς δʼ οὐδὲν εὕρισκεν ἴχνος τῶν ζητουμένων, ἀπογνόντα ἐπανελθεῖν καὶ διδάξαι τοὺς ἀνθρώπους ὡς ἡ μὲν νῆσος ψευδῆ τὴν αἰτίαν ἔχοι (καὶ γὰρ αὐτῷ καὶ τοῖς συνεκβᾶσιν ὁ αὐτὸς ὑπάρξαι φθόρος), ἄλλος δέ τις τῷ κερκούρῳ τρόπος τοῦ ἀφανισμοῦ συμβαίη, μυρίων ὄντων δυνατῶν.
由于他没有发现被寻找者的任何踪迹,他放弃了希望并返回,告知人们该岛承担的是虚假的罪名(因为如果那样,他自己和与他一同登陆的人也会遭遇同样的毁灭),而那艘轻便船的消失必然是由于其他某种方式发生的,因为可能的原因有千千万万。
§15.2.14̔η δὲ Καρμανία τελευταία μέν ἐστι τῆς ἀπὸ τοῦ Ἰνδοῦ παραλίας, ἀρκτικωτέρα δʼ ἐστὶ πολὺ τῆς τοῦ Ἰνδοῦ ἐκβολῆς·
卡尔马尼亚是从印度河开始的海岸线的最后一部分,位置比印度河口偏北得多。
τὸ μέντοι πρῶτον αὐτῆς ἄκρον ἔκκειται πρὸς νότον εἰς τὴν μεγάλην θάλατταν, ποιήσασα δὲ τὸ στόμα τοῦ Περσικοῦ κόλπου πρὸς τὴν ἀπὸ τῆς εὐδαίμονος Ἀραβίας ἄκραν ἐν ἀπόψει οὖσαν, κάμπτεται πρὸς τὸν Περσικὸν κόλπον ἕως ἂν συνάψῃ τῇ Περσίδι·
然而,它的第一个岬角向南突入大洋,在与视线可及的幸福阿拉伯的岬角相对形成波斯湾的入口后,便弯向波斯湾,直到与波斯相接。
πολλὴ δὲ κἀν τῇ μεσογαίᾳ ἐστὶν ἐκτεινομένη μεταξὺ τῆς Γεδρωσίας καὶ τῆς Περσίδος, παραλλάττουσα πλέον τῆς Γεδρωσίας πρὸς τὴν ἄρκτον.
它也有很大一部分延伸在盖德罗西亚和波斯之间的内陆,比盖德罗西亚更往北延伸。
δηλοῖ δʼ ἡ εὐκαρπία· καὶ γὰρ πάμφορος καὶ μεγαλόδενδρος πλὴν ἐλαίας καὶ ποταμοῖς κατάρρυτος.
土地的肥沃证明了这一点;因为除了橄榄之外,它出产各种作物,并长有大树,且有河流灌溉。
ἡ δὲ Γεδρωσία διαφέρει μικρὸν τῆς τῶν Ἰχθυοφάγων, ὥστʼ ἀκαρπία κατέχει πολλάκις· διὸ φυλάττουσι τὸν ἐνιαύσιον καρπὸν εἰς ἔτη πλείω ταμιευόμενοι.
而盖德罗西亚与鱼食民的国家差别不大,因此经常发生饥荒;所以他们会储存当年的作物,精打细算地留存数年。
Ὀνησίκριτος δὲ λέγει ποταμὸν ἐν τῇ Καρμανίᾳ καταφέροντα ψήγματα χρυσοῦ· καὶ ὀρυκτοῦ δὲ εἶναι μέταλλον καὶ ἀργύρου καὶ χαλκοῦ καὶ μίλτου· ὄρη τε εἶναι δύο τὸ μὲν ἀρσενικοῦ τὸ δὲ ἁλός.
奥内西克里图斯说,卡尔马尼亚有一条河流夹带黄金沙;此外还有银、铜和红土的矿山;还有两座山,一座是石黄山,另一座是盐山。
ἔχει δέ τινα καὶ ἔρημον συνάπτουσαν ἤδη τῇ Παρθυαίᾳ καὶ τῇ Παραιτακηνῇ.
它也拥有一部分已经与帕尔提亚和帕赖塔ケネ接壤的沙漠。
γεώργια δʼ ἔχει παραπλήσια τοῖς Περσικοῖς τά τε ἄλλα καὶ ἄμπελον·
它的农作物在其他方面与波斯相似,尤其是葡萄。
ταύτης δʼ ἡ Καρμανία λεγομένη παρʼ ἡμῖν καὶ δίπηχυν ἔχει πολλάκις τὸν βότρυν πυκνορρῶγά τε ὄντα καὶ μεγαλορρῶγα, ἣν εἰκὸς ἐκεῖ εὐερνεστέραν εἶναι.
这种葡萄(即在我们这里被称为卡尔马尼亚种的葡萄)的果串常常长达两肘,果粒既紧密又大,在当地想必长得更为茂盛。
χρῶνται δʼ ὄνοις οἱ πολλοὶ καὶ πρὸς πόλεμον σπάνει τῶν ἵππων· ὄνον τε θύουσι τῷ Ἄρει, ὅνπερ σέβονται θεῶν μόνον, καὶ εἰσὶ πολεμισταί·
大多数人因缺乏马匹而甚至在战争中使用公驴; ¦p.1013 他们向阿瑞斯献祭公驴,他是他们唯一崇拜的神,而且他们是战士。
γαμεῖ δʼ οὐδεὶς πρὶν ἂν πολεμίου κεφαλὴν ἀποτεμὼν ἀνενέγκῃ ἐπὶ τὸν βασιλέα·
任何人非得在砍下敌人的首级并带给国王之后,才能结婚。
ὁ δὲ τὸ κρανίον μὲν ἐπὶ τῶν βασιλείων ἀνατίθησι, τὴν δὲ γλῶτταν λεπτοτομήσας καταμίξας ἀλεύρῳ γευσάμενος αὐτὸς δίδωσι τῷ ἀνενέγκαντι καὶ τοῖς οἰκείοις κατασιτήσασθαι·
国王将颅骨挂在王宫上,将舌头细细切碎,与面粉混合,亲自尝过之后,赐给带回首级的人及其亲属食用。
ἐνδοξότατος δʼ ἐστὶν ᾧ πλεῖσται κεφαλαὶ ἀνηνέχθησαν.
带来首级最多的人最受尊敬。
Νέαρχος δὲ τὰ πλεῖστα ἔθη καὶ τὴν διάλεκτον τῶν Καρμανιτῶν Περσικά τε καὶ Μηδικὰ εἴρηκε.
尼阿库斯说,卡尔马尼亚人的大多数习俗和语言是波斯和米底式的。
τὸ δὲ στόμα τοῦ Περσικοῦ κόλπου μεῖζον διάρματος ἡμερησίου.
波斯湾入口的宽度大于一天的航行距离。